- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:14.1-16.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥根据连续量与离散量及其在运动和关系上的区分,推导了数学为何划分为四门(几何学、天文学、算术与音乐),继而将实践哲学划分为伦理、家政与政治三门,并指出每一门皆包含立法与司法两部分,引用毕达哥拉斯学派诗句与伊索克拉底加以印证。
Διὰ τί δὲ εἰς τέσσαρα διαιρεῖται ἡ μαθηματικὴ καὶ μὴ εἰς πλείονα ἢ εἰς ἐλάττονα, νυνὶ λέγωμεν. ἰστέον ὅτι τὸ μαθηματικὸν περὶ τὸ ποσὸν καταγίνεται. τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι συνεχές, τὸ δὲ διωρισμένον. διαιρεῖται δὲ τούτων ἕκαστον εἰς δύο· τὸ μὲν συνεχὲς εἴς τε τὸ κινητὸν καὶ τὸ ἀκίνητον (τοῦ κινητοῦ πάλιν τὸ μὲν ἀεικίνητον τὸ δὲ οὐκ ἀεικίνητον), τὸ δὲ διωρισμένον ποσὸν εἰς τὸ καθ’ αὑτὸ καὶ τὸ πρός τι. ποσὸν συνεχὲς ἐν θέσει ἀκίνητόν ἐστιν ἡ γῆ, περὶ ἣν καταγίνεται ἡ γεωμετρία· ἔστιν οὖν ἡ γεωμετρία γνῶσις ποσοῦ συνεχοῦς ἀκινήτου ἐν θέσει. ποσὸν ἀεικίνητόν ἐστιν ὁ οὐρανός, περὶ ὃν καταγίνεται ἡ ἀστρονομία· καὶ ἔστιν ἡ ἀστρονομία γνῶσις ποσοῦ συνεχοῦς ἀεικινήτου. καταγίνεται δὲ ἡ ἀστρονομία καὶ ἡ γεωμετρία περὶ τὸ συνεχὲς ποσόν, συνεχὲς δέ ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. ἐλέγομεν δὲ καὶ τοῦ διωρισμένου ποσοῦ τὸ μὲν εἶναι καθ’ αὑτὸ τὸ δὲ πρός τι· ποσὸν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμός, ὅταν αὐτὸν καθ’ ἑαυτὸν σκοπῶμεν, οἷον τὸν ἀρτιάκις ἄρτιον ἢ τὸν περισσάρτιον ἀριθμόν, καὶ μὴ τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν κατὰ τὸ συμβεβηκὸς (τοῦτο γὰρ μουσικῆς, καταγίνεται οὖν περὶ τοῦτο), ποσὸν οὖν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμὸς ἐφ’ ἑαυτοῦ σκοπούμενος. ἡ ἀριθμητικὴ οὖν ἐστι γνῶσις ποσοῦ καθ’ αὑτὸ διωρισμένου. ποσὸν δὲ διωρισμένον πρὸς ἕτερόν ἐστιν ἡ σχέσις ἡ πρὸς ἄλληλα τῶν τόνων, περὶ ἣν ἡ ἁρμονία καταγίνεται, ἣν δι’ ἀριθμοῦ γνωρίζομεν, περὶ ἣν καταγίνεται ἡ μουσική. καὶ ἔστιν ἡ μουσικὴ γνῶσις ποσοῦ διωρισμένου σχέσιν ἔχοντος ἑτέρου πρὸς ἕτερον· δέδεικται οὖν ὅτι ἡ μουσικὴ καὶ ἡ ἀριθμητικὴ περὶ τὸ διωρισμένον ποσὸν καταγίνονται. διωρισμένον δέ ἐστιν οὗ τὰ μόρια καθ’ αὑτὰ θεωρεῖται ὡς μὴ συνεφέλκεσθαι ἀλλήλοις. εἰς πόσα μὲν οὖν καὶ τίνα τὸ θεωρητικὸν διαιρεῖται καὶ τί ἔχει πέρας, ἐκ τῶν εἰρημένων δῆλον. Ἐπειδὴ δὲ καὶ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας εἰρήκαμεν, ἀνάγκη καὶ τοῦτο διελεῖν. διαιρεῖται τοίνυν τὸ πρακτικὸν εἴς τε τὸ ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικόν. ὁ γὰρ πράττων τι ἀγαθὸν ἢ εἰς ἑαυτὸν πράττει κοσμῶν αὑτοῦ τὰ ἤθη καὶ τὸν βίον καὶ λέγεται ἠθικός, ἢ εἰς τὸν ἑαυτοῦ οἶκον καὶ λέγεται οἰκονομικός, ἢ τὴν ὅλην κοσμεῖ πόλιν καὶ λέγεται πολιτικός. τινὲς δέ φασιν ὅτι ὁ πολιτικὸς καὶ ἠθικός ἐστι καὶ οἰκονομικός (ὁ γὰρ πόλιν ὅλην δυνάμενος κοσμῆσαι πολλῷ μᾶλλον καὶ ἑαυτὸν καὶ τὸν οἶκον), καὶ εἰς ταὐτὸν ἄγουσι τῷ πρακτικῷ τὸ πολιτικόν.1 πρὸς οὓς ἐροῦμεν ὅτι πολλοί τινες κενοδοξίᾳ νικώμενοι τὴν μὲν πόλιν κοσμοῦσιν, ἑαυτῶν δὲ καταφρονοῦσιν. ὥστε διῄρηται τὰ εἰρημένα τρία τοῦ πρακτικοῦ εἴδη ἀπ’ ἀλλήλων. τούτων δὲ ἕκαστον διαιρεῖται εἴς τε τὸ νομοθετικὸν καὶ δικαστικόν· ὁ γὰρ πολιτικὸς φιλόσοφος ἢ νόμους τίθησι, καθ’ οὓς δεῖ ζῆν τοὺς ἐν τῇ πόλει, ἢ δικάζει καὶ τοὺς μὲν γερῶν ἀξιοῖ τοὺς δὲ παρατρέψαντάς τι τῶν κειμένων νόμων κολάζει. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν τῷ οἰκονομικῷ θεωρεῖται τὸ νομοθετεῖν καὶ δικάζειν· καὶ γὰρ ἐν τῷ οἴκῳ νόμους τίθεμεν καὶ δικάζομεν τῶν οἰκετῶν ἢ υἱῶν τοὺς παραβαίνοντας.2 οὐ μόνον δὲ ἐν τῷ οἰκονομικῷ ταῦτα θεωρεῖται, ἀλλὰ καὶ ἐν τῷ ἠθικῷ. καὶ γὰρ καὶ ὁ ἠθικὸς νόμους τίθησιν ἑαυτῷ, ὅταν λέγῃ κρατεῖν δ’ εἰθίζεο τῶνδε·3 γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου καὶ φιλότητος, καὶ πάλιν ὁπόταν Ἰσοκράτης λέγῃ “τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τίμα, τοὺς δὲ φίλους αἰσχύνου”. οὗτοι γὰρ ἠθικοὶ λόγοι τε καὶ νόμοι ὑπάρχουσι. καὶ δικάζει δ’ ἑαυτὸν ὅτε φησὶν μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι,4 πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν· πῇ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;
至于数学为何被划分为四门,而既不多于此亦不少于此,我们现在就来说明。应当知道,数学事物是专事于数量的。而在数量中,一种是连续的,另一种是离散的。这两者中的每一者又被划分为二:连续数量划分为可动的与不可动的(在可动之中,又有一者是恒动的,另一者则非恒动),而离散数量则划分为自身性的与相对性的。在位置上不可动的连续数量是大地,几何学专事于此;因此,几何学是对在位置上不可动的连续数量的知识。恒动的[连续]数量是天体,天文学专事于此;天文学是对恒动的连续数量的知识。天文学与几何学专事于连续数量,而连续的乃是其各部分在某个共同界限处相互接合的事物。我们曾说过,离散数量中有一者是自身性的,另一者是相对性的:自身性的离散数量是数,当我们就其自身来考察它时,例如偶倍偶数或奇偶数,而非考察其依附性地对另一者的关系(因为这属于音乐,所以[音乐]专事于此);因此自身性的离散数量是就其自身被考察的数。算术便是对自身离散数量的知识。另一方面,对另一者的离散数量乃是音调彼此之间的关系,和声专事于此,我们通过数来认识它,音乐专事于此。音乐便是对一者对另一者具有关系的离散数量的知识;因此已经显明,音乐与算术专事于离散数量。而离散的乃是其各部分被就其自身观照、以致不彼此相互牵带的事物。因此,理论部分被划分为多少门、哪些门,且具有怎样的界限,从上述言论中已然显明。 既然我们亦提及了哲学的实践部分,便有必要将此部分亦加以划分。实践部分划分为伦理的、家政的与政治的。因为实行某种善的人,要么朝向自身而行,整饬自身的品格与生活,被称为伦理的;要么朝向自己的家室而行,被称为家政的;要么整饬整个城邦,被称为政治的。但有些人说,政治家既是伦理的又是家政的(因为能够整饬整个城邦的人,更能整饬自身与家室),并将政治的部分与实践的部分等同起来。对于他们我们要说,许多人被虚荣所战胜,整饬城邦,却轻慢自身。所以上述实践的三种形式彼此是分离的。这三者中的每一者又被划分为立法的与司法的;因为政治哲学家要么制定城邦中的人们所应当依之生活的法律,要么进行审判,认为有些人配得荣誉,而惩罚那些偏离了既定法律的人。但应当知道,在家庭事务中亦可看到立法与审判;因为在家庭中我们亦制定法律,并审判家仆或儿子中违背规则的人。这些不仅在家庭事务中被看到,亦在伦理事务中被看到。因为伦理之人亦在给自己制定法律,当说道: “要习惯于克制这些:首先是口腹,以及睡眠与欲念”,又如当伊索克拉底说“敬畏神明,尊敬父母,敬重朋友”时。因为这些乃是伦理的言论与法律。而当他说: “在将白昼的作为逐一省察三次之前,切莫让睡眠降临于柔软的双眼:‘我何处逾矩?我做了何事?我当尽的本分有何未曾完成?’” 时,他亦在审判自身。
- 2.0καὶ εἰς ταὐτὸν ἄγουσι τῷ πρακτικῷ τὸ πολιτικόν
短语 ἄγω εἰς ταὐτόν τινος / τινι 意为“将某物与……等同”或“视作同一”。与格 τῷ πρακτικῷ 依附于 ταὐτόν,而宾格 τὸ πολιτικόν 是 ἄγουσι 的直接宾语。
- 2.0τῶν οἰκετῶν ἢ υἱῶν τοὺς παραβαίνοντας
属格 τῶν οἰκετῶν ἢ υἱῶν 是依附于定语分词 τοὺς παραβαίνοντας 的部分属格(“家仆或儿子中违背规则的人”)。整个词组充当动词 δικάζομεν 的宾语。
- 2.0κρατεῖν δ’ εἰθίζεο τῶνδε
引自毕达哥拉斯学派《金言》(第9–10行)。εἰθίζεο 为现在时中被动态第二人称单数命令式(未缩约形式,相当于 εἰθίζου)。不定式 κρατεῖν 支配属格 τῶνδε 并受 εἰθίζεο 支配。
- 2.0μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι
同样引自《金言》(第40–42行)。接在否定词 μηδέ 之后的不定式 προσδέξασθαι 用作命令(命令式不定式)。其后连接 πρὶν … ἐπελθεῖν(“在……回顾之前”)。
