← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§30.7-32.19

序言注释与五种概念的排列次序

阿摩尼奥斯注释了波菲利开篇的题献以及对《范畴篇》的提及(解释连词“也”的意图并驳斥了阿尔库塔斯说),进而解释了个别事物、种、属与种差的定义与位阶,以此论证五种概念排列次序的根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

" p. 1,3 Ὄντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν τοῦ γνῶναι τί γένος καὶ τί διαφορά." Ὁ γὰρ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις περὶ γενικωτάτων φωνῶν διαλέγεται καὶ διαφοραῖς αὐτὰς χωρίζει καὶ ἰδίοις. εἰ οὖν ἐκεῖ περὶ γενῶν καὶ διαφορῶν καὶ ἰδίων ὁ Ἀριστοτέλης διαλέγεται, τὸ ἄρα γνῶναι τί ἐστι γένος καὶ τί διαφορὰ καὶ τί εἶδος καὶ τί ἴδιον εἰκότως χρήσιμον πρὸς εὐχερεστέραν ἐκείνων κατάληψιν. κέχρηται δὲ τῷ καὶ συνδέσμῳ συμπλεκτικῷ,1 ἐπειδὴ οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἐστὶ χρήσιμον, ἀλλὰ καὶ εἰς ἅπερ ὑποκατιὼν αὐτὸς λέγει. τινὲς δέ φασιν αὐτὸν εἰρηκέναι καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ὡς καὶ εἰς τὰς Ἀρχύτου χρησιμευούσης τῆς τούτων τῶν πέντε φωνῶν γνώσεως· καὶ γὰρ κἀκεῖνος ἔγραψε Κατηγορίας. ἄτοπον δὲ τοῦτο λέγειν αὐτοῦ τοῦ Πορφυρίου καὶ τὰ λοιπὰ διασαφήσαντος, εἰς ἅ ἐστιν ἥ τε τοῦ γένους καὶ ἡ τῆς διαφορᾶς καὶ ἡ τῶν λοιπῶν γνῶσις χρήσιμος. τὴν δὲ διαφορὰν προέταξε τοῦ εἴδους, ἐπειδὴ φυσικῶς προτερεύει τοῦ εἴδους. καὶ τοῦτο ἐν τῷ οἰκείῳ τόπῳ ἐπελθόντες δείξομεν. καὶ νῦν περὶ ὧν ὁ Πορφύριος προτίθεται τὴν διδασκαλίαν ποιεῖσθαι (περὶ γὰρ γένους, διαφορᾶς, εἴδους, ἰδίου καὶ συμβεβηκότος) ἐστὶν ἡ διδασκαλία. Ἄξιον δὲ ζητῆσαι ἐνταῦθα τί δήποτε οὕτως κατὰ τάξιν ἔθετο τὰς φωνὰς ὁ φιλόσοφος· οὐ γὰρ ἀνάγκην εἶχε τοῦτο μάτην ποιῆσαι. ἀλλ’ εἰ βουλόμεθα τοῦτο γνῶναι, μικρὸν ἄνωθεν ἀρξώμεθα. εἰδέναι δεῖ ὅτι ἔστι τινὰ ἐν τοῖς πράγμασι καὶ μερικὰ καὶ καθολικά. ἐπειδὴ γὰρ ἔμελλον τὰ μερικὰ φθείρεσθαι καὶ οἷον ἀπόλλυσθαι, γενικώτερόν τι τούτων ἐπενόησεν ἡ φύσις περιλαμβάνον πάντα καὶ διασῶζον τὴν ἑκάστου μορφήν, καὶ τοῦτο γένος ἢ εἶδος καλεῖται. ἵνα δὲ μὴ ἀνεννόητοι αὐτῶν ὦμεν καὶ τῆς τάξεως τὴν αἰτίαν μάθωμεν, εἴπωμεν ὡς ἐν παραδείγματι τί ἐστιν ἕκαστον. Σωκράτην μὲν οὖν καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην καὶ τοὺς κατὰ μέρος καλοῦσιν οἱ φιλόσοφοι μερικὰ καὶ ἄτομα, ὁμοίως δὲ καὶ Ξάνθον καὶ Βαλίαν καὶ τόνδε τὸν ἵππον. τὰ δὲ τῶν κατὰ μέρος περιεκτικὰ προσεχῶς καλοῦσιν εἴδη, οἷον τὸν καθόλου ἄνθρωπον (περιέχει γὰρ τοὺς κατὰ μέρος ὁ καθόλου) καὶ τὰ ἄλλα ὁμοίως, τὰ δὲ τούτων πάλιν περιεκτικὰ καλοῦσι γένη οἷον τὸ ζῷον· περιέχει γὰρ ἵππον καὶ ἄνθρωπον. μέσαι δὲ τούτων αἱ διαφοραί εἰσιν.2 διαφορὰ δέ ἐστιν, ὡς αὐτὸς ὁ Πορφύριος προϊὼν ἐρεῖ, ᾗ διενήνοχεν ἕτερον ἑτέρου· κατὰ ταύτην γὰρ ἡ διαφορὰ τῶν πραγμάτων διαφαίνεται, ἐπεὶ κατὰ γένος οὐδεμία γίνεται διαφορὰ ἔκδηλος· οἷον τὸ ζῷον γένος ὑπάρχει, καθ’ ὃ οὐδὲν ἄλλο διαφέρει ἄλλου (πάντα γὰρ ζῷα καλοῦνται καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ ἄνθρωπος), ἐὰν δὲ εἴπω ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, ὑποδιελὼν ἐποίησα τὴν διαφοράν, καθ’ ἣν ἐφάνη διαφέρων ὁ ἄνθρωπος τοῦ ἵππου καὶ τοῦ βοὸς καὶ τῶν λοιπῶν ἀλόγων· λογικὸν μὲν γὰρ λέγεται τὸ μετὰ λόγου καὶ κρίσεώς τινος διάγον οἷον ἄνθρωπος ἄγγελος, ἄλογον δὲ τὸ χωρὶς λόγου καὶ κρίσεως οἷον ἵππος καὶ βοῦς καὶ τὰ ἄλλα ἄλογα ζῷα. ὥστε οὖν αὕτη μερικωτέρα μέν ἐστι τῶν γενῶν, καθολικωτέρα δὲ τῶν εἰδῶν, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν· τὸ γὰρ λογικὸν μερικώτερον τοῦ ζῴου (περιέχει γὰρ τοῦτο τὸ ζῷον τὸ λογικόν τε καὶ ἄλογον), καθολικώτερον δὲ τοῦ εἴδους· περιέχει γὰρ πολλὰ εἴδη τὸ λογικόν, ἄγγελον γὰρ καὶ ἄνθρωπον.

“克律萨奥利乌斯啊,既然了解什么是属、什么是种差对于亚里士多德《范畴篇》的教学也是必不可少的,”因为亚里士多德在《范畴篇》中讨论最属的名词,并用种差与固有属性将它们区分开来。因此,如果亚里士多德在那里讨论属、种差与固有属性,那么了解什么是属、什么是种差、什么是种以及什么是固有属性,对于更容易把握那些内容而言理所当然是有用的。而他使用了联结连词“也”,是因为这不仅对于亚里士多德的《范畴篇》有用,而且对于他自己在下文中所说的那些事亦是有用的。然而有人主张,他说“对于亚里士多德的《范畴篇》也是”乃是由于这五种名词的知识对于阿尔库塔斯的《范畴篇》亦有用;因为那位哲人亦曾写过《范畴篇》。但这样说是荒谬的,因为波菲利自己已经阐明了属、种差及其余概念的知识对之有用的其余诸事。而他把种差置于种之前,是因为种差在本性上先于种;这一点我们将在进入合适的位置时予以展示。如今,教学乃是关于波菲利意图进行教学的那些事物(即关于属、种差、种、固有属性与偶性)的。 在此值得探究的是,究竟哲学家为何如此按照次序排列这些名词;因为他没有必要徒劳地做这件事。但若我们想要了解这一点,就让我们从稍高之处开始。必须知道的是,在事物之中,有些是个别的,有些是普遍的。因为既然个别事物注定要毁灭并仿佛归于泯灭,自然便构想出比这些更为普遍的某物,它包含一切并保全每一个别的形态,而这便被称为属或种。但为了让我们对它们并非一无所知并了解其次序的原因,让我们通过范例说明每一者是什么。苏格拉底、柏拉图、阿尔基比亚德以及个别事物,哲学家们称之为“个别者”和“不可分者”,同样还有克珊托斯、巴利乌斯以及这匹马。而直接包含个别事物的那些,他们称之为“种”,例如普遍的人(因为普遍者包含个别者),其余者亦类似;而再次包含这些的那些,他们称之为“属”,例如动物;因为它包含马与人。而处于它们中间的则是种差。正如波菲利自己在后文中所要言说的那样,种差乃是一者借以区别于另一者之物;因为事物的差异乃是依据此而显现出来的,因为依据属则不会产生任何显著的差异;例如动物作为属而存续,依据它则没有任何事物区别于另一事物(因为马、狗、牛与人都被称为动物),但若我说动物的一部分是有理性的,另一部分是无理性的,我便通过细分制造了种差,依据这一种差,人便显出区别于马、牛及其余无理性动物;因为所谓有理性,乃是指伴随理性与某种判断而生活者,如人与天仙,而无理性则是指缺乏理性与判断者,如马、牛及其他无理性动物。因此,这种种差比诸属更为特殊,但比诸种更为普遍,例如有理性的与必死的;因为有理性的比动物更为特殊(因为这动物包含了有理性者与无理性者),但比种更为普遍;因为有理性的包含了许多种,即包含了天仙与人。

语法注2 条
  1. 2.2κέχρηται δὲ τῷ καὶ συνδέσμῳ συμπλεκτικῷ

    针对论元中 καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν 一语中连词 καί 功能的说明。阿摩尼奥斯将其解释为累加性的(“不仅对《范畴篇》,而且对后文所述之目的”),并据此驳斥了将其视作与阿尔库塔斯《范畴篇》相对照的另种观点。

  2. 2.2μέσαι δὲ τούτων αἱ διαφοραί εἰσιν

    属格代词 τούτων 的先行词指代前文提到的“种”(εἴδη)与“属”(γένη)两者。它作为形容词 μέσαι 的所属/比较属格,与后文“比诸属更为特殊,但比诸种更为普遍”(μερικωτέρα μὲν τῶν γενῶν, καθολικωτέρα δὲ τῶν εἰδῶν)的论断相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:30.7-32.19