- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:124.9-128.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯梳理了五种普遍概念(属、种差、种、固有特性、偶性)之间的相互比较关系,并注释了种差与种、种与固有特性、种与偶性之间的共通点与固有特征,以及它们的述说方式与分有方式。
" p. 17,23 Λοιπὸν δὲ πῇ διαφέρει τοῦ εἴδους." Ἡ αὐτὴ γάρ ἐστιν σχέσις τοῦ γένους πρὸς τὴν διαφορὰν καὶ τῆς διαφορᾶς πρὸς τὸ γένος τῆς τε διαφορᾶς καὶ κοινωνίας αὐτῶν1 καὶ οὐκέτι πρὸς τὸ γένος παραβάλλεται, ἀλλὰ πρὸς τὰ μετ’ αὐτήν.
“余下的则是它在何种方面有别于种。” 因为属相对于种差的关系与种差相对于属的关系,就它们的相异与共通而言是相同的,而[种差]不再与属相比较,而是与在它之后的事物相比较。
" p. 18,11 Κοινὸν τοίνυν διαφορᾶς καὶ εἴδους." Μέτεισιν ἐπὶ τὰ κοινὰ καὶ ἴδια διαφορᾶς καὶ εἴδους καὶ τῶν λοιπῶν, καὶ ἐπὶ αὐτοῖς καταπαύει τὸν λόγον.
“因此种差与种所共通的[……]”他进而论及种差与种以及其余各项的共通点和固有特征,并以此结束论述。
" p. 18,16 Ἴδιον δὲ διαφορᾶς μὲν τὸ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖσθαι." Καὶ ὅπερ ἄν τις ἠπόρησεν, αὐτὸς φθάσας ἐπιλύεται· φησὶ γάρ, διὰ τί τὸ μὲν εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι, καίτοι καὶ ὁ ἄνθρωπος ποῖόν τι ζῷον λέγεται· φαμὲν γάρ, τί ἐστι Σωκράτης, ζῷον, ποῖον ζῷον, ἄνθρωπος. ὥστε καὶ τὸ εἶδος ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται. φησὶ τοίνυν ὅτι τὸ εἶδος ποῖόν ἐστιν οὐχ ἁπλῶς, ἀλλὰ καθὸ μετέχει τῶν διαφορῶν· τὸ μὲν γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἔχει τὰ εἴδη ἐκ τῶν γενῶν,2 τὸ δὲ ἐν τῷ ὁποῖον ἐκ τῶν διαφορῶν· ποῖον γὰρ ζῷον ἐρωτηθέντες λέγομεν λογικὸν θνητόν. ὥστε καθ’ ἑαυτὰς μὲν αἱ διαφοραὶ τὸ ποῖον ἔχουσι, τὰ δὲ εἴδη διὰ τὰς διαφοράς.
“种差的固有特征乃是在‘是何种样的事物’中被述说。” 凡有人可能产生疑问之处,他自己早已先发制人予以化解;因为他发问:为何种是在‘是什么’中被述说,而种差是在‘是何种样的事物’中被述说,尽管人也被说成是某种动物;因为我们说:“苏格拉底是什么?动物”;“何种动物?人”。从而种也是在‘是何种样的事物’中被述说的。因此他说,种并不是简单地是‘某种样的’,而是因其分有各种种差才如此;因为种在‘是什么’中被述说乃得自属,而在‘何种样’中被述说乃得自种差;因为当被问及‘何种动物’时,我们回答‘理性的、必死的’。因此种差按其自身就具有‘何种样’,而种则是通过种差才具有它。
" p. 19,2 Τίς μὲν γὰρ ἵππος τινὶ ὄνῳ σύνεισιν." Τὸ μὲν γὰρ ἁπλῶς λογικὸν συντεθὲν τῷ ἁπλῶς θνητῷ ποιεῖ ἄνθρωπον, ὁ δὲ καθόλου ἄνθρωπος συντεθεὶς μετὰ ἄλλου τινὸς οὐδὲν ἀποτελεῖ. εἰ δὲ γίνεται ἡμίονος ἐξ ἵππου καὶ ὄνου, οὐκέτι ἐκ τῶν καθόλου ἀλλ’ ἐκ τῶν μερικῶν· ὅδε γὰρ ὁ ἵππος προσελθὼν τῷ ὄνῳ ποιεῖ ἡμίονον. καὶ ἄλλως· αἱ μὲν διαφοραὶ συνιοῦσαι εἰς ἑνὸς εἴδους γένεσιν οὐδὲν ὑπ’ ἀλλήλων παθοῦσαι ἑκάστη τὴν ἑαυτῆς οὐσίαν φυλάττει, οἷον συνῆλθον εἰς ἑνὸς εἴδους γένεσιν τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὐκ ἐβλάβησαν ὑπό τινος τούτων. ἵππος δὲ καὶ ὄνος συνελθόντες καὶ ἀποτελέσαντες ἡμίονον διὰ τὸ μὴ εἶναι εἴδη ἀλλὰ ἄτομα οὐδὲ τὴν φύσιν τὴν ἑαυτῶν εἰλικρινῆ ἐφύλαξαν ἐν τῇ ἡμιόνῳ· ἄλλο γάρ τι παρ’ ἀμφοτέροις τῆς ἑκάστου οὐσίας φθαρείσης3 γέγονεν. ὥστε εἶδος εἴδει οὐ συνέρχεται.
“因为某匹马与某头驴交配。” 因为单纯的理性与单纯的必死相结合,造就了人,然而普遍的人与某种别的事物相结合,却不能产生任何结果。即便骡子是由马和驴产生的,那也不再是由普遍者产生,而是由个别者产生;因为是这匹马走向驴才造就了骡子。从另一种方式来说也是如此:诸种差在汇聚以产生一个单一的种时,彼此不受任何影响,各自保全其自身的基本存在;例如理性、必死以及接受理智和知识的能力汇聚在一起以产生人的单一物种,并且它们没有受到其中任何一者的损害。然而马和驴汇聚并产生骡子时,由于它们不是种而是个体,在骡子身上甚至没有纯粹地保全它们各自的本性;因为随着各自的基本存在遭到破坏,在二者之外产生了某种别的东西。因此,种并不与种结合。
" p. 19,12 Τὸ δὲ ἴδιον ἐφ’ ἑνὸς εἴδους ἐστίν." Τὸ παντὶ καὶ ἀεὶ καὶ μόνῳ ὑπάρχον.
“固有特性则属于单一的种。” 即属于一切、始终并且仅仅属于它的事物。
" p. 20, 3 Καὶ ἡ μὲν διαφορὰ ἀνεπίτατός ἐστιν." Οὐδὲν γὰρ λογικοῦ ἐστι μᾶλλον λογικὸν ἢ ἧττον, μέλαν δὲ μέλανος μᾶλλον καὶ ἧττον λέγοιμεν. εἰ δὲ λογικώτερον ἄλλο ἄλλου, μᾶλλον καὶ ἧττον λέγομεν, ἀλλ’ ἕτερόν τι σημαίνομεν διὰ τοῦ λογικοῦ ἐνταῦθα· οὐδὲ γὰρ τὴν λογικὴν οὐσίαν ζητοῦμεν, ἀλλὰ τὴν ἐν μαθήμασι λογικὴν ἕξιν, ἥτις ἐπιτηδειότης ἐστὶ ψυχῆς.
“而且种差是不容增减的。” 因为没有任何事物比理性的更为理性或更少理性,但我们却可以说一物比另一黑物更多或更少是黑的。如果一物比另一物更为理性,我们说‘更多和更少’,但我们在这里通过‘理性的’是指称另外的含义;因为我们考察的不是理性的基本存在,而是在学问中的理性品质,即灵魂的一种适宜状态。
" p. 20, 5 Ἀμιγεῖς μὲν αἱ ἐναντίαι διαφοραί." Τὸ γὰρ λογικὸν καὶ ἄλογον οὐ συμπλέκεται, μέλαν δὲ καὶ λευκὸν κεραννύμενα ποιεῖ τὸ φαιόν. Τὸ δὲ γελαστικὸν κατὰ τὸ πεφυκέναι γελᾶν λέγεται.
“相反的种差是不相混杂的。” 因为理性的与无理性的并不交织在一起,而黑色与白色调和则产生灰色。至于‘能笑的’,则是依据生来就具有笑的本性而说的。
" Καὶ τὸ μὲν εἶδος δύναται ἄλλων γένος εἶναι." Οἷον τὸ ζῷον εἶδος τοῦ ἐμψύχου, γένος δέ ἐστιν ἀνθρώπου καὶ ἵππου.
“而且种能够成为其他事物的属。” 例如动物是有灵魂者的种,却是人和马的属。
" Καὶ τὸ μὲν εἶδος προϋφέστηκε τοῦ ἰδίου." Πρότερον γὰρ δεῖ εἶναι τὸν ἄνθρωπον, εἶθ’ οὕτως γελαστικόν.
“而且种先于固有特性而存在。” 因为必须先有人存在,然后才是如此这般能笑的事物。
" Καὶ τὸ ἑκάστην οὐσίαν ἑνὸς μὲν εἴδους μετέχειν, συμβεβηκότων δὲ πλειόνων." Οἷον Σωκράτης ἑνὸς μὲν εἴδους μετέχει τοῦ ἀνθρώπου, συμβεβηκότων δὲ πλειόνων, οἷον γρυπότητος, μελανίας, λευκότητος.
“而且每个实体分有一个种,却分有多个偶性。” 例如苏格拉底分有人这一个种,却分有多个偶性,如鹰钩鼻、黑、白。
" p. 21,15 Καὶ τοῦ μὲν εἴδους ἡ μετοχὴ ἐπίσης." Ὁμοίως γὰρ ἄνθρωπος ὁ Σωκράτης καὶ ὁ Πλάτων, οὐχ ὁμοίως δὲ μέλανες ἢ λευκοί.
“而且对种的分有是均等的。” 因为苏格拉底和柏拉图同样是人,但他们并不是同样地黑或白。
- 2.116τῆς τε διαφορᾶς καὶ κοινωνίας αὐτῶν
这是依存于名词短语 σχέσις 的说明性属格,用以限定该关系所依循的方面或内容。它表明属与种差之间的关系在它们各自的“相异与共通”这一点上是对称且相同的。
- 2.118τὸ μὲν γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἔχει τὰ εἴδη ἐκ τῶν γενῶν
带冠词不定式短语 τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι 作动词 ἔχει 的宾格直接宾语,后置的中性复数主格 τὰ εἴδη 为语法主语。紧随其后的分句 τὸ δὲ ἐν τῷ ὁποῖον [...] ἐκ τῶν διαφορῶν 亦具有相同的句法结构。
- 2.119τῆς ἑκάστου οὐσίας φθαρείσης
由阴性单数属格名词短语 τῆς ἑκάστου οὐσίας 与被动不定过去时分词 φθαρείσης(源自 φθείρω)构成的独立属格结构,用以表示前文 ἄλλο γάρ τι παρ’ ἀμφοτέροις [...] γέγονεν 的原因或伴随情况。
