← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§21.23-23.24

七个导论项目的应用与五大普遍概念

注疏者将标准的七个导论项目(目的、有用性、真实性、顺序、题名、分章、归属门类)依次应用于波菲利的《导论》,阐明该著作的结构与哲学定位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#12

τὴν δὲ ἐπιγραφήν,1 ἐπειδὴ ὡς ἐν συντόμῳ τὸν σκοπὸν ἔχει. ἔτι δὲ καὶ τὸ ὑπὸ ποῖον μέρος ἀνάγεται τῆς φιλοσοφίας διὰ τὸ εἰδέναι ποῦ μάλιστα συντελεῖ. δεδειγμένου δὲ τίνος ἕνεκα ταῦτα προλέγουσιν οἱ φιλόσοφοι, καιρὸς ἤδη καὶ ἡμᾶς λέγειν τὰ προλεγόμενα τοῦ βιβλίου. Ἔστι δὲ σκοπὸς τῷ Πορφυρίῳ ἐνταῦθα περὶ πέντε τινῶν εἰπεῖν, ἃ πάντα τὰ ὄντα ἐστὶν ἤγουν ἐν τοῖς οὖσι πᾶσι θεωρεῖται. ἔστι δὲ ταῦτα· γένος εἶδος διαφορὰ ἴδιον καὶ συμβεβηκός. χρήσιμον δέ ἐστι τὸ βιβλίον εἰς πᾶσαν φιλοσοφίαν· διδάσκει γὰρ ἡμᾶς τὰ καθ’ αὑτὰ προσόντα τοῖς εἴδεσιν, ἅπερ αὐτῶν ἐστιν αἴτια τῆς συστάσεως· ἐκ δὲ τῶν αἰτίων τῆς συστάσεως τὰς ἀποδείξεις λαμβάνομεν. ὥστε ἀπόδειξιν διδάσκει καὶ πρὸς πᾶσαν φιλοσοφίαν χρήσιμον· διὰ γὰρ τῆς ἀποδείξεως τὰ τέλη αὐτῆς γινώσκομεν. τὸ δὲ γνήσιον δηλοῖ μὲν καὶ ἡ φράσις σαφὴς οὖσα καὶ τὸ ἐν ἄλλοις αὐτὸν βιβλίοις τῶν ἐν τῷδε τῷ βιβλίῳ θεωρημάτων μεμνῆσθαι. ἔτι δὲ καὶ τὸ προσφωνεῖν αὐτὸν τῷ Χρυσαορίῳ· τούτῳ γὰρ καὶ ἄλλα τινὰ προσφωνήσας βιβλία καὶ τοῦτο προσφωνεῖ διὰ τοιαύτην αἰτίαν. διδάσκαλος ἦν τοῦ Χρυσαορίου καὶ ἐξηγούμενος αὐτῷ τὰ μαθήματα. ἐδέησεν οὖν ἱστορῆσαι τὸ πῦρ τῆς Αἴτνης καὶ ἐξεδήμησε. τούτῳ τῷ χρόνῳ εὑρίσκει ὁ Χρυσαόριος τὰς Ἀριστοτέλους Κατηγορίας, καὶ οὐδὲ ὅλως παρηκολούθει ἐγκύπτων. δηλοῖ οὖν τῷ Πορφυρίῳ ἐκεῖ ὄντι γράψας τὸ συμβάν, καὶ εἰ μὲν ἱστόρησε τὸ πῦρ, ἐλθεῖν, εἰ δὲ μή, εἰσαγωγὴν αὐτῷ τινα γράψαι,2 δι’ ἧς ἂν μέλλοι παρακολουθεῖν τῷ βιβλίῳ. ἐπειδὴ τοίνυν ὁ Πορφύριος οὐκ ἠδύνατο τέως ὑποστρέψαι, γράφει αὐτῷ τὸ βιβλίον τοῦτο ἐκ τῶν εἰρημένων τῷ Πλάτωνι καὶ Ταύρῳ ταυτὶ συλλέξας σχεδὸν καὶ δι’ αὐτῶν τῶν ῥημάτων ἐλθών. καὶ ἐκ τούτων μὲν δῆλον ὅτι γνήσιον τοῦ παλαιοῦ τὸ βιβλίον. πρῶτον δέ ἐστι τῇ τάξει· εἰ γὰρ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἳ περὶ τῶν ἁπλῶν εἰσι φωνῶν, αὗται δὲ τῆς λογικῆς εἰσιν ἀρχαί, δῆλον ὅτι πρῶτόν ἐστι τῇ τάξει τῆς λογικῆς. εἰκότως οὖν πρὸ αὐτοῦ τάττεται. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. Εἰσαγωγὴ δὲ ἐπιγέγραπται. καὶ ἀποροῦσί τινες, διὰ τί ἀπροσδιορίστως ἐπέγραψεν Εἰσαγωγή· ἄδηλον γὰρ πότερον ῥητορικὴ ἢ λογικὴ ἢ γραμματική. φαμὲν οὖν πρὸς αὐτοὺς ὅτι τὰ ὑπερέχοντα τῶν πραγμάτων ἀορίστως εἰώθαμεν σημαίνειν, ὥσπερ ὅτε τὸν Ὅμηρον βουλόμεθα σημᾶναι, ‘ὁ ποιητής’ λέγομεν κατ’ ἐξοχήν. τί οὖν ἐκώλυε τὸν βουλόμενον τὴν φιλοσοφίαν σημᾶναι ἀορίστως εἰπεῖν κατ’ ἐξοχήν; ἔπειτα δὲ καὶ τοῦτό φαμεν, ὅτι ἡ εἰσαγωγὴ τέχνης ἢ ἐπιστήμης ἐστὶν εἰσαγωγὴ ἀναμφισβητήτως, ἡ δὲ φιλοσοφία τέχνη ἐστὶ τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· πῶς οὖν εἰς ταύτην ἡμᾶς μέλλων εἰσάγειν, διὰ μέσης δὲ ταύτης εἰς ἁπάσας τὰς τέχνας, εἴπερ ἀληθῶς ὁ ὅρος ἔχει, ἤμελλε μιᾶς τέχνης εἰσαγωγὴν τὸ βιβλίον ἐπιγράφειν; τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς ἐπιγραφῆς. ἰστέον δ’ ὅτι διῄρηται τὸ σύγγραμμα τοῦτο εἰς τρία, καὶ ἐν μὲν τῷ πρώτῳ μέρει διδάσκει περὶ τῶν εἰρημένων πέντε φωνῶν, ἐν δὲ τῷ δευτέρῳ συμπλέκει αὐτὰς κατὰ δύο καὶ διδάσκει τί κοινὸν αὐταῖς καὶ τί ἴδιον, οἷον τί κοινὸν γένει καὶ εἴδει καὶ τί ἴδιον, καὶ γένει καὶ διαφορᾷ, καὶ ἐπὶ πάντων ὡσαύτως. ἐν δὲ τῷ τρίτῳ διδάσκει τίνα πάντων ἅμα κοινά ἐστι. πρὸ δὲ τούτων ἐν τῷ προοιμίῳ προανακρούεται τὸν σκοπὸν τοῦ βιβλίου καὶ τὸ χρήσιμον διδάσκει καὶ τὸν τρόπον τῆς διδασκαλίας, ὅτι ἁπλούστερος καὶ εἰσαγωγικώτερος ἔσται. ὑπὸ δὲ τὸ λογικὸν ὄργανον ἀνάγεται τῆς φιλοσοφίας τὸ προκείμενον βιβλίον· διδάσκει γὰρ τὰ εἰς τὰς ἀρχὰς τῆς ἀποδείξεως συντελοῦντα, ἥτις ἐστὶ τῷ γένει συλλογισμός, ὃς εἶδός ἐστι τοῦ συνθέτου λόγου, ὃς πάλιν γένει ἐστὶ λόγος. ἔπειτα δὲ καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἵπερ εἰσὶ τῆς λογικῆς. ἡ δὲ λογικὴ οὐ μέρος τῆς φιλοσοφίας ἀλλ’ ὄργανον, ὡς ἐν ἑτέρῳ δείξομεν.

[他们阐述]题名,是因为它概括地包含了目的。此外,[他们阐述]它被归入哲学的哪个部分之下,是为了知晓它尤其在何处发挥作用。既然哲学家们为了何种缘故预先阐述这些已经得到了证明,那么现在正是我们亦阐述该书导论的时候了。 波菲利在这里的目的,是论述某种五样事物,它们即是所有存在者,或者说是在所有存在者中被考察的。它们是:属、种、种差、固有属性与偶性。这部著作对于一切哲学都是有用的;因为它教导我们本质上属于种的事物,即它们构成的诸原因;而从构成的诸原因中我们获得证明。因此,它教导证明,并且对于一切哲学都是有用的;因为通过证明我们知晓哲学的目的。至于真实性,文风的明晰以及他在其他著作中提及本部著作中的理论定理都表明了这一点。此外,他将该书题献给克律萨奥里奥斯亦表明了这一点;因为在向他题献了其他若干著作之后,他又出于如下的原因题献了这部著作:他是克律萨奥里奥斯的老师,并向他讲解学业。当时他需要考察埃特纳火山的火,便出国远行。在此期间,克律萨奥里奥斯发现了亚里士多德的《范畴篇》,潜心研读却完全无法理解。于是,他写信告知远在那里的波菲利所发生的事情,并请求如果他已经考察了火,就请回来,但若没有,就为他写一部某种导论,借此他将能够跟上那部著作。既然波菲利当时无法返回,他便从柏拉图和陶鲁斯所说的话中收集了这些内容,几乎使用了他们原有的语词,为他撰写了这部著作。从这些事情中显然可见,这部著作确系古人的真作。 在顺序上,它位于第一;因为如果它引入亚里士多德的《范畴篇》,而《范畴篇》是关于简单语词的,这些又是逻辑学的原理,那么显然它在逻辑学的顺序上是第一位的。因此,它被排在它之前是合乎情理的。关于顺序就说这么多。 它的题名为《导论》。有些人感到困惑,为何他无限定地题为《导论》;因为并不清楚它是修辞学导论、逻辑学导论还是文法学导论。于是我们对他们说,对于卓越的事物,我们习惯于无限定地加以指称,正如当我们想要指称荷马时,根据其卓越性我们称其为“那位诗人”。那么,想要指称哲学的人根据其卓越性无限定地表达,又有什么妨碍呢?其次我们亦这样说:导论无可争议地是某种技术或科学的导论,而哲学则是诸技术的技术以及诸科学的科学;那么,既然打算引导我们进入哲学,并以此为中介进入所有技术——如果这一界定确实成立的话——他怎么会给这部著作题名为单一技术的导论呢?关于题名就谈这么多。 应当知晓,本著作被分为三个部分:在第一部分中,他教导所说的五种术语;在第二部分中,他将它们两两结合,并教导它们何者相通、何者固有,例如属与种何者相通、何者固有,属与种差何者相通、何者固有,在所有术语上亦皆如此;在第三部分中,他教导何者是所有术语同时相通的。而在这些之前,在序言中,他预先触及了著作的目的,教导了有用性,并教导了教学的方式将更为简明、更具入门性质。 这部呈现在面前的著作被归入哲学的逻辑工具之下;因为它教导了有助于证明之原理的事物,而证明在属上是三段论,三段论是复合言辞的一个种,而复合言辞在属上又是言辞。其次,亦因为它引入了属于逻辑学的亚里士多德的《范畴篇》。而逻辑学并非哲学的一个部分,而是一个工具,正如我们将在另一处所证明的那样。

语法注2 条
  1. 2.0τὴν δὲ ἐπιγραφήν

    宾格短语 τὴν ἐπιγραφήν 由承接前一语段末尾反复出现的动词 λέγουσι(“他们阐述……”)支配,后文的名词化小句 τὸ ὑπὸ ποῖον μέρος ἀνάγεται 亦采用相同的语法省略形式。

  2. 2.0καὶ εἰ μὲν ἱστόρησε τὸ πῦρ, ἐλθεῖν, εἰ δὲ μή, εἰσαγωγὴν αὐτῷ τινα γράψαι

    不定式 ἐλθεῖν 与 γράψαι 在语法上依附于分词 γράψας 或主动词 δηλοῖ,充当间接引语中的祈使/命令不定式,转述克律萨奥里奥斯在信中的请求。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:21.23-23.24