← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§26.1-28.6

序言三要点与关于必然存在的疑难

阿摩尼奥斯总结了波菲利在序言中阐述的著作意图、有用性及教学方式,随后探讨了针对开篇“既然有必要的事物”提出的疑难——即外延较窄的“必然”是否被不当地述谓于外延较广的“存在”——并通过论证“存在”并不具有真正普遍者那样的固有实在、因而在严格意义上并非外延更广的名辞来消解这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#2

Ἰστέον δὲ ὅτι εὐθὺς ἐν προοιμίοις περὶ τριῶν τούτων διαλέγεται· λέγει γὰρ τίς ἡ πρόθεσις τοῦδε τοῦ συγγράμματος (ὅτι περὶ τῶν πέντε φωνῶν ἐκείνων διαλεχθῆναι), καὶ τί τὸ χρήσιμον (ὅτι χρησιμεύει οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἀλλὰ καὶ ἁπλῶς εἰπεῖν εἰς πᾶσαν εὑρετικὴν μέθοδον φιλοσοφίας), καὶ τίνι τρόπῳ κέχρηται διδασκαλίας, ὅτι σαφεῖ καὶ πρέποντι εἰσαγομένων ἀκοαῖς· οὔτε γὰρ μείζονα ἢ κατὰ τοὺς εἰσαγομένους θεωρήματα διδάσκει, οὔτε μὴν εἰς μῆκος ἐκτείνει τὸ σύγγραμμα, οὔτε ἀσαφεῖ τῇ λέξει κέχρηται, ἵνα διὰ τούτων προτρέψηται τοὺς νέους εἰς τὴν τοῦ βιβλίου ἐκλογήν. [ὁ δὲ καὶ σύνδεσμος σημαίνει ἡμῖν, ὡς οὐ μόνον εἰς τὴν τῶν Κατηγοριῶν διδασκαλίαν συμβάλλεται τὸ βιβλίον, ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν. ἄλλως τε καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει εἶπεν, ἐπειδὴ συμβάλλεται οὐ μόνον εἰς τὸ βιβλίον τῶν Κατηγοριῶν Ἀριστοτέλους, ἀλλὰ καὶ εἰς τὰς ἄλλων Κατηγορίας· εἰδέναι γὰρ χρὴ ὡς πολλοὶ τῶν Ἀριστοτέλους ἑταίρων κατὰ ζῆλον τοῦ διδασκάλου ἔγραψαν Κατηγορίας καὶ Περὶ ἑρμηνείας καὶ Ἀναλυτικά. συμβάλλεται οὖν τὸ βιβλίον τοῦτο οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, ἀλλὰ καὶ εἰς τὰς Ἀρχύτου καὶ εἰς πάσας τὰς τῶν φιλοσόφων πραγματείας]. Ἀποροῦσι δέ τινες εὐθὺς ἐν ἀρχῇ εἰς τὸ ὄντος ἀναγκαίου ἄλογον μὲν καὶ οὐκ ἀκόλουθον ἀπορίαν, πλὴν καλῶς ἔχουσαν εἰρῆσθαι διὰ τὴν τῶν ἐπιλύσεων θεωρίαν γλαφυρωτέραν καὶ ὠφέλιμον οὖσαν.1 ἀποροῦσιν οὖν οὕτως· τοῦ ὄντος τὸ μέν φασιν ἀναγκαῖον τὸ δὲ ἐνδεχόμενον τὸ δὲ ὑπάρχον. ἀναγκαῖον μὲν οὖν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον καὶ ἐξ ἀνάγκης ὄν, οἷον τὸ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέραν εἶναι.2 ἐνδεχόμενον δὲ τὸ δυνάμει ἔχον τὴν τῶν δύο ἐναντίων ὕπαρξιν οἷον τὴν τοῦ ἀναγνῶναι καὶ τοῦ μὴ ἀναγνῶναι, οὔπω δὲ οὐδέτερον ὂν ἀλλ’ ἐν τῷ δυνάμει μόνον εἶναι θεωρούμενον. ὑπάρχον δέ ἐστι τὸ εἰς ἐνέργειαν προαχθὲν καὶ ἐνεστὸς ἐνδεχόμενον. τούτων τοίνυν τὸ ὂν οὐκ ἔστιν3 ἐπίσης· οὐ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν ὡς τὸ ἴδιον καὶ ὁ ὅρος, κατηγορούμενα ἢ ὑποκείμενα ἀλλήλοις. δύο γὰρ ταῦτα ἐξισάζει, τοῖς τε ὑποκειμένοις κατηγορούμενα καὶ τοῖς κατηγορουμένοις ὑποκείμενα, τό τε ἴδιον καὶ ὁ ὅρος. ποῖον δέ ἐστι κατηγορούμενον καὶ ποῖον ὑποκείμενον; ὑποκείμενον μέν, ἐν ᾧ τὸ ἄρθρον πρόσκειται, κατηγορούμενον δέ, ἐν ᾧ τὸ ἔστιν ἢ δυνάμει ἢ ἐνεργείᾳ συνέζευκται. τῶν γὰρ κατηγορουμένων ἢ ὀνομάτων ὄντων ἢ ῥημάτων, τοῖς μὲν ὀνόμασιν ἐνεργείᾳ συνέζευκται ἡ ἔστι φωνή, τοῖς δὲ ῥήμασι δυνάμει, οἷον ἐὰν εἴπω ‘ὁ ἄνθρωπος’, ὑποκείμενον εἶπον, ἐὰν δὲ προσθῶ ‘ζῷόν ἐστι’, κατηγορούμενον εἶπον. τὸ οὖν ὂν ἐπίσης οὐκ ἔστιν οὔτε ὑποκείμενον οὔτε κατηγορούμενον τῷ ἀναγκαίῳ ἢ τῷ ἐνδεχομένῳ ἢ τῷ ὑπάρχοντι, ἀλλ’ ἐπὶ πλέον, ἐπεὶ οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν· πᾶν μὲν γὰρ εἴ τί ἐστιν ἀναγκαῖον ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, τοῦτο καὶ ὄν ἐστιν, οὐκ ἔτι δὲ εἴ τί ἐστιν ὄν, τοῦτο πάντως ἢ ἀναγκαῖον ἐστιν ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, ἀλλ’ ὅ τι ἕν τι τούτων ᾖ, τὰ ἄλλα οὐκ ἔστιν, οἷον ἐὰν ἐνδεχόμενον ᾖ, οὔτε ἀναγκαῖόν ἐστιν οὔτε ὑπάρχον. εἰ τοίνυν οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν τὸ ὄν, ἐπὶ πλέον ἐστὶν ἄρα τοῦ τε ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος. τί δήποτε οὖν ὁ Πορφύριος πάσης κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπίσης βουλομένης εἶναι τοῦ ὑποκειμένου, οὐδέποτε δὲ ἐπ’ ἔλαττον, αὐτὸς τὸ ἀναγκαῖον ἐπ’ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον κατηγόρησε, λέγω δὴ τοῦ ὄντος, εἰπὼν ὄντος ἀναγκαίου;4 Φαμὲν οὖν ὅτι ἀληθὲς μέν ἐστι τὸ μὴ τὰ ἐπ’ ἔλαττον τῶν ἐπὶ πλέον κατηγορεῖσθαι, τὸ μέντοι ὂν οὐκ ἔστιν ἐπὶ πλέον τοῦ ἀναγκαίου· κυρίως γὰρ ἐκεῖνά ἐστιν ἐπὶ πλέον ὀνόματα, ὅσα κατὰ πολλῶν κατηγορούμενα καὶ ἐν πολλοῖς ἔχοντα ὑπόστασιν καὶ ἕν τι πρᾶγμά ἐστι ἰδίαν ὑπόστασιν ἔχον αὐτὸ καθ’ αὑτὸ θεωρούμενον ὡς τὸ ζῷον· κατηγορεῖται γὰρ κατὰ κυνὸς καὶ ἀνθρώπου καὶ ἵππου, καὶ ἔχει μὲν ἐν τούτοις ὑπόστασιν, καὶ ἰδίαν πάλιν ἔχει οὐσίαν αὐτὸ καθ’ αὑτὸ θεωρούμενόν τε καὶ νοούμενον (ὁριζόμεθα οὖν τὸ ζῷον οὐσίαν αὐτὸ εἶναι λέγοντες ἔμψυχον αἰσθητικήν)· ἐπεὶ ὅσα μὴ ἔχει ὑπόστασιν οἰκείαν, ἀλλ’ εἰσὶ φωναὶ ὁμώνυμοι ὡς ὁ κύων καὶ ὁ Αἴας καὶ ὅσα τοιαῦτα, ταῦτα οὐκ ἔστιν ἐπὶ πλέον· ψιλαὶ γάρ εἰσι φωναὶ καὶ οὐ πράγματα. τὸ δὲ ἐπὶ πλέον τινὸς εἶναί τι δεῖ πρότερον αὐτὸ καθ’ αὑτό εἶναι, εἶτ’ ἐπὶ πλέον ἑτέρων εἶναι.

应当知晓,他在序言的开端便立即讨论了这三件事:因为他说明了这部专论的意图是什么(即讨论那五种术语),其有用性是什么(即不仅对亚里士多德的《范畴篇》有用,而且简而言之,对哲学的一切发现方法都有用),以及他采用了何种教学方式(即对初学者的听觉而言是清晰且适宜的):因为他既不传授超出初学者能力的理论定理,也不将著作拉长,亦不使用晦涩的措辞,以便借由这些劝勉年轻人选读这部著作。[而且,连词“以及”向我们表明,这部书不仅有助于《范畴篇》的教学,而且有助于整个哲学。此外,他说“亚里士多德那里的”,是因为它不仅有助于亚里士多德的《范畴篇》,而且有助于其他人的《范畴篇》;因为应当知道,亚里士多德的许多同伴出于对老师的效仿,亦写了《范畴篇》、《解释篇》和《分析篇》。因此,这部著作不仅有助于亚里士多德的《范畴篇》,而且有助于阿尔库塔斯的〔《范畴篇》〕以及哲学家们的一切专论]。 然而,有人在一开始就针对“既然有必要的事物”提出了一个疑难,这虽是一个荒谬且不连贯的疑难,但由于其解决方案的考察更加精妙且有益,因而值得一提。他们这样提出疑难:他们说,在存在(有)之中,一者是必然的,另一者是偶然的,再一者是现存的。必然者即总是处于同样状态且出于必然存在者,例如当太阳在地上时便是白天;偶然者即潜能上具有两种相反状态的存续者,例如阅读和不阅读,它尚未是其中任一者,而仅在潜能中被观察到;现存者则是被引向现实且当前存在的偶然者。然而,在这些之中,“存在”并非均等的:因为它并不按照存在的相随性进行换位,不像固有属性与定义在相互作为谓词或主词时那样。因为这两者,即固有属性和定义,能够持平,既作为主词的谓词,又作为谓词的主词。那么,何者是谓词,何者是主词呢?主词即附有冠词者,谓词则是其上在潜能中或现实中结合了“是”这个词者。因为谓词要么是名词要么是动词,对名词而言,“是”这个声音在现实中结合,对动词而言则在潜能中结合,例如如果我说“人”,我便说出了主词,但若我加上“是动物”,我便说出了谓词。因此,“存在”对于必然者、偶然者或现存者而言,既不是均等的主词亦不是均等的谓词,而是外延更广的,因为它并不按照存在的相随性进行换位;因为凡是必然的、偶然的或现存的,这亦是存在的,但不再是凡存在者就无论如何必然是必然的、偶然的或现存的[全部],而是凡为其中之一者便不是其他;例如,若是偶然的,它既非必然的亦非现存的。因此,如果存在不按照存在的相随性进行换位,那么它便比必然者、偶然者和现存者外延更广。既然一切述谓都要求比主词外延更广或相等,而决不能外延更窄,那么波菲利自己说了“既然有必要的事物”,怎么会把外延更窄的必然者述谓于外延更广者(我指的正是存在)呢? 因此我们说,外延更窄者不被述谓于外延更广者固然是真实的,然而“存在”并不比必然者外延更广。因为严格来说,那些被述谓于众多事物、在众多事物中拥有实在,并且在因其自身被考察时亦是拥有固有实在的单一事物之名称,才是外延更广的,例如“动物”:因为它被述谓于狗、人和马,且在这些之中拥有实在,同时在因其自身被考察和理解时又具有固有的实体(因此我们定义动物,说它自身是有生命的、具感觉的实体)。相反,凡不具有固有实在、而是同名异义声音的事物,如“狗”和“埃阿斯”以及所有此类事物,皆非外延更广者:因为它们是空洞的声音而非事物。而某物要成为比某物外延更广者,必须首先因其自身而存在,然后才能比其他事物外延更广。

语法注4 条
  1. 2.1ἀπορίαν, πλὴν καλῶς ἔχουσαν εἰρῆσθαι διὰ τὴν τῶν ἐπιλύσεων θεωρίαν γλαφυρωτέραν καὶ ὠφέλιμον οὖσαν

    宾格分词 καλῶς ἔχουσαν 与 ἀπορίαν 一致,意为“被提出是正当/有理的疑难”。随后的 διὰ τὴν ... θεωρίαν ... οὖσαν 是表原因的介词短语(διά 带宾格),配合谓语性宾格分词 οὖσαν,解作“因为关于其解答的考察更为精妙且有益”。

  2. 2.1τὸ δὲ ἐπὶ πλέον τινὸς εἶναί τι δεῖ πρότερον αὐτὸ καθ’ αὑτό εἶναι, εἶτ’ ἐπὶ πλέον ἑτέρων εἶναι

    带冠词的不定式结构 τὸ ... εἶναί τι 作为话题置于句首(“某物要成为比某物外延更广者”)。非人称动词 δεῖ 支配两个先后承接的不定式:首先是 πρότερον αὐτὸ καθ’ αὑτὸ εἶναι(“首先因其自身而存在”),其次是 εἶτ’ ἐπὶ πλέον ἑτέρων εἶναι(“然后比其他事物外延更广”)。

  3. 2.1οὐκ ἔτι δὲ εἴ τί ἐστιν ὄν, τοῦτο πάντως ἢ ἀναγκαῖον ἐστιν ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, ἀλλ’ ὅ τι ἕν τι τούτων ᾖ, τὰ ἄλλα οὐκ ἔστιν

    短语 οὐκ ἔτι(“不再是/并不随之是”)否定了紧随其后的整个条件从句,表明由“存在”并不能直接推导出这三者之间的对等换位。紧接着的 ἀλλ’ ὅ τι ἕν τι τούτων ᾖ, τὰ ἄλλα οὐκ ἔστιν 补充说明,当存在者属于这三项中的任一项时即排除了其余项,因而外延在整体上无法与任一单项相等同。

  4. 2.1αὐτὸς τὸ ἀναγκαῖον ἐπ’ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον κατηγόρησε, λέγω δὴ τοῦ ὄντος, εἰπὼν ὄντος ἀναγκαίου

    紧随独立属格(πάσης κατηγορίας ... βουλομένης εἶναι)的主句。动词 κατηγόρησε 支配被述谓者(谓项)的宾格 τὸ ἀναγκαῖον,以及作为主项的属格补足语 τοῦ ἐπὶ πλέον(由 λέγω δὴ τοῦ ὄντος 进一步明确)。提难者在句法上将 ὄντος ἀναγκαίου 中的 ὄντος 视为基体(主词),而将 ἀναγκαίου 视为述词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:26.1-28.6