← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§16.2-18.2

伦理德性的定义与上升至普遍者的根据

在引述毕达哥拉斯诗句并界定品格的本质(作为防范过度与不及的秩序)后,作者结束了对哲学的总论,转而阐述从个别、可变且无限之物上升至普遍、永恒且有限之知的认识论根据,以此开启对波菲利《导论》的阐发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#9

ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι, αὐτὰρ ἔπειτα αἰσχρὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου. καὶ περὶ μὲν τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ καὶ κατὰ τὸν οἰκεῖον καιρὸν εἰρήσεται. Νυνὶ δὲ περὶ τῆς τοῦ ἠθικοῦ διαιρέσεως δεῖ εἰπεῖν, καὶ πρῶτόν γε τί ἐστιν ἦθος. ἦθος τοίνυν ἐστὶν ἀνθρώπου κόσμος, κόσμος δὲ ἡ ἑκάστου τελειότης, ἣ διὰ τῆς τῶν ἄκρων στερήσεως ἤγουν παρατηρήσεως1 κατορθοῦται τῆς τε ὑπεροχῆς καὶ τῆς ἐνδείας. ἀκοσμία γὰρ ὅ τε πλεονασμὸς καὶ ἡ ἔλλειψις· καὶ γὰρ εἴποι τις ἄκοσμον τὸν ἄνθρωπον ἐνδεᾶ τινος μορίου οἷον χειρὸς ἢ ἑτέρου μορίου, εἴποι δὲ ἄκοσμον πάλιν καὶ τὸν περιττεύοντα μορίοις τισὶ τοῦ ἀνενδεοῦς οἷον ἑξαδάκτυλον ἢ ἑξάχειρα, ὡς τοὺς κατὰ Ἀπολλώνιον τὸν ποιητὴν γίγαντας. οὔκουν ἀκοσμία ἥ τε ὑπεροχὴ καὶ ἡ ἔλλειψις, αἱ δὲ ἀκοσμίαι ἀτελεῖς εἰσι, τὸ γὰρ ἐναντίον ταύταις ὁ κόσμος· τελειότης ἄρα ἐκ τῆς παρατηρήσεώς ἐστι τοῦ τε πλεονασμοῦ καὶ τῆς ἐνδείας, αἵπερ εἰσὶν ἀτέλειαι· τελειότης γὰρ ἐναντίον ἀτελείᾳ· τὰ δὲ ἐναντία διὰ τῆς τῶν ἐναντίων παρατηρήσεως κατορθοῦται. Ἐμάθομεν τοίνυν τί ἐστι φιλοσοφία καὶ ποῖα αὐτῆς τὰ μέρη. θεία τοίνυν ἐστὶ καὶ ἐφετή, καὶ καλῶς περὶ αὐτῆς ἐρρέθη ὅτι ‘τοιοῦτον ἀγαθὸν οὔτε ἦλθε πρὸς ἀνθρώπους οὔτε ἥξει ποτέ’. τοσαῦτα μὲν κοινῶς ὑπὲρ φιλοσοφίας εἰρήσθω· ἰδίᾳ δὲ περὶ τοῦ προκειμένου βιβλίου λέγομεν ταῦτα. Εἴρηται ὅτι φιλοσοφία γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν. ἐζήτησαν οὖν οἱ φιλόσοφοι, τίνα ἂν τρόπον γένοιντο τῶν ὄντων ἐπιστήμονες. καὶ ἐπειδὴ ἑώρων τὰ κατὰ μέρος γεννητὰ καὶ φθαρτὰ ὄντα, ἔτι δὲ καὶ ἄπειρα, ἡ δὲ ἐπιστήμη ἀϊδίων τε καὶ πεπερασμένων ἐστὶ γνῶσις (τὸ γὰρ γνωστὸν βούλεται ὑπὸ τῆς γνώσεως περιλαμβάνεσθαι, τὸ δὲ ἄπειρον ἀπερίληπτον), ἀνήγαγον ἑαυτοὺς ἀπὸ τῶν κατὰ μέρος ἐπὶ τὰ καθόλου ἀΐδια ὄντα καὶ πεπερασμένα. ὡς γάρ φησιν ὁ θεῖος Πλάτων, ‘ἐπιστήμη εἴρηται παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς καὶ ὅρον τινὰ ἄγειν2 τῶν πραγμάτων’. τοῦτο δὲ ποριζόμεθα διὰ τῆς εἰς τὰ καθόλου ἀναδρομῆς. ἀνέδραμον οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων ἐπὶ τὸν καθόλου ἄνθρωπον· οὐ προτίθενται γὰρ οἱ φιλόσοφοι πόσοι εἰσὶν ἐν τῷ κόσμῳ ἄνθρωποι γνῶναι, ἀλλὰ τίς ἡ φύσις τοῦ ἀνθρώπου, ὅτι ζῷον λογικὸν θνητόν ἐστιν· ὁ γὰρ τοῦτο ἐγνωκὼς εἴσεται καὶ πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους καὶ τοὺς ἤδη γενομένους καὶ τοὺς αὖθις ἐσομένους. οὕτως οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων ἀνήγαγον ἑαυτοὺς εἴς τινα κοινότητα τὴν τοῦ ἀνθρώπου, πάλιν ἀπὸ τῶν κατὰ μέρος ἵππων ἐπί τινα κοινότητα τὴν τοῦ ἵππου περιεκτικὴν πάντων τῶν κατὰ μέρος, εἰρηκότες ὅτι ἵππος ἐστὶ ζῷον τετράπουν χρεμετιστικόν· οὐ γὰρ τοὺς κατὰ μέρος ἵππους βούλεται γνῶναι ὁ φιλόσοφος, οἷον τίς ἐστιν ὁ Ξάνθος καὶ τίς ὁ Βαλίας, ἀλλὰ τίς ὁ καθόλου ἵππος. τὰ γὰρ καθόλου ἀεὶ ὡσαύτως ἔχουσι καὶ οὐ νῦν μὲν οὕτως, αὖθις δὲ ἑτέρως, ὥσπερ καὶ τὰ μερικά· ἄλλη γὰρ φύσις ἡ τοῦ Βαλίου ἵππου καὶ ἄλλη ἡ τοῦ Ξάνθου, ὥσπερ ἄλλη φύσις Πλάτωνος καὶ ἄλλη Ἀλκιβιάδου, ὁ δὲ καθόλου ἄνθρωπος καὶ ὁ καθόλου ἵππος ἀεὶ ὡσαύτως ἔχει· πᾶς γὰρ ἵππος ζῷόν ἐστι τετράπουν χρεμετιστικόν, καὶ πάλιν πᾶς ἄνθρωπος ζῷον λογικὸν θνητόν. ὁμοίως καὶ ἐπὶ κυνὸς καὶ τῶν ἄλλων εἰδῶν τοῦ ζῴου. θεασάμενοι οὖν ταῦτα τὰ εἴδη, εἰ καὶ πεπερασμένα, ἀλλ’ οὖν τῇ ἀνθρωπίνῃ διανοίᾳ ἀπερίληπτα (οὐδὲ γὰρ θαυμαστὸν πολλὰ ἡμῖν εἶναι ἄγνωστα ζῷα), ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ζῴου περιεκτικὴν πάντων τῶν κατὰ μέρος. καὶ γὰρ ὁ ἄνθρωπος ζῷον καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ ἄλλα καθὸ ζῷα οὐδὲν διαφέρουσι· πάντα γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρχουσιν. ὁ οὖν ἐγνωκὼς τί ποτέ ἐστι τὸ ζῷον, ἐγνωκὼς ἔσται3 πάντα τὰ ζῷα.

“从第一件事开始彻底省察,然后,若做了可耻之事便谴责自己,若做了善事便欢喜”。关于家政与政治,将在相宜的时候被论述。而现在应当论述伦理的划分,首先是品格究竟为何物。品格乃是人的秩序,而秩序是每一事物的完满,它通过对两极端的剥除,即对过度与不及的防范而被达成。因为混乱即是过多与不足;确实,有人会称一个欠缺某种肢体(例如手或其他肢体)的人是无秩序的,亦会称在完满状态之上多出某些肢体的人是无秩序的,例如长着六指或六臂的人,犹如诗人阿波罗尼奥斯笔下的巨人们。因此过度与不及乃是无秩序,而诸种无秩序是不完满的,因为与它们相反的乃是秩序;因此完满产生自对过度与不及的防范,而它们正是不完满;因为完满与不完满相反,而相反的事物是通过对相反事物的防范而被达成的。 于是,我们了解了哲学为何物,以及它具有怎样的部分。因此它是神圣且令人向往的,关于它,人们精辟地说道:‘这样的善既未曾降临于人类,亦永远不会再来’。关于哲学总体就谈这么多;而关于眼前的这部著作,我们专门说明如下。人们曾说,哲学乃是对存在者作为存在者的知识。哲学家们于是探究,他们能以何种方式成为存在者的知晓者。既然他们看到个别事物是有生有灭的,而且是无限的,而知识乃是对永恒且有限之物的认识(因为可知之物意在被知识所把握,而无限之物是不可把握的),他们便将自己从个别事物提升至作为永恒且有限的普遍事物。正如神圣的柏拉图所言:‘知识之所以得名,是因其将我们带引至事物的止步与某种界限’。而我们正是通过向普遍事物的溯求而获得这一点的。于是他们从具体的个别人溯求至普遍的人;因为哲学家们并不打算去知道世界上有多少人,而是探究人的本性是什么,即人是有死的理性动物;因为知晓了这一点的人,亦将知晓世界上的所有人,包括已经出生的和将来会存在的。因此,他们就这样从个别的人将自己提升至人的某种共通性,又从个别的马提升至包容所有个别马的某种马的共通性,宣称马是四足嘶鸣的动物;因为哲学家不想知道个别的马,例如谁是克桑托斯、谁是巴利俄斯,而是想知道普遍的马是什么。因为普遍事物总是处于相同状态,并不像个别事物那样此刻如此而稍后又别样;因为马巴利俄斯的本性是一回事,克桑托斯的本性是另一回事,正如柏拉图的本性是一回事,阿尔基比亚德斯的本性是另一回事,但普遍的人与普遍的马却总是处于相同状态;因为每一匹马都是四足嘶鸣的动物,同样每一个人都是有死的理性动物。在犬以及动物的其他种上亦同样如此。因此,他们观照了这些种,即便它们是有限的,然而对于人类的心智而言仍是不可把握的(因为许多动物对于我们来说是未知的,这并不足为奇),他们便将自己提升至包容所有个别事物的某种动物的共通性。因为人是动物,马、犬及其他事物亦是,它们作为动物而言毫无差别;因为它们全都是具感觉的有魂实体。因此,那个知晓了动物究竟为何物的人,就将是知晓了一切动物的人。

语法注3 条
  1. 2.0ἤγουν παρατηρήσεως

    连词 ἤγουν 引入了对前述短语 τῆς τῶν ἄκρων στερήσεως(“两极端的剥除/欠缺”)的解释性说明,将消极的“剥除”转换为对过度与不及的主动“防范”或“审慎规避”。

  2. 2.0παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς καὶ ὅρον τινὰ ἄγειν

    介词 παρά 连同冠词不定式短语表示词源由来(“因其将我们带引至……”)。这体现了将 ἐπιστήμη 与 ἵστημι / στάσις(静止、驻足)相联系的古代经典词源解释。

  3. 2.0ἐγνωκὼς ἔσται

    由完成时分词 ἐγνωκώς 与将来时动词 ἔσται 构成的迂回将来完成结构。它强调的不是将来发生的一个简单认知动作,而是将处于一种完满把握并持有该知识的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:16.2-18.2