- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:19.27-21.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节完成了对全部十个范畴(关系、何处、何时、姿势、具有、能动、受动)的归纳,阐明波菲利撰写《导论》旨在教授亚里士多德《范畴篇》所预设的五个术语,并列举了阅读每部著作前须考察的预备论题(目的、有用性、真伪、顺序等)及其确立依据。
πάλιν ἔστι τι δεξιὸν ἀριστερὸν διπλάσιον ἥμισυ, καὶ ταῦτα πάντα ἀνήγαγον ὑπό τι κοινὸν γένος τὸ πρός τι, ὅ ἐστι σχέσις ἑτέρου πρὸς ἕτερον. πάλιν δὲ ἔστι τι τὸ ἐν τῷ Λυκείῳ εἶναι ἢ ἐν ἀγορᾷ καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνήγαγον ὑπὸ τὸ ποῦ, ὅπερ ἐστὶ τόπου σημαντικόν. πάλιν ἔστι τι χθὲς πέρυσιν αὔριον καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνήγαγον ὑπὸ τὸ ποτέ, ὅπερ ἐστὶ χρόνου σημαντικόν. πάλιν ἔστι τι τὸ ἀνακεῖσθαι τὸ ἑστάναι τὸ καθῆσθαι, ἅπερ ἀνήγαγον ὑπὸ τὸ κεῖσθαι· κεῖσθαι δέ ἐστιν ἡ τοιάδε θέσις τοῦ σώματος. πάλιν δὲ ὑποδεδέσθαι ὡπλίσθαι δακτύλιον φέρειν· τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ἔχειν· ἔχειν γάρ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις. πάλιν ἔστι τι τύπτειν θερμαίνειν ψύχειν· τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ποιεῖν· ποιεῖν δέ ἐστι τὸ δρᾶν περί τι. πάλιν θεασάμενοί τινα λευκαινόμενα τυπτόμενα ἀνήγαγον ταῦτα ὑπὸ τὸ πάσχειν, ὅπερ ἐστὶν ἀλλοιοῦσθαι ὑφ’ ἑτέρου. ἔσχον οὖν δέκα τοιαύτας κοινότητας· οὐσίαν ποσὸν ποιὸν πρός τι ποῦ ποτὲ κεῖσθαι ἔχειν ποιεῖν πάσχειν. ἕκαστον οὖν τῶν ὄντων πάντων ὑπὸ μίαν τούτων τελεῖ τῶν κοινοτήτων. ταύτας δὲ ἐκάλεσαν κατηγορίας ὡς κατά τινων τῶν ὑπ’ αὐτὰς τελούντων ἀγορευομένας καὶ λεγομένας.1 Περὶ τούτων οὖν τῶν δέκα κατηγοριῶν ὁ Ἀριστοτέλης ἔγραψε βιβλίον καὶ ἐμνήσθη ἐν τῇ διδασκαλίᾳ φωνῶν τινων πέντε ἀγνώστων ἡμῖν οὐσῶν ἐν τῇ συνηθείᾳ γένους διαφορᾶς εἴδους ἰδίου καὶ συμβεβηκότος. ὁ γοῦν φιλόσοφος Πορφύριος φιλανθρώπως ποιῶν ἅμα καὶ φιλοσόφως2 ἔγραψε τουτὶ τὸ βιβλίον διδάσκων ἡμᾶς, τί σημαίνει ἑκάστη φωνή, ἵνα μαθόντες εὐχερέστερον δυνηθῶμεν παρακολουθεῖν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένοις περὶ τῶν κατηγοριῶν. ὁ οὖν τοῦ Πορφυρίου σκοπὸς οὗτός ἐστιν. ἐπέγραψε δὲ τὸ βιβλίον Εἰσαγωγήν, ἐπειδὴ ὁδός ἐστι πρὸς πᾶσαν φιλοσοφίαν· προηγοῦνται γὰρ τῶν φιλοσόφων πάντων συγγραμμάτων αἱ Κατηγορίαι, τούτων δὲ ἡ Εἰσαγωγή. [Ὅπερ δὲ οἱ φιλόσοφοι ἐπὶ πάντων τῶν ὄντων ἐποίησαν (ἀνήγαγον γὰρ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κοινότητας καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ πάντως εὑρίσκεται ὑπό τινα τῶν τοιούτων κοινοτήτων ἀναγόμενον), τοῦτο οἱ γραμματικοὶ ἐπὶ τῶν φωνῶν πεποιήκασι· βουλόμενοι γὰρ τῇ ἀπειρίᾳ τῶν φωνῶν ἐπεξελθεῖν καὶ μὴ δυνηθέντες συνήγαγον τὰς μὲν τοιάσδε φωνὰς ἐπί τινα κοινότητα τὴν τοῦ ὀνόματος, τὰς δὲ τοιάσδε ἐπί τινα κοινότητα τὴν τοῦ ῥήματος, καὶ οὕτως ἐποίησαν τὰ ὀκτὼ παρ’ αὐτοῖς τοῦ λόγου μέρη, ὑφ’ ἃ πᾶσαι αἱ κατὰ μέρος ἀνάγονται σημαντικαὶ φωναί.] Εἰς πόσα μὲν οὖν καὶ τίνα διαιρεῖται τῆς φιλοσοφίας ἕκαστον μέρος καὶ τί ἔχει ἀποτέλεσμα, εἴρηται. δεῖ δὲ ἡμᾶς εἰπεῖν καὶ τὰ πρὸς τῶν φιλοσόφων οὕτω προσαγορευόμενα προλεγόμενα ἤτοι προτεχνολογούμενα ἐπὶ παντὸς βιβλίου. ἔστι δὲ ταῦτα· ὁ σκοπὸς τὸ χρήσιμον τὸ γνήσιον ἡ τάξις τῆς ἀναγνώσεως ἡ αἰτία τῆς ἐπιγραφῆς ἡ εἰς τὰ κεφάλαια διαίρεσις καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τὸ παρὸν σύγγραμμα. ταῦτα δὲ ἐπενόησαν οἱ φιλόσοφοι προλέγειν, οὐχ ὡς περιττόν τι προσεπινοοῦντες αὐτοῖς ἢ κατὰ τὰς ἄλλας τέχνας,3 ἀλλὰ προθυμοτέρους ποιεῖν βουλόμενοι τοὺς ἀναγινώσκοντας. ἀναγινώσκων γάρ τις ἐὰν ἀγνοῇ τὸν σκοπὸν τοῦ βιβλίου, ὀκνεῖ καὶ ἀφίησι διὰ μέσου καὶ ταὐτὰ πάσχει τοῖς ὁδοιποροῦσιν ἐφ’ ἃ μὴ ἴσασι. διὰ τοῦτο οὖν τὸν σκοπὸν λέγουσιν. οὐ μὴν οὐδὲ ὁ τὸν σκοπὸν ἐγνωκὼς ἐγχειρεῖ προθύμως τῷ ἔργῳ, πρὶν ἂν καὶ τὸ ἀπ’ αὐτοῦ χρήσιμον μάθῃ· ὥστε εἰκότως καὶ τὸ χρήσιμον λέγουσιν. ἔτι δὲ καὶ ταῦτα μαθόντες ἀπιστοῦμεν εἰ χρήσιμόν ἐστι, πρὶν γνῶμεν εἰ γνήσιόν ἐστι τὸ βιβλίον τοῦ παλαιοῦ, ὃν ἴσμεν ἔνδοξον ὄντα, οἷον τοῦ Ἀριστοτέλους ἢ Πλάτωνος· ἐκείνους γὰρ ὑπολαμβάνομεν χρήσιμα πάντα εἰρηκέναι. διὰ τοῦτο οὖν καὶ τὸ γνήσιον λέγομεν. ἐκ δὲ τῆς τούτων γνώσεως ἀνακύπτει καὶ ἡ περὶ τάξεως ζήτησις, πότερον πρῶτον αὐτὸ δεῖ τάττεσθαι ἢ ὕστερον· καὶ διὰ τοῦτο καὶ τὴν τάξιν λέγουσι.
此外,又存在着某种右、左、双倍、一半,他们将所有这些归入某一共通属“关系”之下,即一者对于另一者的关联。此外,又存在着在吕克昂中或在广场上以及诸如此类的事情,他们将这些归入“何处”之下,它表明的是场所。此外,又存在着昨天、去年、明天以及诸如此类的事情,他们将这些归入“何时”之下,它表明的是时间。此外,又存在着躺着、站着、坐着,他们将这些归入“姿势”之下;而姿势即是身体的如此这般的安置。此外,又有着穿鞋、武装、戴戒指;他们将这类事情归入“具有”之下;因为具有即是一个实体环绕另一个实体的外罩。此外,又有着击打、加热、冷却;他们将这类事情归入“能动”之下;而能动即是对某物施加作用。此外,他们观察到某些东西被变白、被击打,便将这些归入“受动”之下,受动即是被另一者改变。于是他们拥有了十个这样的共通性:实体、数量、性质、关系、何处、何时、姿势、具有、能动、受动。因而,所有存在者的每一个都隶属于这些共通性之一。他们将这些称为“范畴”,因为它们是就隶属于其下的某些事物而被宣说与表达的。针对这十个范畴,亚里士多德撰写了一部著作,并在其教导中提及了在日常习惯用法中为我们所不熟知的五个术语:属、种差、种、固有属性与偶性。哲学家波菲利出于仁爱且合乎哲学的方式撰写了这部著作,教导我们每一个术语意味着什么,以便我们学习之后能够更容易地跟上亚里士多德关于范畴所论述的内容。因而,波菲利的目的便是这个。他将这部著作题为《导论》,因为它是通向一切哲学的道路;因为《范畴篇》先于所有哲学著作,而《导论》则先于《范畴篇》。[正如哲学家们在所有存在者上所做的那样(因为他们将所有存在者归入这十个共通性之下,而在存在者中没有任何一个不必定被发现归入这类共通性之一),文法学家们在语词上也做了一样的事;因为他们想要穷尽语词的无限性却未能做到,于是把如此这般的语词聚合到“名词”这一共通性之下,而把另一些语词聚合到“动词”这一共通性之下,如此便确立了他们当中的八个词类,所有个别的有意义语词都被归入其下。]至于哲学的每一个部分被划分为多少个以及哪些部分,并且具有何种成果,已经讲述过了。我们还必须阐述被哲学家们在每一部著作中如此称为“导论”或“预备性技术讨论”的内容。它们是:目的、有用性、真伪(真实性)、阅读的顺序、题名的原因、章节的划分,以及本著作被归入哪个部分之下。哲学家们构想出预先阐述这些内容,并非如同构想出某种多余之物添加到它们之上,或依循其他技术,而是想要使读者更为热切。因为某人若在阅读时不知晓著作的目的,便会犹豫不决并半途而废,遭遇与那些向着自己所不知之处行路的人相同的境况。因而,正是出于这一原因他们讲述目的。不仅如此,知晓了目的的人,若未获知从它而来的有用性,亦不会热切地着手该项工作;因此他们合乎情理地亦讲述有用性。此外,即便知晓了这些,在获知该著作是否确系我们已知为著名之古人(例如亚里士多德或柏拉图)的真作之前,我们仍会怀疑它是否有用;因为我们假定他们所说的一切都是有用的。因而,正是出于这一原因我们亦讲述真实性。而从关于这些的知识中,亦引发了关于顺序的探究,即它究竟应当被排在首位还是排在后面;正因如此,他们亦讲述顺序。
- 2.0ὡς κατά τινων τῶν ὑπ’ αὐτὰς τελούντων ἀγορευομένας καὶ λεγομένας
此处借由介词 κατά 与动词 ἀγορεύω 解释“范畴”(κατηγορία)的词源。ὡς 引出理由;分词 ἀγορευομένας 与 λεγομένας 为阴性宾格复数,修饰 κατηγορίας。κατά τινων 表述陈述的对象(“就……而被宣说”)。
- 2.0φιλανθρώπως ποιῶν ἅμα καὶ φιλοσόφως
动词 ποιέω 的现在分词与副词(φιλανθρώπως, φιλοσόφως)连用,为习惯用法,意为“以仁爱且合乎哲学的方式行事”,修饰主句动词 ἔγραψε 的主语 Πορφύριος。
- 2.0οὐχ ὡς περιττόν τι προσεπινοοῦντες αὐτοῖς ἢ κατὰ τὰς ἄλλας τέχνας
οὐχ ὡς 搭配分词 προσεπινοοῦντες 表达被否定的动机(“并非如同构想出某种多余之物添加到它们之上”),与后文的 ἀλλά 搭配分词(βουλόμενοι)形成对比。αὐτοῖς 为与格,指代所论述的各部著作(βιβλίοις)。短语 ἢ κατὰ τὰς ἄλλας τέχνας 则是介词短语的简略并列,意为“或仿照其他技术(那样做)”。
