- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:12.6-13.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安莫尼乌依据存在者的划分与定义论述理论哲学分为神学、数学与物理学的依据,并阐释组成数学的四艺(算术、几何学、音乐、天文学)的特性。
τῶν οὖν ὄντων τὰ μέν ἐστι παντάπασι χωριστά τὰ δὲ παντάπασιν ἀχώριστα τὰ δὲ κατά τι μὲν χωριστὰ κατά τι δὲ ἀχώριστα τὸ οὖν θεωρητικὸν διαιρεῖται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. τὰ μὲν οὖν παντάπασι χωριστὰ ἀπονέμουσι τῷ θεολογικῷ μέρει, τὰ δὲ παντάπασιν ἀχώριστα τῷ φυσιολογικῷ, τὰ δὲ κατά τι μὲν χωριστὰ κατά τι δὲ ἀχώριστα τῷ μαθηματικῷ. ὅτι δὲ τὰ μὲν ἔνυλα εἴδη παντάπασιν ἀχώριστά ἐστι τῆς ὕλης τὰ δὲ μαθηματικὰ χωριστά, δῆλον καὶ ἐκ τῶν ὁρισμῶν κύκλον γὰρ ὁριζόμενοι οὐδεμίαν ὕλην παραλαμβάνομεν λέγοντες ‘κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον,1 πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περιφέρειαν ἴσαι ἀλλήλαις εἰσίν’. οἶκον δὲ ὁριζόμενοι ἄνευ ὕλης ἀδυνατοῦμεν ὁρίζεσθαι φαμὲν οὖν ‘οἶκός ἐστι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων ἐκ λίθων καὶ ξύλων’. εἰ γὰρ μὴ προσθῶμεν τὴν ὕλην, δυνατὸν καὶ σκηνὴν καὶ ἑτέραν τοιαύτην νοῆσαι σκέπην. μέσον δέ ἐστι τὸ μαθηματικὸν εἰκότως ἐπεὶ γὰρ οὐ δυνάμεθα ἀμέσως ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ θεῖα ἀνάγεσθαι καὶ ἀπὸ τῶν παντάπασιν ἀχωρίστων τῆς ὕλης ἐπὶ τὰ παντάπασι χωριστά, ὁδεύομεν διὰ τῶν μαθημάτων, τῶν κατά τι μὲν χωριστῶν κατά τι δὲ ἀχωρίστων. διὰ τοῦτο γὰρ καὶ μαθήματα λέγεται, ὅτι δεῖ αὐτὰ μαθόντας καὶ ἐθισθέντας νοεῖν ἀσωμάτως ἀνάγεσθαι ἐπὶ τὰ θεῖα. καὶ γὰρ ὁ θεῖός φησι Πλωτῖνος ‘‘παραδοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως’’. ἐὰν γὰρ βουληθῶμεν εὐθὺς ἀπὸ τῶν φυσιολογικῶν ἐπὶ θεολογίαν ἀμέσως αὐτοὺς ἀναγαγεῖν, τυφλώττομεν, καθάπερ οἱ ἐκ σκοτεινοτάτου οἴκου εἰς πεφωτισμένον ἀμέσως εἰσερχόμενοι· δεῖ γὰρ πρότερον ἐν οἴκῳ διατρίβειν σύμμετρον ἔχοντι φῶς, εἶθ’ οὕτως ἐλθεῖν εἰς τὸν φωτεινότατον. οὕτως οὖν μετὰ τὰ φυσικὰ δεῖ διατρίψαντας ἐν τοῖς μαθήμασιν ἀνάγεσθαι ἐπὶ θεολογίαν· κλῖμαξ γάρ τις καὶ γέφυρά ἐστι τὰ μαθήματα κοινωνοῦντα μὲν τοῖς φυσικοῖς καθὸ ἀχώριστα τοῖς δὲ θείοις καθὸ χωριστά. Καὶ τὸ φυσιολογικὸν μὲν οὖν καὶ τὸ θεολογικὸν ὑποδιαιρέσεις τινὰς ἐπιδέχονται, ἀλλὰ τὰς μὲν τούτων ὑποδιαιρέσεις ὡς ἀσυμμέτρους οὔσας εἰσαγωγικαῖς ἀκοαῖς σιωπήσωμεν, τὸ δὲ μαθηματικὸν διαιρεῖται εἰς τέσσαρα, εἰς γεωμετρίαν καὶ ἀστρονομίαν καὶ μουσικὴν καὶ ἀριθμητικήν. καὶ ἡ μὲν ἀριθμητικὴ τοὺς ἀριθμοὺς ἐπισκέπτεται (ἔστι δὲ θεῖα τὰ ἀριθμητικὰ θεωρήματα· οὐ γὰρ τὸν λεγόμενον ἀριθμὸν παρὰ τοῖς ἰδιώταις, καθ’ ὃν ἀπαριθμοῦνται, θεωρεῖ ἡ ἀριθμητική, ἀλλὰ τὰ εἴδη τοῦ ἀριθμοῦ ὁποίαν σχέσιν ἔχουσι πρὸς ἄλληλα, οἷον ὁ ἓξ πρὸς τὰ τρία τὸν διπλάσιον ἔχει λόγον καὶ ὁ ἐννέα πρὸς τὸν ἓξ τὸν ἡμιόλιον. ἔτι γε μὴν καὶ τὰς γενέσεις τῶν ἀριθμῶν τοῦ τε ἀρτίου καὶ τοῦ περιττοῦ καὶ τοῦ περισσαρτίου καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐπισκέπτεται), ἡ δὲ γεωμετρία τὰ μεγέθη καὶ τὰ σχήματα, ἡ δὲ μουσικὴ τὰς τῶν χορδῶν συμφωνίας. ἐπιτηδεύει δὲ καί τινα μέλη κοιμίζοντα μὲν τὰ τῆς ψυχῆς πάθη, διεγείροντα δὲ αὐτὴν ἐπὶ ἀρετήν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῖ τὰ ἔτι σωζόμενα ἴχνη καὶ οἷον ἀποπτώσεις τῆς μουσικῆς· ἀκούοντες γοῦν σάλπιγγος θυμικώτερον διατιθέμεθα (καὶ διὰ τοῦτο ἐν τοῖς πολέμοις ἡ σάλπιγξ ἐπιτηδεύεται). ἀκούοντες δὲ θεατρικῶν μελῶν ἐκλυτώτερον διακείμεθα τὰς ψυχάς. φέρεται δὲ καὶ ἱστορία τοιαύτη, ὅτι ὁ Πυθαγόρας ἑωρακώς τινα νέον αὐλητρίᾳ ἔκλυτον μέλος αὐλούσῃ ἑπόμενον κελεῦσαι αὐτὴν στρέψασαν τὸν αὐλὸν αὐλῆσαι, καὶ τούτου γενομένου παῦσαι τοῦ νέου τὴν ἐπιθυμίαν·2 ὥστε οὐ δεῖ ἀπιστεῖν τοῖς λεγομένοις περὶ τῆς θείας μουσικῆς. διὰ τοῦτο καὶ ὁ θεῖος Πλάτων παρακελεύεται τοὺς νέους καὶ διὰ μουσικῆς καὶ διὰ γυμναστικῆς ἰέναι, ἵνα διὰ μὲν τῆς μουσικῆς τὴν ψυχὴν ἐπικοσμῶσι, διὰ δὲ τοῦ γυμνασίου τὸ σῶμα. ἡ δὲ ἀστρονομία καταγίνεται περὶ τὰς ἐποχὰς τῶν ἀστέρων.3
因此,在诸存在者中,有些是完全分离的,有些是完全不可分离的,有些则在某种意义上是分离的而在某种意义上是不可分离的;所以理论部分被划分为神学的、数学的与物理学的。于是,他们将完全分离的事物归于神学部分,将完全不可分离的事物归于物理学部分,而将某种意义上分离且某种意义上不可分离的事物归于数学部分。而具质料的形相完全不可脱离质料,数学事物则是分离的,这从定义中亦显而易见:因为我们在定义圆时并不引入任何质料,说道‘圆是由一条线所包围的平面图形,向它〔该线〕,从处于该图形内部者之中的一个点落向圆的圆周的一切直线皆彼此相等’。然而我们在定义房屋时,离开质料便无法定义;因此我们说‘房屋是由石头和木头构成的、能阻挡雨水与酷热的遮蔽物’。因为若我们不加上质料,便也可能想到帐篷及另一类此类遮蔽物。数学部分居于中间乃是理所当然的;因为既然我们无法直接从自然事物上升到神圣事物,从完全不可脱离质料的事物上升到完全分离的事物,我们便途经各门学艺(mathemata),即那些在某种意义上分离而在某种意义上不可分离的事物。正因此它们亦被称为学艺(mathemata),因为人们必须在习得它们并习惯于以非物体的方式思考之后,被引导上升至神圣事物。确实,神圣的普罗提诺亦说:“应当把学艺传授给年轻人,以使他们习惯于非物体的本性。” 因为如果我们意图立刻从物理学课题将他们直接引导上升至神学,我们便会目眩失明,正如那些直接从极黑暗的房屋进入明亮房屋的人一样;因为人必须先在具有适度光线的房屋中停留,然后才进入最明亮的房屋。因此在自然事物之后,必须在各门学艺中停留,然后被引导上升至神学;因为学艺是某种阶梯和桥梁,在不可分离的意义上分有于自然事物,而在分离的意义上分有于神圣事物。物理学部分与神学部分虽亦容纳某些细分,但因这些细分与入门者的听觉不相称,我们且保持沉默;数学部分则被划分为四门:几何学、天文学、音乐与算术。算术考察数(算术定理是神圣的;因为算术所观照的并非在外行人那里所说的依之计数的数,而是数的形式彼此具有怎样的关系,例如六对三具有两倍的比,九对六具有一又二分之一的比;此外它还考察数的生成,偶数、奇数与偶奇数等等,以及诸如此类的许多事物);几何学[考察]量度与形状;音乐[考察]琴弦的谐音。它还施用某些旋律,既平息灵魂的受动,又激励灵魂趋向德性。此事确实如此,这由音乐至今仍保存的痕迹与可谓退化的遗存所显明:至少当我们听到军号时,我们变得更为激昂(正因如此在战争中才使用军号);而听到剧场的曲调时,我们的灵魂变得更为懈怠。亦流传着这样一个故事:毕达哥拉斯看到某个青年跟着一个吹奏松弛曲调的吹笛女,便吩咐她将笛子反转过来吹奏,此事发生之后便平息了那青年的欲望;是以人们不应不信关于神圣音乐所言说的诸事。正因如此,神圣的柏拉图亦吩咐年轻人应当经由音乐与体操两者而行,以便通过音乐修饰灵魂,通过体操修饰身体。而天文学则专事于诸星辰的留位。
- 2.0κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον
此处引用标准的几何学圆定义。关系从句 πρὸς ἣν... 先行词为 μιᾶς γραμμῆς(圆周),指从内部一点(ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων)向其所引的一切直线(πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι)皆相等。
- 2.0ὅτι ὁ Πυθαγόρας ἑωρακώς τινα νέον αὐλητρίᾳ ἔκλυτον μέλος αὐλούσῃ ἑπόμενον κελεῦσαι αὐτὴν στρέψασαν τὸν αὐλὸν αὐλῆσαι, καὶ τούτου γενομένου παῦσαι τοῦ νέου τὴν ἐπιθυμίαν
此处是 ὅτι 引导间接引语并混合了不定式结构(κελεῦσαι, παῦσαι)的混合句式。主语 ὁ Πυθαγόρας 保留主格并与分词 ἑωρακώς 一致,而述谓动词则转为不定式。短语 στρέψασαν τὸν αὐλὸν 表示通过反转管乐器或改变音栓来变换调式。
- 2.0ἐποχὰς τῶν ἀστέρων
天文学术语 ἐποχή 指天体的“留”或周期运行中的“位置”。在此处与算术、几何学、音乐的研究对象并列,指星辰的位置或停驻运行。
