← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§118.9-120.11

属与种差的差异以及属与种的共性

阿摩尼奥斯详细阐明了属与种差的各项差异(外延范围、潜能中的包含、数目、质料与形式的比喻、结合能力),继而转入讨论属与种的共通特征(陈述于更多事物以及在先性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.98

" p. 14,14 Ἴδιον δὲ τοῦ γένους καὶ τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι ἤπερ ἡ διαφορά." Εἰπὼν κατὰ τί κοινωνοῦσι τὸ γένος καὶ ἡ διαφορὰ νῦν λέγει κατὰ τί διαφέρουσιν ἀλλήλων. δεῖ δὲ τὰς διαφορὰς διχῶς λαμβάνειν ἐνταῦθα· εἴρηται γὰρ ὅτι αἱ διαφοραὶ διχῶς θεωροῦνται, ἢ ὡς συστατικαὶ καὶ συμπληρωτικαὶ τῶν εἰδῶν ἢ ὡς διαιρετικαὶ τῶν γενῶν. δεῖ οὖν φησι διαφορὰς λαμβάνειν οὐ τὰς συστατικάς (ἐκεῖναι γὰρ οὐκέτι ὡς γενῶν εἰσι διαφοραὶ ἀλλ’ ὡς εἰδῶν), δεῖ οὖν τὰς διαιρετικὰς λαμβάνειν· αὗται γάρ εἰσι τῶν γενῶν. καὶ ἁπλῶς δεῖ τὰς διαιρετικὰς λαμβάνειν· τούτων γὰρ ἐπὶ πλέον ἐστὶ τὸ ζῷον, ἐπεὶ τῶν συμπληρωτικῶν καὶ ἐπ’ ἔλαττόν ἐστι.1

“比种差被陈述于更多事物,也是属的固有特性。” 在说明了属与种差在何种方面具有共通性之后,他现在说明它们在何种方面相互差异。但是在这里必须以双重方式理解种差;因为已经说过,种差被以双重方式考察,或是作为种的构成性与完足性的,或是作为属的划分性的。因此他说,必须取的种差不是构成性的(因为那些不再是作为属的种差,而是作为种的),因此必须取划分性的;因为这些属于属。简言之,必须取划分性的;因为动物比这些[划分性种差]延及更多事物,而相对于完足性种差它甚至延及更少事物。

§2.99

" p. 14,18 Καὶ τὸ συμβεβηκὸς ὁμοίως ἐπ’ ἐλαττόνων." Καὶ μὴν τὸ συμβεβηκὸς ἐπὶ πλειόνων τοῦ γένους παραλαμβάνεται· τὸ γὰρ μέλαν, εἰ τύχοι, οὐκ ἐπὶ ζῴων μόνον, ἀλλὰ καὶ ἐπὶ ἀψύχων. πῶς οὖν ἐπ’ ἔλαττον; φαμὲν ὅτι τὰ ὑπὸ τὸ αὐτὸ γένος οἷον τὸ συμβεβηκὸς τὸ ἐν ζῴοις ἐπ’ ἔλαττον τοῦ ζῴου· τὸ γὰρ μέλαν οὐ πᾶσι τοῖς ζῴοις ὑπάρχει, καὶ τὸ ἐν φυτοῖς ἐπ’ ἔλαττον τοῦ φυτοῦ.

" p. 14,18 偶性同样被陈述于更少事物。" 然而,偶性分明被运用于比属更多的事物;因为假定是黑,不仅见于动物,也见于无灵魂之物。那么,何以是陈述于更少事物呢?我们说,处于同一属之下的事物——例如动物中的偶性——比动物延及更少事物;因为黑并不属于一切动物,而在植物中的偶性也比植物延及更少事物。

§2.100

" p. 14, 20 Ἔτι τὸ γένος περιέχει τὴν διαφορὰν δυνάμει." Εἴρηται γὰρ ἤδη κατὰ τοὺς Περιπατητικοὺς ὅτι αἱ διαφοραὶ δυνάμει εἰσὶν ἐν τοῖς γένεσι πρότεραι τῶν ὑπ’ αὐτὰ εἰδῶν.

" p. 14, 20 此外,属在潜能中包含种差。" 因为已经说过,按照逍遥学派的观点,种差在潜能中存在于属之内,在先于其属下的各种。

§2.101

" p. 15, 4 Ἔτι γένος μὲν ἓν καθ’ ἕκαστον εἶδος." Ἑτέρα διαφορὰ γένους καὶ διαφορᾶς· τὸ μὲν γὰρ ἕν ἐστιν, αἱ δὲ πλείους καθ’ ἕκαστον εἶδος.

" p. 15, 4 此外,对于每一单一种,属为一个。" 这是属与种差的另一差异;因为前者为一个,而对于每一单一种,后者为多个。

§2.102

" p. 15, 6 Καὶ τὸ μὲν γένος ἔοικεν ὕλῃ." Ἤδη εἴρηται ὅτι τὸ ἐν τοῖς πολλοῖς γένος καὶ μάλιστα τὸ φυσικὸν ὕλῃ ἔοικεν, ἡ δὲ διαφορὰ εἴδει.

" p. 15, 6 并且属类似于质料。" 已经说过,处于多数之中的属、特别是物理的属类似于质料,而种差类似于形式。

§2.103

" p. 15, 7 Προσόντων δὲ καὶ ἄλλων κοινῶν." Φησὶν ὅτι καὶ ἄλλα μέν ἐστιν αὐτοῖς κοινὰ καὶ ἴδια, ὅμως δὲ ἀρκεῖ ταῦτα. ἔστι δὲ κοινὸν αὐτοῖς καὶ τὸ οὐσιῶδες· ὥσπερ γὰρ οὐσιῶδες τὸ γένος, οὕτως καὶ ἡ διαφορά. κοινὸν αὐτῶν καὶ τὸ συνωνύμως κατηγορεῖσθαι· ὥσπερ γὰρ τὸ γένος τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται, οὕτω καὶ ἡ διαφορά. ἔστι δὲ καὶ ἴδιον ἑκάστῳ παρὰ τὰ εἰρημένα, ὅτι τὸ μὲν γένος οἷον τὸ ζῷον μετ’ ἄλλου γένους οὐ συμπλέκεται πρὸς τὸ συμπληρῶσαί τι, αἱ δὲ διαφοραὶ συμπλέκονται καὶ ποιοῦσί τι· τὸ γὰρ λογικὸν μετὰ τοῦ θνητοῦ, νοῦ καὶ ἐπιστήμης δεκτικοῦ καὶ τῶν τοιούτων συμπλέκεται καὶ συμπληροῖ τὸν ἄνθρωπον.

“尽管它们还具有其他共通的特性。” 他说,它们虽然也有其他共通的和固有的特性,但这些已然足够。对于它们而言,本实性的也是共通的;因为正如属是本实性的,种差同样如此。同名同义地被陈述对于它们也是共通的;因为正如属对于其属下的事物同名同义地被陈述,种差同样如此。在所说的之外,对于每一项也有其固有特性:即属(例如动物)并不与其他属结合以构成某物,而种差则相互结合并产生某物;因为理性的与可死的、能接受理智与知识的以及诸如此类者相结合,并构成了人。

§2.104

" p. 15, 10 Γένος δὲ καὶ εἶδος κοινὸν μὲν ἔχουσι τὸ κατὰ πλειόνων, ὡς εἴρηται, κατηγορεῖσθαι." Παραβαλὼν τὸ γένος πρὸς τὴν διαφορὰν καὶ εἰπὼν κατὰ τί μὲν κοινωνοῦσι κατὰ τί δὲ διαφέρουσι, νῦν παραβάλλει τὸ γένος πρὸς τὸ εἶδος καὶ λέγει, τί κοινὸν ἔχουσιν.

“如前所述,属与种共通地具有被陈述于更多事物这一特性。” 在将属与种差进行比较并说明了它们在何种方面共通、在何种方面差异之后,他现在将属与种进行比较,并说明它们具有什么共通之处。

§2.105

" p. 15, 11 Εἰλήφθω δὲ τὸ εἶδος ὡς εἶδος." Καλῶς τὸ ὡς εἶδος ἐτέθη, ἵνα μὴ τὸ εἰδικώτατον λάβῃς (τοῦτο γὰρ οὐκέτι κατὰ πλειόνων κατηγορεῖται) ἢ τὸ ὑπάλληλον·2 ὡς ὑπάλληλον γὰρ καὶ εἶδος καὶ γένος ἐστὶ τῶν μετὰ ταῦτα καὶ εὑρίσκεται πάλιν γένος. ἀλλ’ εἰ καὶ ὑπάλληλόν ἐστιν, ὡς εἶδος αὐτὸ λάβε καὶ μηκέτι ὡς γένος, ἵνα σύγκρισιν ποιήσῃς εἴδους καὶ γένους καὶ μὴ γενῶν ἀμφοτέρων.

" p. 15, 11 但种须被作为种来取。" 加上“作为种”是恰当的,免得你取了最下种(因为这不再被陈述于更多事物),或是取了从属种;因为作为从属的,它既是种,也是后继事物的属,并再次被发现是属。但即使它是从属的,也请把它作为种而不再作为属来取,以便你能够对种与属作出比较,而不是对两者皆作为属者作出比较。

§2.106

" p. 15, 12 Κοινὸν δὲ αὐτοῖς καὶ τὸ προτέροις εἶναι.3" Διὰ τοῦτο προέταξε τὸ κοινὸν τὸ λέγον κατὰ πλειόνων κατηγορεῖσθαι, ἵνα εἴπῃ καὶ πρότερόν ἐστιν ἐκείνων ὧν κατηγορεῖται.

" p. 15, 12 并且在先于[其属下者]对于它们也是共通的。" 正因如此,他把说明“被陈述于更多事物”这一共通特性置于前面,以便说明它也先于其所被陈述的那些事物。

语法注3 条
  1. 2.98τούτων γὰρ ἐπὶ πλέον ἐστὶ τὸ ζῷον, ἐπεὶ τῶν συμπληρωτικῶν καὶ ἐπ’ ἔλαττόν ἐστι.

    属格 τούτων(划分性种差)与 τῶν συμπληρωτικῶν(完足性种差)作为比较属格,分别修饰表示比较的短语 ἐπὶ πλέον(延及更多事物)与 ἐπ’ ἔλαττον(延及更少事物)。在连词 ἐπεὶ 引导的后半句中省略了主语 τὸ ζῷον,形成对比结构:“因为动物比这些[划分性种差]延及更多事物,而相对于完足性种差甚至延及更少事物。”

  2. 2.105ἵνα μὴ τὸ εἰδικώτατον λάβῃς (τοῦτο γὰρ οὐκέτι κατὰ πλειόνων κατηγορεῖται) ἢ τὸ ὑπάλληλον

    在由 ἵνα μή 加虚拟式 λάβῃς 构成的否定目的从句中,τὸ εἰδικώτατον(最下种)与 τὸ ὑπάλληλον(从属项)作为动词 λάβῃς 的直接宾语,通过连词 ἢ(或)并列。插入的解释性括号小句(τοῦτο γὰρ...)造成了宾语的分隔(hyperbaton),但二者均受 ἵνα μή 的支配,意为“免得你取了……或取了……”。

  3. 2.106Κοινὸν δὲ αὐτοῖς καὶ τὸ προτέροις εἶναι.

    在此结构中,不定式 εἶναι 的表语形容词受与格代词 αὐτοῖς(对它们[属与种]而言)的同化而取与格 προτέροις。中性冠词 τὸ 将整个不定式短语 τὸ προτέροις εἶναι(“在先存在”)名词化作句子的主语,κοινόν 则为表语形容词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:118.9-120.11