← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§116.12-118.8

首要陈述与属同种差的比较

阿摩尼奥阐明了五项概念对主词(种与个体)是首要地还是次要地被陈述的次序差异,进而展开属与种差的逐项对比,解释了它们对种的包含、“作为属的属”所受陈述的传递性以及按本性在先者的判定规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.93

" p. 13, 20 Ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύτερον λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα." Πάνυ ἀναγκαῖον ἐν τούτοις ὁ Πορφύριος λέγει· φησὶ γάρ· καὶ τὰ γένη καὶ αἱ διαφοραὶ κατηγοροῦνται τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ ζῷον ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν εἰδῶν κατηγοροῦνται, κατὰ δὲ δεύτερον λόγον διὰ ταῦτα καὶ τῶν ἀτόμων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος ζῷον, καὶ ὁ Σωκράτης ζῷον, καὶ ἐπειδὴ ὁ ἄνθρωπος λογικόν, καὶ ὁ Σωκράτης λογικόν. κατηγορεῖται δὲ καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ γελαστικὸς ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης καὶ λευκὸς ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύτερον λόγον καὶ τῶν εἰδῶν· οὐ γὰρ τῷ τὸν καθόλου ἄνθρωπον εἶναι γελαστικὸν λέγομεν γελαστικοὺς καὶ πάντας τοὺς κατὰ μέρος1 (ὁ γὰρ καθόλου ἄνθρωπος ἀσώματός ἐστι καὶ οὐχ ὑπάρχει γελαστικός), ἀλλὰ τῷ τοὺς κατὰ μέρος ἀνθρώπους εἶναι γελαστικούς.· καθόλου δὲ περὶ τῶν ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς λέγει.

“但首要地是被陈述于个体,次要地也被陈述于包含个体者。” 波菲利在此所说的内容是极其必要的。因为他说:属与种差固然都被陈述于种与个体(因为人与苏格拉底都被称为动物),但首要地是被陈述于种,次要地则通过种而被陈述于个体;因为既然人是动物,苏格拉底也是动物,既然人是理性的,苏格拉底也是理性的。另一方面,固有属性与偶性也都被陈述于种与个体(因为人与苏格拉底都被称为能笑的,人与苏格拉底都被称为白的),但首要地是被陈述于个体,次要地也被陈述于种;因为并非由于普遍的人是能笑的,我们才说个别的人全都是能笑的(因为普遍的人是无形体的,并不作为能笑者而存在),而是由于个别的人是能笑的[我们才这样说]。总的来说,他所谈论的是处于多数之中或加于多数之上的事物。

§2.95

" p. 13,23 Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν τῶν εἰδῶν." Μετὰ τὸ τὰς πέντε ὁμοῦ παραβαλεῖν ἀλλήλαις καὶ εἰπεῖν, κατὰ τί μὲν κοινωνοῦσι κατὰ τί δὲ διαφέρουσι, βούλεται λαβεῖν ἓν ἕκαστον αὐτῶν καὶ παραβαλεῖν πρὸς τὰ λοιπὰ τέσσαρα καὶ δεῖξαι, κατὰ τί μὲν κοινωνεῖ τὸ ἓν τῶν πολλῶν καὶ τοῖς τέσσαρσι κατά τι δὲ διαφέρει. p. 13,23 Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν τῶν εἰδῶν. Νῦν ἓν ἕκαστον λαμβάνει καὶ παραβάλλει πρὸς ἕκαστον τῶν λοιπῶν ἰδίᾳ καθ’ ἕν. καὶ πρῶτον τὸ γένος παραβάλλει πρὸς τὴν διαφορὰν καὶ λέγει, κατὰ τί τε κοινωνοῦσι καὶ κατά τι διαφέρουσιν.

" p. 13,23 属与种差所共通的是包含种。" 在将这五者一起相互比较并说明了它们在何种方面具有共通性、在何种方面有所差异之后,他希望取其中每一项而与其余四项进行比较,并表明这一项与多数(即其余四项)在何种方面具有共通性,在何种方面有所差异。 属与种差所共通的是包含种。 现在他取每一项而与其余各项分别逐一进行比较。首先他将属与种差进行比较,并说明它们在何种方面具有共通性,在何种方面有所差异。

§2.96

" Ὅσα τε κατηγορεῖται τοῦ γένους ὡς γένους." Ὅσα γὰρ κατηγορεῖται τοῦ ζῴου, ταῦτα καὶ τῶν μετὰ τὸ ζῷον εἰδῶν καὶ ἀτόμων. ὁμοίως καὶ ἐπὶ τῆς διαφορᾶς. ἆρα οὖν ἐπειδὴ τοῦ ζῴου κατηγορεῖται τὸ γένος (λέγομεν γὰρ τὸ ζῷον γένος), διὰ τοῦτο καὶ εἴδους καὶ ἀτόμου κατηγορηθήσεται; εἰ γὰρ τοῦτο, καὶ ἄνθρωπος καὶ ὁ Σωκράτης γένος, ὅπερ οὐκ ἔστι, καὶ ἐπειδὴ τὸ γένος δισύλλαβον, ἆρα καὶ ὁ ἄνθρωπος. ῥητέον τοίνυν, ὅτι διὰ τοῦτο κοινῶς ὁ Πορφύριος προσέθηκε τὸ ὡς γένους ἀντὶ τοῦ ὡς πράγματος· οὐ γὰρ ὡς σχέσιν ἔχοντος· τὸ γὰρ γένος καὶ τὸ δισύλλαβον καὶ ὅσα τοιαῦτα τὴν σχέσιν τοῦ ζῴου δηλοῖ. ὅσα οὖν τοῦ ζῴου ὡς ζῴου κατηγορεῖται (τοῦτο γὰρ αὐτὸ δηλοῖ τὸ ὡς γένους), ταῦτα πάντως καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγορεῖται. τὸ δὲ γένος τοῦ ζῴου οὐχ ὡς ζῴου κατηγορεῖται, ἀλλὰ σχετικῶς· λέγεται γὰρ οὐ μόνον τὸ ζῷον γένος τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου καὶ τῶν λοιπῶν, ἀλλὰ καὶ τὸ χρῶμα γένος λευκοῦ καὶ μέλανος καὶ τῶν ἄλλων. ὁμοίως καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις εὑρήσεις. ὥστε τὸ γένος τοῦ ζῴου οὐχ ὡς ζῴου κατηγορεῖται, ἀλλὰ ποιὰν σχέσιν ἀνειληφότος πρὸς τὰ ὑφ’ αὑτό,2 καὶ διὰ τοῦτο οὐ κατηγορηθήσεται κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων. ὁ αὐτὸς δὲ καὶ ἐπὶ τῆς διαφορᾶς λόγος, ὅτι ὅσα τῆς διαφορᾶς ὡς διαφορᾶς, καὶ οὐ σχέσιν δηλοῦντα κατηγορεῖται, τοσαῦτα καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν πάντων.

“以及凡作为属的属而被陈述者。” 因为凡被陈述于动物者,这些也都被陈述于动物之后的种与个体。对于种差而言亦同样如此。那么,难道由于“属”被陈述于动物(因为我们说动物是一个属),由于这个缘故它就会被陈述于种与个体吗?因为若是如此,人与苏格拉底也就成了属,而这并非事实;又难道由于“属”是双音节的,人也会是双音节的吗?因此必须指出,正因如此波菲利普遍地添加了“作为属”以代替“作为事实物”;因为并非作为具有关系者[而被陈述];实际上,“属”与“双音节”以及所有这类词都表示动物的关系。因此,凡作为动物的动物而被陈述者(因为“作为属”所表明的恰恰就是这一点),这些必然也被陈述于种与个体。但“属”之被陈述于动物,并非作为动物,而是相对而言的;因为不仅动物被称为人、马以及其余各项的属,颜色也被称为白、黑以及其余各项的属。在其他范畴中你同样会发现这一点。因此,“属”被陈述于动物并非作为动物,而是作为对其属下事物承担了某种关系者,正因如此它不会被陈述于种与个体。这一道理对于种差同样适用:凡作为种差的种差而非表示关系地被陈述者,有同样多数的事物也被陈述于其属下的一切种。

§2.97

" p. 14,10 Κοινὸν δὲ καὶ τὸ ἀναιρεθέντος." Δύο κανόνες εἰσὶ τῶν φύσει προτέρων, τό τε συναιρεῖν μὲν μὴ συναιρεῖσθαι δέ,3 καὶ τὸ συνεισφέρεσθαι μὲν μὴ συνεισφέρειν δέ.

" p. 14,10 共通的还有[一方]被取消时[另一方亦被取消]。" 按本性在先者有两条规条:一是共同取消[他者]而不与[他者]一同被取消,二是与[他者]一同被引入而不共同引入[他者]。

语法注3 条
  1. 2.93οὐ γὰρ τῷ τὸν καθόλου ἄνθρωπον εἶναι γελαστικὸν λέγομεν γελαστικοὺς καὶ πάντας τοὺς κατὰ μέρος

    τῷ 加不定式短语表示原因(原因与格)。前项 οὐ γὰρ τῷ... 与后项 ἀλλὰ τῷ τοὺς κατὰ μέρος ἀνθρώπους εἶναι γελαστικούς 形成对比,后者的句末承前省略了 λέγομεν γελαστικοὺς πάντας。

  2. 2.96ἀλλὰ ποιὰν σχέσιν ἀνειληφότος πρὸς τὰ ὑφ’ αὑτό

    属格分词 ἀνειληφότος 与前文的 τοῦ ζῴου(属格)保持一致并修饰之,与 οὐχ ὡς ζῴου 相应。其句法骨架为“并非作为动物,而是作为对其属下事物承担了某种关系的[动物]”。

  3. 2.97τό τε συναιρεῖν μὲν μὴ συναιρεῖσθαι δέ, καὶ τὸ συνεισφέρεσθαι μὲν μὴ συνεισφέρειν δέ

    带冠词的中性单数不定式(τό συναιρεῖν..., τὸ συνεισφέρεσθαι...)充当主语 δύο κανόνες 的说明性同位语(或表语)。主动语态 συναιρεῖν / συνεισφέρειν(随同取消/随同引入)与被动语态 συναιρεῖσθαι / συνεισφέρεσθαι(被随同取消/被随同引入)的语态对立构成了按本性在先的判定标准。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:116.12-118.8