← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§120.12-122.15

属对种的本性在先以及属与固有特性和偶性的比较

阿摩尼乌阐明了属在自然本性上先于种的根据(通过同归于尽与共同引入的不对称性准则)以及种由于构成性种差而比属更为丰富,接着讨论了属与固有特性的共通之处(伴随诸种、同名同义性)及自然本性上的先后,最后解释了为何属与偶性由于距离最远而共通之处极少、相异之处极多。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.107

" p. 15, 16 Ἔτι τὰ γένη προϋποκεῖσθαι δεῖ." Τὸ γὰρ ζῷον, ὡς εἴρηται, ὡς ὕλη προυπέστρωται καὶ προσλαβὸν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον· ἔστι τὸ μὲν ζῷον γένος ὁ δὲ ἄνθρωπος εἶδος· πρότερα οὖν τῇ φύσει τὰ γένη. δύο εἰσὶ κανόνες, ὡς ἤδη ἔφαμεν, καθ’ οὓς διακρίνονται τὰ πρότερα τῇ φύσει, καὶ ἔστι πρότερος μὲν ὁ λέγων πρῶτον εἶναι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, οἷον τὸ ζῷον ἀναιρούμενον μὲν συναναιρεῖ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐ συναναιρεῖ τὸ ζῷον. πρότερον οὖν τῇ φύσει τὸ γένος τοῦ εἴδους. ἔστι δὲ δεύτερος κανὼν ὁ φάσκων φύσει πρότερον εἶναι τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ,1 οἷον ἀνθρώπου ὄντος πάντως συνεισφέρεται καὶ τὸ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη συνεισφέρεσθαι καὶ τὸν ἄνθρωπον. καὶ ἐνταῦθα δὲ τὸ γένος πρότερον φύσει τοῦ εἴδους· τὸ γὰρ γένος ὑπάρχον οὐ συνεισφέρει καὶ τὸ εἶδος, τὸ μέντοι εἶδος εἰ τεθείη, συνεισφέρει καὶ τὸ γένος.

“此外,诸属必须预先作为基底存在。” 因为动物正如所说的那样,作为质料预先被奠定于下,并通过附加上理性的与可死的而构成了人;动物是属,而人是种;因此诸属在自然本性上是在先的。正如我们先前所说,区分在自然本性上在先者所依循的准则是两条:第一条准则是说明一同毁灭〔他物〕却不被一同毁灭者为在先的——例如动物被毁灭时一同毁灭人,但人被毁灭时却不一同毁灭动物。因此在自然本性上,属先于种。第二条准则是宣称被一同引入却不一同引入他物者在自然本性上为在先的——例如有人存在时,无论如何动物也被一同引入;但有动物存在时,却不必人也被一同引入。在这里,属在自然本性上也先于种;因为属即使存在,也不一同引入种,然而种若被设定,则一同引入属。

§2.108

" p. 15, 22 Τὰ δὲ εἴδη τῶν γενῶν πλεονάζει." Τὰ γὰρ εἴδη ἔχει τὰς συμπληρωτικὰς αὐτῶν διαφορὰς ἐνεργείᾳ.

“但是各种比诸属更加丰富[盈余]。” 因为各种在现实态中具有其完足性的种差。

§2.109

" p. 16, 2 Γένους δὲ καὶ ἰδίου κοινὸν μὲν τὸ ἕπεσθαι τοῖς εἴδεσιν." Παραβαλὼν πρὸς τὸ εἶδος τὸ γένος νῦν παραβάλλει αὐτὸ πρὸς τὸ ἴδιον. ἕπεσθαι δὲ λέγεται ἢ τὸ μεῖζον τῷ ἐλάττονι ἐξ ἀνάγκης ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον (εἰ γὰρ ἄνθρωπος, καὶ ζῷον), ἢ τὸ ἴσον τῷ ἴσῳ, ὡς τῷ ἀνθρώπῳ πάλιν τὸ γελαστικόν· εἰ γὰρ ἄνθρωπος, καὶ γελαστικόν.

“属与固有特性的共通之处在于伴随诸种。” 在将属与种进行比较之后,他现在将属与固有特性进行比较。而所谓“伴随”,被说成或者是较大的必然伴随较小的,正如动物伴随人(因为如果有人,也就有动物);或者是相等的伴随相等的,正如能笑的又伴随人;因为如果有人,也就有能笑的。

§2.110

" p. 16, 6 Κοινὸν δὲ καὶ τὸ συνωνύμως." Ἰδοὺ διὰ ταύτην τὴν συγγένειαν ἐλέγομεν ἐν μεταιχμίῳ εἶναι τὸ ἴδιον τῶν οὐσιωδῶν καὶ ἐπουσιωδῶν καὶ πλησιάζειν αὐτὸ μᾶλλον τοῖς οὐσιώδεσι.

“同名同义地[被陈述]也是共通的。” 看哪,正是由于这种亲缘性,我们先前曾说固有特性处于本实性的事物与非本实性的事物之间的交界地带,并且它更切近于本实性的事物。

§2.111

" p. 16, 9 Διαφέρουσι δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον." Εἰπὼν κατὰ τί κοινωνοῦσιν ἀλλήλοις, νῦν λέγει καὶ κατὰ τί διαφέρουσι. πρότερον δὲ λέγεται οὐ τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει.

“但它们相异之处在于,属是在先的,而固有特性是在后的。” 在说明了它们在何种方面彼此共通之后,他现在也说明它们在何种方面相互差异。但是所谓“在先”,不是就时间而言,而是就自然本性而言的。

§2.112

" p. 16, 17 Τὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ ὧν ἐστιν ἴδια." Ἀναιρουμένων γὰρ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ ἴδια διὰ μέσου τῶν εἰδῶν· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου συναναιρεῖται τὸ γελαστικόν. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἀναιρουμένων τῶν εἰδῶν ἀναιρεῖται καὶ τὰ ἴδια, ἀναιρουμένων δὲ τῶν γενῶν ἀναιρεῖται καὶ τὰ εἴδη, πολλῷ μᾶλλον ἀναιρουμένων τῶν γενῶν ἀναιρεθήσονται καὶ τὰ ἴδια.

“而诸属被毁灭时,会一同毁灭〔固有特性〕作为其固有特性的那些事物。” 因为在诸属被毁灭时,固有特性也经由种的中介而被毁灭;因为人被毁灭时,能笑的也一同被毁灭。这是合情合理的;因为如果种被毁灭时固有特性也被毁灭,而在诸属被毁灭时种也被毁灭,那么在诸属被毁灭时,固有特性就更加必定被毁灭了。

§2.113

" p. 17,4 Διαφέρει δὲ γένος συμβεβηκότος." Τῶν πλεῖστον ἀλλήλων διαφερόντων, ὡς ἔχει τὸ γένος καὶ τὸ συμβεβηκός, τὴν μὲν κοινωνίαν εἰπεῖν δυσχερές,2 ἐπειδὴ ὀλίγη ἡ κοινωνία, τὴν δὲ διαφορὰν ῥᾴδιον (τὰ γὰρ πολὺ διεστηκότα ἐν πολλοῖς ἑαυτῶν διαφέρουσιν), ὥσπερ καὶ τῶν πλεῖστον συνεγγιζόντων τὴν μὲν διαφορὰν εἰπεῖν δυσχερές, τὴν δὲ κοινωνίαν εὐχερές, οἷον τὴν μὲν κοινωνίαν λύκου καὶ κυνὸς καὶ ἵππου εἰπεῖν καὶ φάττης καὶ περιστερᾶς εὐχερές, τὴν δὲ διαφορὰν οὐ ῥᾴδιον. πάλιν κατὰ τί μὲν διαφέρει ὁ ἄνθρωπος μύρμηκος εὐχερὲς εἰπεῖν, κατὰ τί δὲ κοινωνοῦσι δυσχερές. καὶ ἁπλῶς τὰ μὲν πόρρω ἀπ’ ἀλλήλων ὄντα καὶ πολὺ διεστηκότα κοινωνίαν μὲν ὀλιγοστὴν ἔχει, πλείστην δὲ διαφοράν, τὰ δὲ μὴ πολὺ διεστηκότα ἀλλὰ πλησιάζοντα ἀλλήλοις ὀλιγοστὴν μὲν κέκτηται τὴν διαφοράν, πολλὴν δὲ τὴν κοινωνίαν. ἐπεὶ οὖν τὸ γένος τοῦτο καὶ τὸ συμβεβηκὸς πλεῖστον ἀλλήλων ἀπέχουσιν, ὀλιγοστὴ μὲν αὐτῶν ἡ κοινωνία, πολλὴ δ’ ἡ διαφορά, ὅθεν καὶ μίαν μόνην αὐτῶν κοινωνίαν ἐξέθετο ὁ Πορφύριος, ἑτερότητας δὲ πλείονας.

“属与偶性也是相异的。” 在彼此差异最大的一类事物中(正如属与偶性的情况),说明其共通性是困难的,因为共通性很少,而说明其差异则是容易的(因为相距甚远的事物在彼此的许多方面都有差异);正如在彼此最为切近的事物中,说明其差异是困难的,而说明其共通性则是容易的——例如说明狼、狗与马的共通性,以及林鸽与斑鸠的共通性是容易的,但说明其差异却不容易。反之,说明人在何种方面差异于蚂蚁是容易的,但说明它们在何种方面共通则是困难的。简言之,彼此疏远且相距甚远的事物具有极少的共通性,却具有极大的差异;而相距不远且彼此切近的事物具有极少的差异,却具有大量的共通性。因此,既然这里的属与偶性彼此相距最远,它们的共通性就极少,而差异却很大;因此波菲利对于它们仅阐明了一种共通性,却阐明了较多的差异性。

语法注2 条
  1. 2.107τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ

    中性现在分词的名词化用法,对比了带有前缀 συν- 的动词 εἰσφέρω 的被动态(συνεισφερόμενον,“被一同引入者”)与主动态(συνεισφέρον,“一同引入者”)。此句与前文关于同归于尽的准则(主动态 συναναιροῦν 与被动态 συναναιρούμενον)形成反向对应的本原判定规则。

  2. 2.113Τῶν πλεῖστον ἀλλήλων διαφερόντων, ὡς ἔχει τὸ γένος καὶ τὸ συμβεβηκός, τὴν μὲν κοινωνίαν εἰπεῖν δυσχερές

    句首的属格名词短语 Τῶν πλεῖστον ἀλλήλων διαφερόντων 是标示论述范围或对象的属格(“在彼此差异最大的一类事物中”),充当后接带不定词短语的非人称谓语结构(τὴν μὲν κοινωνίαν εἰπεῖν δυσχερές)的主题化成分。后文的 ὥσπερ καὶ τῶν πλεῖστον συνεγγιζόντων 在结构上与之完全平行对贞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:120.12-122.15