← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§18.2-19.27

从个别事物到实体与偶性的提升过程

作者阐述了从植物与动物提升至有魂之物、从未生之物提升至无魂之物,并将物体与非物体统摄于“实体”,进而引申出作为偶性的“数量”与“性质”的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#10

πάλιν ἀπὸ τῆσδε τῆς συκῆς ἢ τῆσδε τῆς ἀμπέλου καὶ τῆσδε τῆς πλατάνου καὶ τῆσδε τῆς ἐλαίας ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὴν καθόλου συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ πλάτανον. πάλιν ταῦτα τήν τε καθόλου συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ τὰ ἄλλα ἐπί τι κοινὸν γένος ἀνήγαγον τὸ φυτὸν περιέχον τὰ κατὰ μέρος φυτά. ἔσχον οὖν δύο κοινότητας τήν τε τοῦ ζῴου καὶ τοῦ φυτοῦ. πάλιν τό τε ζῷον καὶ τὸ φυτὸν ἀνήγαγον εἰς τὸ ἔμψυχον· καὶ γὰρ τὸ φυτὸν ἔμψυχόν ἐστιν· αὔξεται γὰρ καὶ τρέφεται καὶ γεννᾷ ὅμοιον ἑαυτῷ. ἐπειδὴ δὲ τῷ ἐμψύχῳ ἀντίκειται τὸ ἄψυχον, ἄψυχον δέ ἐστι τὸ μὴ μετέχον ψυχῆς οἷον λίθος ξύλον καὶ ὅσα τούτοις παραπλήσια (πολλὰ δέ εἰσι ταῦτα ἐν τοῖς κατὰ μέρος καὶ ἄπειρα), διὰ τοῦτο πάλιν ἀπὸ τῶν κατὰ μέρος λίθων ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὸν καθόλου λίθον καὶ ἀπὸ τῶν κατὰ μέρος ξύλων ἐπὶ τὸ καθόλου ξύλον καὶ ἀπὸ τῶν λοιπῶν ὁμοίως, καὶ ἀπὸ τοῦ καθόλου λίθου καὶ τοῦ καθόλου ξύλου ἐπί τι κοινὸν γένος, τὸ ἄψυχον, ὃ περιέχει ταῦτα πάντα. ἔσχον οὖν δύο κοινότητας τὸ ἔμψυχον καὶ τὸ ἄψυχον. ταῦτα πάλιν ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸ σῶμα, ὅ ἐστι τριχῇ διαστατόν· καὶ λίθος δὴ καὶ ξύλον καὶ ἄνθρωπος καὶ πάντα ἁπλῶς ὅσα σώματά ἐστι τὰς τρεῖς ἔχουσι διαστάσεις. πάλιν ἀπὸ ψυχῆς καὶ ἀγγέλου καὶ τῶν τοιούτων ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ἀσωμάτου ἀντιπεπονθότως τῷ σώματι ἔχουσαν·1 τὸ μὲν γὰρ τριχῇ διαστατόν ἐστι καὶ πάντῃ μεριστόν, τὸ δὲ παντελῶς ἀμερές τε καὶ ἀδιάστατον. ἐζήτησαν οὖν τί ἐστι κοινὸν ἐν ἀμφοτέροις καὶ εὗρον ὡς οὐσία ἐστὶν ἑκάτερον· καὶ γὰρ τὸ σῶμα οὐσία ἐστὶ καὶ τὸ ἀσώματον οἷον ψυχὴ ἄγγελος θεός. ἔσχον οὖν ἀναγαγεῖν ἑαυτοὺς2 ἐπί τι κοινὸν γένος τὴν οὐσίαν τοῦ τῆς οὐσίας ὀνόματος αὐθυπόστατον πρᾶγμα δηλοῦντος. μάθοιμεν δ’ ἂν τὸ λεγόμενον ἐκ τοῦ ἐναντίου· ἔστι τινὰ τῶν πραγμάτων ἃ μὴ δύναται αὐτὰ καθ’ ἑαυτὰ ὑποστῆναι, ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχει, ἃ καὶ συμβεβηκότα καλεῖται, λευκότης μελανία γλυκύτης καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ αὐτὰ μὲν καθ’ ἑαυτὰ οὐ δύνανται ὑποστῆναι, ἀλλὰ πάντως ἡ λευκότης ἢ ἐν ψιμμυθίῳ ἢ ἐν γάλακτι σώμασιν οὖσιν ὑφέστηκεν, ὁμοίως δὲ καὶ τὰ ἄλλα. ὅσα οὖν ἐστιν αὐτὰ καθ’ ἑαυτὰ ὑποστῆναι δυνάμενα καὶ μὴ δεόμενα πρὸς τὸ ὑποστῆναι ἄλλου τινός, οὐσίαι λέγονται, οἷον ἄνθρωποι ψυχαὶ λίθοι καὶ ὅσα τοιαῦτα. ἀνῆλθον οὖν, ὡς εἴρηται, ἐπί τινα κοινότητα τὴν οὐσίαν. Ἆρα οὖν πάντα τὰ ὄντα ἡ οὐσία περιλαμβάνει, ἐπειδὴ πάντων τῶν ὄντων ἐπιστήμων ὑπισχνεῖται εἶναι ὁ φιλόσοφος; οὐδαμῶς. πάλιν γὰρ εὗρον δύο πού τινα καὶ δέκα καὶ εἴκοσιν, ἅπερ ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸν ἀριθμόν. πάλιν εὗρόν τι μέγα καὶ μικρὸν καὶ ταῦτα ἐκάλεσαν συνεχῆ. ἐπεὶ οὖν ὁ ἀριθμὸς καὶ τὸ συνεχὲς κοινωνοῦσιν ἀλλήλοις, καθὸ ποσά ἐστι (ποσὸν γὰρ ἑκάτερον), ἀνήγαγον ταῦτα ἐπὶ τὸ καθόλου ποσόν. ἔσχον οὖν κοινότητας δύο περιεκτικὰς πραγμάτων πολλῶν τὴν οὐσίαν καὶ τὸ ποσόν. πάλιν ἔστι τι λευκὸν καὶ πολλαὶ αἱ κατὰ μέρος λευκότητες· τὸ γὰρ λευκὸν ἢ ἐν ψιμμυθίῳ ἐστὶν ἢ ἐν χιόνι ἢ ἐν κύκνῳ· ταῦτα οὖν πάντα ὑπὸ τὸ αὐτὸ ἁπλῶς λευκὸν ἀνήγαγον. ὡσαύτως δὲ καὶ τὸ μέλαν καὶ τὸ φαιόν. καὶ τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ χρῶμα. ἔστι δὲ πάλιν γλυκὺ πικρὸν θερκὸν3 ψυχρόν. ταῦτα οὖν πάντα τὰ ἀπηριθμημένα τὸ χρῶμα τὸ γλυκὺ τὸ θερμὸν καὶ τὰ παραπλήσια πάντα ἀνήγαγον ὑπό τι κοινὸν γένος τὸ ποιόν. ποιὸν δέ ἐστιν ἀφ’ οὗ παρωνύμως τὸ μετέχον ὀνομάζεται· ἀπὸ γὰρ τῆς λευκότητος λέγεται λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς λέγεται γραμματικός.

同样地,从这棵无花果树或这株葡萄藤、这株悬铃木以及这株橄榄树,他们将自己提升至普遍的无花果树、葡萄藤、橄榄树与悬铃木。他们又将这些——即普遍的无花果树、葡萄藤、橄榄树及其他植物——提升至包含个别植物的某一共通属,即植物。于是他们拥有了两个共通性:动物的共通性与植物的共通性。他们又将动物与植物提升至有魂之物;因为植物亦是有魂之物;因为它生长、摄取营养并繁殖与自身相似之物。但既然与有魂之物相对立的是无魂之物,而无魂之物即是不分有灵魂之物,例如石头、木头以及与这些相似的一切(而在个别事物中这些是众多且无限的),正因如此,他们又从个别的石头将自己提升至普遍的石头,从个别的木头提升至普遍的木头,从其余事物上亦同样如此,并从普遍的石头与普遍的木头提升至包含所有这些事物的某一共通属,即无魂之物。于是他们拥有了两个共通性:有魂之物与无魂之物。他们又将这些提升至某一共通属,即物体,它是在三维上延展的;确实,石头、木头、人以及一切作为物体的事物,全都具有三个维度。他们又从灵魂、天使及诸如此类的事物,将自己提升至与物体处在相反对应状态的非物体的某种共通性;因为前者在三维上延展且完全可分,而后者则全然无部分且无延展。于是他们探究两者之中的共通之物是什么,并发现二者皆是实体;因为物体是实体,而非物体之物(如灵魂、天使、神)亦是实体。于是,既然实体的名称表明的是自立自存之物,他们便能够将自己提升至实体这某一共通属。而我们亦可从相反之物了解所论述的内容:存在着一些事物,它们无法依其自身而自存,而是在他物中拥有其存在,它们亦被称为偶性,如白、黑、甜及诸如此类之物;因为这些无法依其自身而自存,白必然自存于白铅粉中或牛奶中,而它们都是物体,其余事物亦同样如此。因此,凡能够依其自身而自存、且为了自存不需要任何他物的事物,都被称为实体,例如人、灵魂、石头及所有诸如此类之物。正如所说的那样,他们于是上升到了实体这某种共通性。那么,既然哲学家承诺成为一切存在者的知晓者,实体难道就包含了一切存在者吗?绝非如此。因为他们又在某处发现了诸如二、十、二十,他们将这些提升至数这一共通属。他们又发现了大和小,并将这些称为连续的。既然数与连续之物作为数量而言彼此相通(因为二者各自皆是数量),他们便将这些提升至普遍的数量。于是他们拥有了包容许多事物的两个共通性:实体与数量。另外,存在着某种白色的东西,而个别的白是众多的;因为白色的东西要么存在于白铅粉中,要么存在于雪中,要么存在于天鹅中;因此他们将所有这些归入单纯相同的白之下。黑与灰亦同样如此。他们将这类事物归入颜色之下。此外,又存在着甜、苦、热、冷。因此,他们将所有这些被列举之物——颜色、甜、热以及所有相似之物——都归入性质这一共通属之下。性质乃是分有它的事物从中以派生方式被命名之物;因为由白性而被称为白的,由文法而被称为文法学家。

语法注3 条
  1. 2.0ἀντιπεπονθότως τῷ σώματι ἔχουσαν

    副词 ἀντιπεπονθότως(相互对立地、反比例地)与分词 ἔχουσαν(ἔχω 加副词表示状态)结合,支配与格 τῷ σώματι。紧随其后的句子阐明了这种相反对应的关系:物体是三维延展且完全可分的,而非物体则是完全无部分且无延展的。

  2. 2.0ἔσχον οὖν ἀναγαγεῖν ἑαυτούς

    动词 ἔσχον(ἔχω 的不定过去时)接不定式 ἀναγαγεῖν,构成表示可能性的句型(“得以/能够提升自己”)。基于句末独立属格所指出的“实体之名指示自立自存之物”,他们得以将物体与非物体两者均提升至实体这一共同的属。

  3. 2.0θερκὸν

    抄本或校勘本中 θερμόν 的讹误形式。从其相对的概念组合“甜/苦、热/冷”(γλυκὺ πικρὸν θερμὸν ψυχρόν)以及紧随其后的复述“颜色、甜、热”(τὸ χρῶμα τὸ γλυκὺ τὸ θερμὸν)可以确定,它表示“热的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:18.2-19.27