← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§28.6-30.6

关于必然者疑难的驳斥与对属的考察

阿摩尼奥斯从多重理据驳斥了针对波菲利开篇“既然有必要的事物”所提出的疑难:存在并非必然者等概念的属;无规定表述在逻辑上等同于特称表述;属格表达指称部分或伴随属性而非整体;具有先后次序的事物之间不能有共同的属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#3

τὸ οὖν ὂν ἐπειδὴ οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ’ ὀνόματος μόνον ἐστὶν ἐν τούτοις κοινωνία τῷ τε ἀναγκαίῳ καὶ τῷ ἐνδεχομένῳ καὶ τῷ ὑπάρχοντι, οὐκ ἔστιν1 οὐδενὸς αὐτῶν ἐπὶ πλέον· φωνὴ γάρ ἐστι ψιλή. ἔπειτα δὲ εἰ ἐπὶ πλέον λέγουσιν εἶναι τὸ ὄν, ὡς γένος αὐτὸ πάντως ἀξιοῦσιν εἶναι ἐπὶ πλέον· τὸ δὲ γένος τεμνόμενον κατὰ τὸν αὐτὸν χρόνον τὰ εἴδη ποιεῖ ὑφεστάναι καὶ πάντως οὐδενὸς οὔτε προτέρου ὄντος οὔθ’ ὑστέρου· ἀνάγκη οὖν αὐτοὺς ὁμολογεῖν κατὰ τὸν αὐτὸν χρόνον γίνεσθαι τό τε ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον καὶ τὸ ὑπάρχον, ὅπερ ἄτοπον· τὸ μὲν γὰρ ἀναγκαῖον τὸ ἀεὶ ἔχει, τὸ δὲ ἐνδεχόμενον καὶ τὸ ὑπάρχον τὸ ποτέ· οὐκ ἄρα γένος τὸ ὂν τῶν εἰρημένων, οὐδ’ ἄρα ἐξ ἀνάγκης ἐπὶ πλέον. ἔστι γὰρ τὸ ὂν φωνὴ ὁμώνυμος καὶ οὐ γένος, οὐδὲ φύσις ἀφωρισμένη ὑπάρχουσα ἑκάστῳ τῶν κατὰ μέρος, ὡς τὰ γένη ἐστίν. ἄλλως τε δὲ ἅπαντα τὰ πράγματα ἢ ἀπροσδιορίστως λέγομεν ἢ μετὰ προσδιορισμοῦ. προσδιορισμοὶ δέ εἰσι τέσσαρες· πᾶς, τίς, οὐ πᾶς, οὐδείς. καί φασιν αὐτοὺς εἰρῆσθαι προσδιορισμοὺς διὰ τὸ ἐξ αὐτῶν ὁρίζειν τὸν διαλεγόμενον, εἴτε περὶ καθολικοῦ διαλέγεταί τινος εἴτε καὶ μερικοῦ· ἐὰν μὲν γὰρ εἴπῃ ‘πᾶς’, καθολικὸν σημαίνει, ἐὰν δὲ ‘τίς’, μερικόν. τούτων τοίνυν οὕτως ἐχόντων, ἐπειδὴ δέδεικται τοῖς φιλοσόφοις ἅπασιν ὅτι τὸ ἀπροσδιορίστως τι λέγειν ἰσοδυναμεῖ τῷ μετὰ προσδιορισμοῦ μερικοῦ οἷον τοῦ τίς (τῷ γὰρ ‘τίς ἄνθρωπος ἦλθεν’ ταὐτόν ἐστι τὸ ‘ἄνθρωπος ἦλθεν’), εἰ ταῦθ’ οὕτως ἔχει, καὶ ὁ Πορφύριος ἄρα ἀπροσδιορίστως εἰρηκὼς ὄντος καὶ προσθεὶς τὸ ἀναγκαῖον ἔλαβε μερικὸν τὸ ὄν, ὡς ἂν εἰ ἔλεγε ‘τὶ ὂν ἀναγκαῖόν ἐστι’· μερικὸν δὲ ὂν ἐπίσης ἐστὶ τῷ ἀναγκαίῳ,2 ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν. ὥστε καὶ εἰ μὴ φωνὴ ψιλὴ τὸ ὂν ἦν, ἀλλὰ πρᾶγμα ἰδίαν ὑπόστασιν ἔχον ὡς τὸ ζῷον, οὐ κακῶς κατηγόρησε τὸ ἀναγκαῖον τοῦ ὄντος ἀπροσδιορίστως αὐτοῦ κατηγορήσας. ἔτι δὲ ὅτε μὲν τὰ πράγματα βουλόμεθα σημᾶναι, ἕκαστον αὐτῶν ὅλον, κατ’ εὐθεῖαν πτῶσιν σημαίνομεν ὁ ἄνθρωπος ὁ ἵππος ὁ βοῦς, ὅτε δὲ μέρος τι τῶν πραγμάτων ἢ περὶ τὰ πράγματά τι ὑπάρχον, διὰ τῆς γενικῆς σημαίνομεν· οἷον ἐὰν εἴπωμεν τοῦ Σωκράτους, ἢ τῶν μερῶν αὐτοῦ τι σημαίνομεν ὡς τὴν χεῖρα ἢ τὴν κεφαλήν, ἢ τῶν περὶ αὐτόν τι οἷον τὸν οἶκον ἢ τὸ βιβλίον. ὁ οὖν Πορφύριος εἰ μὲν εἰρήκει ‘τὸ ὂν ἀναγκαῖόν ἐστι’ διὰ τῆς εὐθείας, τὸ πρᾶγμα αὐτὸ ἔμελλε σημᾶναι, καὶ οὕτως ἂν ἔδοξεν ἴσως τοῦ ὅλου τὸ μέρος κατηγορεῖν· ἐπειδὴ δὲ εἶπεν ὄντος ἀναγκαίου διὰ τῆς γενικῆς, ἀνάγκη δήπου ἢ μέρος τοῦ πράγματος ἢ τῶν περὶ τὸ πρᾶγμά τι δηλοῦν. μέρους δέ τινος τῶν περὶ τὸ ὂν ἐπίσης ἐστὶ τὸ ἀναγκαῖον, ὡς ἄνθρωπος ἐπίσης ἐστί τινος ζῴου3 καὶ ἡ χεὶρ ἐπίσης ἐστί τινος τῶν τοῦ ἀνθρώπου. καὶ κατὰ τοῦτον οὖν τὸν λόγον, εἰ καὶ ἰδίαν ὑπόστασιν ἔχειν τις λέγει τὸ ὄν, οὐ κακῶς κατηγόρησε τοῦ ὄντος τὸ ἀναγκαῖον ὁ Πορφύριος, ἐπειδὴ καὶ τοῦτο δεδώκαμεν· κατὰ γὰρ τοῦ ἴσου τὸ ἴσον κατηγόρησεν. ἔτι μέντοι καὶ κατὰ ἄλλον λόγον δείκνυται μὴ ὂν γένος τὸ ὂν μήτε τῶν εἰρημένων τριῶν, μήτε τῆς οὐσίας καὶ τοῦ συμβεβηκότος καὶ τῶν λοιπῶν κατηγοριῶν. ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερον, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστιν· τὸ γὰρ γένος εἰδῶν ἐστι γένος, τὰ δὲ εἴδη κατὰ τὸν αὐτὸν χρόνον ὑφίσταται, καὶ ἐν ἑαυτῷ ἕκαστον ἔχει τὸ εἶναι, οὐκ ἐν ἄλλοις. εἰ δὲ καὶ τὸ συμβεβηκὸς δεύτερόν ἐστι τῆς οὐσίας καὶ ἐν ἐκείνῃ ἔχει τὸ εἶναι, καὶ τὸ ὑπάρχον δεύτερον τοῦ ἐνδεχομένου καὶ ἐν ἐκείνῳ ἔχει τὸ εἶναι, ὁμωνύμως ἄρα κατὰ τούτων ἀλλ’ οὐ συνωνύμως τὸ ὂν κατηγορηθήσεται· οὐ γάρ ἐστι γένος, ἐπειδὴ πρῶτά τινα καὶ δεύτερα ἐν τούτοις φαίνεται. πόθεν δῆλον ὅτι τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι καὶ ἐν τῷ ἐνδεχομένῳ τὸ ὑπάρχον, ἀλλ’ οὐκ ἐν ἑαυτοῖς; ὅτι ἀναιρουμένης τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συναναιρεῖται καὶ τὸ συμβεβηκὸς καὶ τὸ ὑπάρχον. εἰ δὲ ἦν εἴδη ἐκ τοῦ ὄντος αὐτοῖς ἀντιδιῃρημένα καὶ μὴ ἐν ἐκείνοις εἶχε τὸ εἶναι, οὐκ ἂν τούτων τῶν εἰδῶν ἀναιρουμένων οἷον τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συνανῃρεῖτο τὸ ἕτερον· οὐ γὰρ εἴ τι εἶδος φθαρῇ τοῦ ζῴου οἷον κύων ἢ ἵππος, συναναιρεῖ καὶ τὰ ἄλλα εἴδη οἷον ἄνθρωπον ἢ βοῦν ἢ κάμηλον ἢ ἄλλο τι τῶν λοιπῶν εἰδῶν. κατὰ τοσούτους γοῦν τρόπους καὶ τὸ τῆς ἀπορίας ἄλογον δέδεικται καὶ τὸ τῶν λύσεων γλαφυρόν.

因此,既然“存在”不具有固有的实在,而是在这些事物——即必然者、偶然者与现存者——之中仅有名义的共同性,它便不比它们中的任何一者外延更广;因为它只是空洞的声音。其次,如果他们说存在外延更广,他们就无论如何都主张它是作为属而外延更广的;但是属在被划分时,使各种同时实立,且绝无任一者居先或居后;因此他们必然要承认必然者、偶然者与现存者是同时生成的,而这是荒谬的;因为必然者具有“总是”,而偶然者与现存者具有“有时”;因此存在并非上述诸者的属,亦非出于必然外延更广。因为存在是同名异义的声音而非属,亦非像诸属那样作为限定的自然本性归属于各个别事物。此外,我们谈论一切事物,要么无规定地谈论,要么伴随规定地谈论。规定有四种:“所有的”、“某个”、“并非所有的”、“没有任何一个”。他们说这些被称为规定,是因为论述者由此界定他是在就某种普遍者论述还是就个别者论述;因为如果他说“所有的”,便意指普遍者;如果说“某个”,便意指个别者。因此,在这些情况如此的前提下,既然向一切哲学家都已表明,无规定地谈论某物等同于伴随像“某个”这样的个别规定(因为“有人来了”与“某人来了”是相同的),若这些情况如此,那么波菲利无规定地说出“存在”并附加上“必然的事物”,也就是把存在当作了个别的,仿佛他是在说“某个存在是必然的”;而既然作为个别的存在,它便与必然者相等,正如他们自己亦承认的那样。因此,即使存在不是空洞的声音,而是像“动物”那样具有固有实在的事物,他把必然者述谓于存在,因为是无规定地述谓于它,亦并非不当。 再者,每当我们想要意指事物,即它们之中的每一整体时,我们用主格意指,如“人”、“马”、“牛”;但当我们想要意指事物的某个部分或围绕事物而存续的某物时,我们通过属格意指;例如若我们说“苏格拉底的”,我们要么意指他的某些部分,如手或头,要么意指属于他周围的某物,如房屋或书籍。因此,波菲利如果用主格说了“存在是必然的”,他本将意指事物自身,而这样一来,或许就真显得他是把部分述谓于整体了;但既然他用属格说了“既然有必然的事物”,就必然表明是事物的某个部分,或是属于事物周围的某物。而必然者与围绕存在之物的某个部分是相等的,正如人与某种动物相等,手与人的诸部分之中的某一部分相等一样。因此按照这条论证,即使有人说存在具有固有的实在,波菲利把必然者述谓于存在亦非不当,因为这一点我们亦已承认;因为他是把相等者述谓于相等者了。 而且,依照另一条论证亦可表明,存在既非所言三者的属,亦非实体、偶性及其余范畴的属。因为在有第一者和第二者存在的事物中,共同述谓于它们者不是属;因为属是种的属,而各种同时实立,且每一者是在自身中拥有存在,而非在其他事物中。但如果偶性相对于实体是第二位的且在实体中拥有存在,现存者相对于偶然者是第二位的且在其中拥有存在,那么存在便是同名异义地而非同义地被述谓于它们;因为存在不是属,既然在它们之中显现出某些第一者和第二者。偶性在实体中拥有存在、现存者在偶然者中拥有存在而非在它们自身中,这从何而显明呢?因为在实体和偶然者被取消时,偶性和现存者亦一同被取消。但如果它们是从存在划分出来的相互对立的种,且并非在那些事物中拥有存在,那么在这些种(如实体和偶然者)被取消时,另一方就不会一同被取消;因为如果动物的某种被毁灭,如狗或马,它并不同时取消其他种,如人或牛或骆驼或其余种中的任何其他者。无论如何,借由如此众多的方式,既表明了该疑难的荒谬性,亦表明了诸解决方案的精妙性。

语法注3 条
  1. 2.1ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερον, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστιν

    关系从句 ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερον [ἐστίν] 置于主句指示代词属格 τούτων 之前,构成倒装。主句的主词是 τὸ κοινῶς κατηγορούμενον(被共同述谓者),述部为 γένος οὐκ ἔστιν(不是属)。

  2. 2.1μερικὸν δὲ ὂν ἐπίσης ἐστὶ τῷ ἀναγκαίῳ

    分词 ὂν 作为与主词(被无规定理解的 τὸ ὄν)一致的状语分词(“作为个别的存在时”),μερικόν 为其主词补足语。整句骨干为:“且作为个别者,它与必然者相等”。

  3. 2.1ὡς ἄνθρωπος ἐπίσης ἐστί τινος ζῴου

    虽然 ἴσος / ἐπίσης 通常接与格,但此处后接属格 τινος ζῴου。该属格起部分属格或省略结构的作用,意为“与动物的某种[部分]相等”,与后文的 ἡ χεὶρ ἐπίσης ἐστί τινος τῶν τοῦ ἀνθρώπου 严格平行。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:28.6-30.6