← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§122.16-124.8

偶性的分有程度与五词比较关系的组合计算

阿摩尼奥斯解释了在偶性分有中所容纳的程度差异(增强与减弱),随后详尽阐述了两种组合计算规则(乘除法与递加法),用以确定五种普遍概念相互比较时所产生的关系总数(十组)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.114

" p. 17,7 Ἐπίτασιν γὰρ καὶ ἄνεσιν ἐπιδέχεται ἡ τῶν συμβεβηκότων μέθεξις." Ἄνθρωπος γὰρ καὶ ἵππος καὶ τὰ ἄλλα εἴδη ὁμοίως τοῦ ζῴου μετέχει (ὁμοίως γάρ ἐστι ζῷα), τὰ δὲ σώματα οὐχ ὁμοίως μετέχει τοῦ λευκοῦ ἢ τοῦ μέλανος· λέγεται γὰρ μᾶλλον καὶ ἧττον εἶναι λευκὸν καὶ μέλαν.

“因为对于偶性的分有容纳增强与减弱。” 因为人、马以及其余各物种同等地分有动物(因为它们同等地是动物),但物体却不同等地分有白色或黑色;因为事物被说成是或多或少地白和黑。

§2.115

" p. 17,14 Τὸ μὲν οὖν γένος ᾗ τῶν ἄλλων τεττάρων διαφέρει." Βούλεται ὁ Πορφύριος ἐνταῦθα δεῖξαι, πόσαι γίνονται σχέσεις ἐκ τῆς πρὸς ἄλληλα παραβολῆς τῶν πέντε· ἔφη γὰρ ὅτι γίνονται σχέσεις οὐχ ὡς ἄν τις ὑπολάβοι εἴκοσι διὰ τὸ δὶς ἕκαστον τῶν πέντε παραβαλεῖν1 πρὸς τὰ λοιπὰ τέσσαρα καὶ παραδίδωσι τὴν μέθοδον, ἣν ἤδη προεξεθέμεθα, δι’ ἧς εὑρίσκομεν πόσαι γίνονται σχέσεις τῶν προκειμένων ὅρων ἐκ τῆς πρὸς ἀλλήλους παραβολῆς. φησὶ γάρ, ὡς ἤδη παρ’ ἡμῶν λέλεκται, ὅτι δεῖ τὸν προτεθέντα τῶν ὅρων ἀριθμὸν πολλαπλασιάζειν ἐπὶ τὸν μονάδι ἐλάττονα καὶ τῶν γινομένων λαβεῖν τὸ ἥμισυ, καὶ τοσαύτας λέγειν γίνεσθαι τὰς σχέσεις· οἷον ἐπὶ τῶν προκειμένων πέντε δεῖ πολλαπλασιάσαι τὸν πέντε ἐπὶ τὸν μονάδι ἐλάττονα, τοῦτ’ ἔστι τὸν τέσσαρα, καὶ γίνονται εἴκοσιν· εἶτα τούτων τὸ ἥμισυ· γίνονται δέκα. τοσαῦτα ἄρα τῶν πέντε γίνονται αἱ πρὸς ἄλληλα σχέσεις. ἡ δὲ αἰτία, δι’ ἣν τὸν τρόπον τοῦτον ποιοῦμεν, ἔστιν αὕτη· δεῖ ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν· διὰ τοῦτο οὖν πεντάκις ποιοῦμεν τὰ τέσσαρα, καὶ γίνονται σχέσεις εἴκοσιν. ἐπεὶ δὲ συμβαίνει δὶς τὰς αὐτὰς σχέσεις περιλαμβάνειν, διὰ τοῦτο ποιοῦμεν τὸ ἥμισυ· παραβάλλοντες γὰρ τὸ γένος πρὸς τὰ λοιπὰ τέσσαρα δῆλον ὅτι καὶ πρὸς τὴν διαφορὰν αὐτὸ παραβάλλομεν· ἐὰν οὖν τὴν διαφορὰν πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλωμεν, συμβαίνει δὶς ἡμᾶς τὸ γένος πρὸς τὴν διαφορὰν παραβάλλειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἔστι δὲ καὶ ἄλλος κανών, καθ’ ὃν μανθάνομεν πόσαι σχέσεις γίνονται τῶν προτεθέντων ὅρων· ἐὰν γὰρ ὦσί τινες ὅροι καὶ προστεθῶσιν ἑτέροις, καθ’ ἕκαστον ὅρον τοσαῦται προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. οἷον τοῦ πρώτου σχέσις οὐκ ἔστιν, ἐὰν δὲ προστεθῇ ἕτερος ὅρος, γίνεται μία σχέσις, ἐπειδὴ εἷς ἦν ὅρος ὁ προκείμενος. πάλιν κἂν ἕτερος προστεθῇ, δύο προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. γίνονται οὖν ἅπασαι τρεῖς σχέσεις. ἐὰν δὲ ἕτερος ὅρος προστεθῇ, τρεῖς προστίθενται σχέσεις, καὶ γίνονται αἱ πᾶσαι σχέσεις ἕξ. ἐὰν δὲ ἄλλος ὅρος προστεθῇ, τέσσαρες προστίθενται σχέσεις, ὥστε γενέσθαι τῶν πέντε ὅρων τὰς πάσας σχέσεις δέκα. καὶ ἄλλως δέ· ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν δεῖ· τὸ γένος οὖν πρὸς τὰ λοιπὰ τέσσαρα παραβαλλόμενον ποιεῖ σχέσεις τέσσαρας, ἡ δὲ διαφορὰ πρὸς μὲν τὸ γένος ἤδη παραβέβληται, ὅτε τὸ γένος παρέβαλλον (ταὐτὸν γάρ ἐστι), πρὸς δὲ τὰ λοιπὰ τρία παραβαλλομένη ποιεῖ σχέσεις τρεῖς, ὥστε γίνεσθαι ἑπτά. πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὴν διαφορὰν ἤδη παραβέβληται, ὥστε κἀκεῖνα πρὸς τοῦτο, πρὸς δὲ τὰ λοιπὰ δύο παραβαλλόμενον ποιεῖ σχέσεις δύο, ὡς γίνεσθαι ἐννέα σχέσεις. πάλιν τὸ ἴδιον πρὸς μὲν τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος ἤδη παραβέβληται, πρὸς δὲ τὸ συμβεβηκὸς παραβαλλόμενον ποιεῖ μίαν σχέσιν, ὥστε πάσας γίνεσθαι δέκα. τὸ δὲ συμβεβηκὸς πρὸς οὐδὲν ἔχει παραβάλλεσθαι·2 ἤδη γὰρ πρὸς πάντα παραβέβληται, ὅτε ἐκεῖνα πρὸς αὐτὸ παρεβάλλετο. δῆλον οὖν ὅτι πᾶσαι αἱ σχέσεις γίνονται τέσσαρες, τρεῖς, δύο, μία, τοῦ μὲν γένους τέσσαρες, τῆς δὲ διαφορᾶς τρεῖς, τοῦ δὲ εἴδους δύο, τοῦ δὲ ἰδίου μία, ὥστε αἱ πᾶσαι γίνονται δέκα. [καὶ τὸ ἴδιον οὐκέτι παραβέβληται πρὸς τὸ γένος, ἤδη γὰρ παραβέβληται, ὅτε τὸ γένος πρὸς αὐτό.]

“因此,属在何种方面有别于其余四者[……]”波菲利在这里意图表明,由这五项彼此相互比较会产生出多少种关系;因为他说过,并非如人们所可能设想的那样,由于将这五项中的每一项与其余四项分别比较两次而产生二十种关系,并且他传授了一种方法——即我们先前已经阐明的方法——通过这一方法,我们能够发现由所提出的各项相互比较会产生出多少种关系。因为他说,正如我们先前已经说过的,必须将所提出的项的数目乘以减去一个单位之后的数目,并取所产生者的一半,然后说所产生的关系就是如此之多;例如,在所提出的五项中,必须将五乘以减去一个单位之后的数目即四,便产生出二十;然后取其一半:便产生出十。于是,这五项彼此相互的关系所产生的便是如此之多。而我们之所以按照这种方式行事的理由在于:必须将五项中的每一项与其余四项进行比较;因此我们将四乘以五倍,产生出二十种关系。但既然必然会两次包含相同的关系,因此我们取其一半;因为当我们将属与其余四项进行比较时,显然我们也将其与种差进行了比较;如果我们将种差与其余四项进行比较,那么就会导致我们两次将属与种差进行比较。在其余各项上也是同样。另有一条准则,据此我们能够获知由所提出的项产生出多少种关系;因为如果有一些项,并且被添加到其他项上,那么每增加一项,所增加的关系就与先前所提出的项的数目一样多。例如,第一项自身没有关系,但如果添加另一项,就产生出一种关系,因为先前所提出的项是一个。再次,即使又添加另一项,也会添加两种关系,恰如先前所提出的项的数目。因此总共产生出三种关系。如果再添加另一项,就会添加三种关系,所有的关系就变成了六种。而如果再添加另一项,就会添加四种关系,以至于五项的所有关系总共成为十种。从另一种方式来看也是如此:必须将五项中的每一项与其余四项进行比较;因此属与其余四项进行比较产生四种关系,而种差在他们比较属的时候已经与属进行了比较(因为这是同一回事),但当它与其余三项比较时产生三种关系,从而成为七种。再次,种已经与属和种差进行了比较,因此那些项相对于它也已经比较过了,而当它与其余两项比较时产生两种关系,从而产生九种关系。再次,固有特性已经与属、种差以及种进行了比较,但当它与偶性进行比较时产生一种关系,从而总共成为十种。而偶性则没有可以与之比较的余地;因为当那些项与它进行比较时,它就已经与所有各项比较过了。因此显而易见,所有的关系乃是四、三、二、一——属的有四种,种差的有三种,种的有两种,固有特性的有一种,从而总共成为十种。[并且固有特性不再与属相比较,因为当属与它[比较]时它已经比较过了。]

语法注2 条
  1. 2.115οὐχ ὡς ἄν τις ὑπολάβοι εἴκοσι διὰ τὸ δὶς ἕκαστον τῶν πέντε παραβαλεῖν

    ὡς ἄν τις ὑπολάβοι 是带有潜在祈愿语气(ἄν + 祈愿语气)的插入从句,意为“如人们所可能设想的那样”。数词 εἴκοσι 作表语性补足语指明关系的数目,其后的介词短语带冠词不定式(διὰ τὸ ... παραβαλεῖν)说明了人们为何会错误推算出“二十”的原因。

  2. 2.115τὸ δὲ συμβεβηκὸς πρὸς οὐδὲν ἔχει παραβάλλεσθαι

    动词 ἔχω 与不定式 παραβάλλεσθαι 连用,构成表示可能性的惯用结构,意为“具有可与之相比较的余地/能够被比较”。πρὸς οὐδέν 则是被动不定式所联系的介词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:122.16-124.8