- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:24.1-25.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯考察了波菲利《导论》开篇的语句“既然是必要的”,依据善的二分(目的本身与朝向目的者)分析了“必要”的概念,并阐明“必要”在严格意义上并非指著作本身,而是指对五种术语(五谓词)之考察的不可或缺性。
" p. 1, 3 Ὄντος ἀναγκαίου, Χρυσαόριε." Πάντα τὰ ὄντα αὐτοφυῶς ἐφίεται τοῦ ἀγαθοῦ, ἐπειδήπερ τῶν ὄντων ἁπάντων μία ἐστὶν ἀρχὴ τὸ ἀγαθόν. πάντα οὖν πρὸς τὸ ἀγαθὸν ὡς οἰκεῖον ἀγαθὸν ἀνατείνεται, καὶ τελειοῦται τῶν ὄντων ἕκαστον μετέχον ἐκείνου κατὰ τὰ οἰκεῖα μέτρα. οὐδεὶς οὖν κακοῦ ἐφίεται, ἀλλὰ καὶ οἱ τούτου ἐφιέμενοι ὡς ἀγαθοῦ αὐτοῦ ὀρέγονται τῇ ἀλόγῳ δόξῃ ἑπόμενοι. ἡνίκα οὖν βούλεταί τίς τινα ἐπί τι προτρέψασθαι, τὸ ἐκ τούτου ἀγαθὸν ἀναφαίνει, ὡς ἐκ τούτου ἐφέλκειν αὐτόν. τοῦτο τοίνυν ὁ φιλόσοφος Πορφύριος ποιεῖ· βουλόμενος γὰρ τοὺς εἰσαγομένους προτρέψασθαι ἐπὶ τὴν τοῦ βιβλίου ἀνάγνωσιν τὸ ἐκ τούτου ἐσόμενον ἀγαθὸν μηνύει κατ’ ἀρχάς. ἐπειδὴ δὲ διττόν ἐστι τὸ ἀγαθόν, τὸ μὲν ὡς τέλος, τὸ δὲ ὡς πρὸς τὸ τέλος, καὶ τὸ μὲν ὡς τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὴν ὑγείαν, τὸ δὲ ὡς πρὸς τὸ τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὸ φλεβοτομεῖν οὐ καθ’ αὑτὸ ἀλλὰ διὰ τὴν ὑγείαν, τὸ ἀναγκαῖον κυρίως οὐ λέγεται ἀγαθὸν ἀλλ’ ὡς πρὸς τὸ μεῖζον ἀγαθὸν ἀναφερόμενον· λέγομεν γὰρ ‘εἰ μέλλει ὑγιαίνειν, ἀνάγκη φλεβοτομεῖσθαι’. διὸ οὕτως εἶπεν ἀναγκαῖον, ἐπειδὴ ὡς πρὸς τι ἄλλο τέλος ἀναφέρεται τὸ βιβλίον, δηλαδὴ τὰς Κατηγορίας, καὶ οὐκ ἔστιν ἀγαθὸν ὡς τέλος ἀλλ’ ὡς πρὸς ἄλλο παραλαμβανόμενον. καὶ ἁπλῶς εἰπεῖν ἀναγκαῖον ἐνταῦθα λέγει τὸ βιβλίον ὡς πρὸς μεῖζον ἀγαθὸν αὐτὸ ἀνάγων. καὶ ἤτοι ὡς χρήσιμον ἢ ὡς καθ’ αὑτὸ ἀναγκαῖον καὶ χωρὶς αὐτοῦ τὰ ἄλλα μὴ δύνασθαι τῶν φιλοσόφων ἀναλέγεσθαι συγγράμματα·1 ἰστέον γὰρ ὅτι οἱ φιλόσοφοι τὸ ἀναγκαῖον διχῶς λέγουσιν· ἀναγκαῖον γὰρ καλοῦσιν ἢ τὸ χρήσιμον ἢ τὸ ἀντιδιαιρούμενον τῷ ἐνδεχομένῳ. καὶ χρήσιμον μὲν λέγουσι τὸ συμβαλλόμενον εἴς τι οἷον τὸ ὑποδεδέσθαι τὸ ἐνδύεσθαι· συμβάλλεται γὰρ εἰς τὸ ἧττον διαφθείρεσθαι τὰ σώματα καὶ διὰ τοῦτο διαρκεῖν ἐπὶ πλείονα χρόνον. λέγεται δὲ ἀναγκαῖον, ὡς εἶπον, καὶ τὸ τῷ ἐνδεχομένῳ ἀντιδιαιρούμενον, οὗτινος χωρὶς εἶναι ἀδύνατον. οἷον ἀνάγκη τὰ ζῷα τὰ ἔχοντα πνεύμονα ἀναπνεῖν πάντως, ἵνα ζῶσιν· ἀναγκαῖον οὖν τι χρῆμα ἡ ἀναπνοή· χωρὶς γὰρ ταύτης ζῆν ἀδύνατον τὰ ἔχοντα πνεύμονα ζῷα. ἀναγκαῖον οὖν τοῦτο λέγεται τὸ βιβλίον εἶναι ἢ κατὰ τὸ πρῶτον σημαινόμενον ἢ κατὰ τὸ δεύτερον. καί φαμεν οὐχὶ κατὰ τὸ δεύτερον, ἀλλὰ κατὰ τὸ πρῶτον· καὶ γὰρ πρὸ τοῦ γενέσθαι Πορφύριον ἐνοοῦντο δῆλον ὅτι αἱ τῶν φιλοσόφων πραγματεῖαι. δῆλον οὖν ὡς χρήσιμον καὶ εὐμαρῆ ποιοῦν τὴν ἐκείνων νόησιν, οὕτως ἀναγκαῖον εἶναι λέγεται. μήποτε δὲ δυνατὸν καὶ κατὰ τὸ δεύτερον σημαινόμενον ἀναγκαῖον λέγεσθαι,2 οὗ χωρὶς ἐκεῖνα νοηθῆναι ἀδύνατον, οὐχὶ ἐπ’ αὐτοῦ τοῦ συγγράμματος νοούντων ἡμῶν τὸ ἀναγκαῖον ἀλλ’ ἐπ’ αὐτῆς τῆς τῶν εἰρημένων πέντε φωνῶν θεωρίας·3 ἄνευ γὰρ τῆς τούτων γνώσεως τἄλλα ἀκριβῶς γνωσθῆναι ἀδύνατον. ὅθεν καὶ ὁ Πορφύριος οὐκ εἶπεν ‘ἀναγκαίου ὄντος τούτου τοῦ συγγράμματος’ ἀλλὰ ἀναγκαίας οὔσης τῆς τούτων θεωρίας. καὶ γὰρ πρὶν Πορφύριον γράψαι περὶ τούτων, ἀναγκαία ἦν ἡ περὶ αὐτῶν θεωρία εἰς τὴν τῶν φιλοσόφων θεωρημάτων νόησιν, καὶ ἄνευ ταύτης ἐκεῖνα νοηθῆναι ἀδύνατον. τοσοῦτον οὖν τὸ ἐκ τοῦ προκειμένου βιβλίου γέγονε χρήσιμον, ὅτι τὰ σποράδην παρὰ τοῖς πρεσβυτέροις εἰρημένα συνήγαγε καὶ εὐμαρεστέραν ἡμῖν καὶ σύντομον τὴν περὶ αὐτῶν θεωρίαν ἐποίησεν. ὅθεν οὐδὲ ὁ Πορφύριος ἰδιοποιεῖται τὴν εὕρεσιν τῆς περὶ αὐτῶν θεωρίας, ἀλλὰ τὰ παρὰ τοῖς πρεσβυτέροις φησὶν ἐπελθεῖν πειράσομαι.
“既然是必要的,克律萨奥里奥斯啊。” 一切存在者皆自然地渴望善,因为善是一切存在者的单一原理。因此,万物都将善作为自身的善而向其伸展,并且存在者中的每一者皆依其自身的尺度因分有那善而达于完满。所以,没有人渴望恶,反而即便是渴望恶的人,亦是依循无理性的意见,将其作为善而渴求它。因此,每当有人想要劝勉某人从事某事时,他便彰显由此而来的善,以便借此吸引他。于是,哲学家波菲利正是这样做的:因为他想要劝勉初学者研读这部著作,便在开篇指示了将由此而来的善。既然善是双重的——其一作为目的,另一作为朝向目的者;作为目的者,例如当我们说健康是善,而朝向目的者,例如当我们说放血是善,并非因其自身,而是为了健康——必要的并非严格意义上被称为善,而是因其被引申至一个更大的善而被称为善;因为我们说:“如果将要健康,就有必要放血。”因此他这样称其为“必要的”,因为这部著作是指向某种其他的目的,即《范畴篇》,它并非作为目的的善,而是为了他物而被采纳的善。简而言之,他在这里称这部著作为“必要的”,是将它引导至一个更大的善。 并且,[这部著作是必要的]要么是作为有用的,要么是作为因其自身而必要的,且没有它哲学家的其他著作便无法被研读。因为应当知晓,哲学家们在两种意义上谈论必要:他们把有用的,或者把与偶然相对立者称为“必要的”。他们把对某事有所贡献者称为“有用的”,例如穿鞋和穿衣;因为这有助于身体较少受到损害,并因此持续更长时间。正如我所说,与偶然相对立者,即没有它便不可能存在者,亦被称为“必要的”。例如,有肺的动物为了存活无论如何都必须呼吸;因此呼吸是一件必要的事物;因为没有它,有肺的动物就不可能存活。因此,这部著作被称为必要的,要么是按照第一种含义,要么是按照第二种含义。而我们说:并非按照第二种含义,而是按照第一种含义;因为显然,在波菲利出生之前,哲学家们的专论就已经为人所理解了。因此显然,它是由于有用且使对那些专论的理解变得容易,才这样被称为必要的。 然而,或许亦可能按照第二种含义被称为必要的,即没有它那些著作便不可能被理解,只要我们不是就这部著作本身来理解“必要的”,而是就关于所说的五种术语的考察本身来理解;因为若无关于这些术语的知识,其他事物便不可能被准确地知晓。因此波菲利亦没有说“由于这部著作是必要的”,而是说“由于对这些术语的考察是必要的”。因为在波菲利论及这些之前,为了理解哲学家们的理论定理,关于它们的考察就已经是必要的,且若无此考察,那些定理便不可能被理解。因此,从呈现在面前的这部著作中产生的有用性就在于此:它汇集了在长辈们那里零散论述的内容,并为我们使关于它们的考察变得更为容易和简明。因此,波菲利甚至并未将关于它们的考察之发现据为己有,而是说“我将尝试考察在长辈们那里阐述的内容”。
- 2.1καὶ ἤτοι ὡς χρήσιμον ἢ ὡς καθ’ αὑτὸ ἀναγκαῖον καὶ χωρὶς αὐτοῦ τὰ ἄλλα μὴ δύνασθαι τῶν φιλοσόφων ἀναλέγεσθαι συγγράμματα
以 καὶ ἤτοι... 开头的语句并非一个独立的完整句子,而是承接前文的 ἀναγκαῖον λέγει τὸ βιβλίον,通过补出[称这部著作是必要的]而构成的省略句。此外,καὶ χωρὶς αὐτοῦ... 中的不定式 δύνασθαι 由 ὡς 引领,解释自身必要的性质(“作为没有它其他著作便无法被研读的”)。
- 2.1μήποτε δὲ δυνατὸν καὶ κατὰ τὸ δεύτερον σημαινόμενον ἀναγκαῖον λέγεσθαι
μήποτε 是晚期希腊语哲学注疏中的习用表达,用于带有保留地提出修正意见或更精细的看法(“然而,或许亦可能……”)。它对前文作者自己做出的否定(οὐχὶ κατὰ τὸ δεύτερον)进行了细化和补充。
- 2.1οὐχὶ ἐπ’ αὐτοῦ τοῦ συγγράμματος νοούντων ἡμῶν τὸ ἀναγκαῖον ἀλλ’ ἐπ’ αὐτῆς τῆς τῶν εἰρημένων πέντε φωνῶν θεωρίας
短语 νοούντων ἡμῶν 是属格独立结构,表示条件或限制(“只要我们理解为 / 当我们理解为时”)。介词 ἐπί 接属格表示适用的对象或范围(“关于 / 就……而言”)。
