← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§114.1-116.11

偶性的其他定义与五词两两组合的计算

阿摩尼奥斯阐释了波菲利对偶性的另外两种描述(基于可能具有与不具有的定义,以及通过排除其余四词并结合在基底中持存的定义),随后转入对五种普遍概念相互之间的共同点与相异点的考察,并讲解了计算这五项之间十种两两组合的数学方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.88

" p. 12,26 Τὸ δὲ μέλαν εἶναι ἀχωρίστως τῷ κόρακι καὶ τῷ Αἰθίοπι." Καλῶς εἶπε τῷ κόρακι καὶ τῷ Αἰθίοπι· εἰσὶ γὰρ πολλὰ μέλανα, ἃ λευκαίνονται. εἶπον δὲ ὅτι καὶ τὰ ἀχώριστα συμβεβηκότα ἔστι χωρίσαι τῇ ἐπινοίᾳ, τὰς δὲ ἰδιαίτατα διαφορὰς οὐδὲ τῇ ἐπινοίᾳ· οὐδὲ γὰρ τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ ἐννοῆσαι δυνατόν, ἐπεὶ οὐδ’ ἂν εἴη ἄνθρωπος, οὔτε τοὺς ἀγγέλους τοῦ ἀθανάτου,1 ἐπεὶ οὐκέτι ἄγγελοί εἰσι.

"黑不可分地属于乌鸦与埃塞俄比亚人。" 他恰当地说了“属于乌鸦与埃塞俄比亚人”;因为有许多黑色的事物是能够变白的。但我曾说过,即使是不可分的偶性也可以在思想中被分离开来,而最严格意义的种差甚至在思想中也不能被分离开来;因为脱离了“理性的”便不可能构想人,因为那样他就甚至不再是人了,脱离了“不死的”[也不可能构想]天使,因为那样他们就不再是天使了。

§2.89

" p. 13,3 Συμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν." Ἄλλην ὑπογραφὴν ἀποδίδωσι τοῦ συμβεβηκότος ἀκριβεστέραν τῆς προτέρας· μᾶλλον γὰρ ἐφαρμόζει καὶ τοῖς ἀχωρίστοις τὸ εἰπεῖν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

" p. 13,3 偶性是可能属于或不属于同一事物者。" 他给出了偶性的另一种描述,比前一种更为精确;因为说“可能属于或不属于同一事物者”,对于不可分的[偶性]而言也更为适用。

§2.90

" p. 13,4 Ἢ ὃ οὔτε γένος ἐστὶν οὔτε διαφορὰ οὔτε εἶδος οὔτε ἴδιον, ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον." Ἄλλην ὑπογραφὴν ἀποδίδωσι τοῦ συμβεβηκότος δυναμένην καὶ ἐπὶ ταῖς τέσσαρσι φωναῖς ἀποδίδοσθαι, ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως·2 καὶ γὰρ γένος ἐστὶ ὃ μήτε εἶδός ἐστι μήτε διαφορὰ μήτε ἴδιον μήτε συμβεβηκός, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀλλ’ ἐκείνας οὕτως οὐχ ὡρίσατο, ἐπειδὴ ἄγνωστοι ἦσαν αἱ ἐφεξῆς φωναί, νῦν δὲ μετὰ τὸ πάσας διδάξαι εἰκότως οὕτως ὡρίσατο τὸ συμβεβηκός. ἐπειδὴ δὲ ἡ τῶν τεσσάρων ἀναίρεσις οὐ μόνον τὸ συμβεβηκὸς εἰσφέρει, ἀλλὰ καὶ τραγέλαφον καὶ ἄλλα πλεῖστα, προσέθηκεν ὅτι ἀεὶ δὲ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχει.

" p. 13,4 或者,既不是属也不是种差也不是种也不是固有属性,而是始终在基底中得以持存者。" 他给出了偶性的另一种描述,这种描述同样可以通过排除其余各项而运用于其余四个词;因为属是既不是种也不是种差也不是固有属性也不是偶性者,对其余各项亦然。但他并未那样定义那些词,因为接下来的词当时还是未知的,而现在在讲授完全部之后,他便理所当然地这样定义了偶性。但既然对这四者的排除不仅引出偶性,还引出鹿山羊以及极多别的事物,他便补充道“但它始终在基底中具有存在”。

§2.91

" p. 13,5 Ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον." Ἐπειδὴ εἶπε τί οὐκ ἔστιν (ἐξ ἀποφάσεως γὰρ ἐποιήσατο τὴν ὑπογραφὴν εἰρηκὼς ὅτι οὔτε γένος ἐστὶν οὔτε τὰ λοιπά), καὶ τί ἐστι λέγει, ὅτι ἐν ὑποκειμένῳ ὑφίσταται.

" p. 13,5 而是始终在基底中得以持存者。" 既然他已经说了它不是什么(因为他说它既非属亦非其余各项,从否定出发作出了描述),他也说明了它是什么,即它在基底中持存。

§2.92

" p. 13,10 Κοινὸν μὲν δὴ πάντων τὸ κατὰ πλειόνων κατηγορεῖσθαι." Ἐν πᾶσι τοῖς πράγμασι τρία ταῦτα θεωροῦνται, οὐσία ταυτότης ἑτερότης. οὐσίαν λέγω οὐ τὴν ἀντικειμένην τοῖς συμβεβηκόσιν, ἀλλὰ τὴν ἑκάστου ὕπαρξιν, διὸ καὶ ὄντα λέγεται. ἔχει δὲ καὶ ταυτότητα· ἐπεὶ γὰρ μία τῶν πάντων ἀρχή, ἀνάγκη τὰ πάντα κοινωνίαν τινὰ ἔχειν πρὸς ἄλληλα. πάλιν ἐπειδὴ καὶ πολλά ἐστι πάντα τὰ ὄντα, ἀνάγκη καὶ ἑτερότητά τινα ἔχειν, ἵνα καὶ πολλὰ ᾖ· ὅπου γάρ τι πλῆθος, ἐκεῖ καὶ ἑτερότης. δεῖ οὖν καὶ ἐπὶ τῶν προκειμένων πέντε ζητεῖν οὐσίαν ταυτότητα καὶ ἑτερότητα. ἀλλὰ περὶ τῆς οὐσίας ἤδη προείρηται (ἔφη γὰρ τὴν ὕπαρξιν αὐτῶν)· περὶ δὲ τῆς ταυτότητος καὶ ἑτερότητος νῦν λέγει, κατὰ τί κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσι. καὶ δύνανται μὲν οἱ εὐφυεστέρως διακείμενοι ἐκ τῶν ἤδη ῥηθέντων τούτοις ἐπιστῆσαι, ἀλλ’ ἐπειδὴ τὸ βιβλίον πρός τινα τῶν ἐπιπολαιοτέρων γράφει (τοῦτο δὲ δῆλον ἐκ τοῦ τὰ ἐπιπόλαια τῶν θεωρημάτων πρὸς αὐτὸν γράφειν), αὐτὸς ἐκ τῶν ῥηθέντων ἐκλεξάμενος ταῦτα λέγει. καὶ πρότερον μὲν λέγει τὰ κοινὰ παρὰ πᾶσι παρακολουθοῦντα, ἵν’ ἓν ἕκαστον λοιπὸν παραβάλλῃ πρὸς τὰ λοιπὰ τέσσαρα καὶ λέγῃ κατὰ τί μὲν κοινωνοῦσι, κατὰ τί δὲ διαφέρουσιν. Ἰστέον δὲ ὅτι εἰ ὅρων τινῶν ὁπωσοῦν ὑποκειμένων θελήσομεν μαθεῖν, πόσας ποιοῦσιν οὗτοι διαφορὰς τῶν πρὸς ἀλλήλους συμπλοκῶν, μεθόδῳ τοιαύτῃ ὀφείλομεν χρήσασθαι· δεῖ γὰρ λαμβάνειν τὸν μονάδι ἐλάττονα ἀριθμὸν3 καὶ πολυπλασιάζειν ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον καὶ τὸν γενόμενον μερίζειν δίχα, καὶ τοσαύτας συμπλοκὰς λέγειν γίνεσθαι. οἷον πέντε εἰσὶν αἱ φωναὶ αἱ νῦν συγκρινόμεναι πρὸς ἀλλήλας· λαβὲ τὸν μονάδι ἐλάττονα τοῦ πέντε τὸν τέσσαρα καὶ ποίησον τετράκις πέντε, καὶ γίνονται εἴκοσι· τούτων λαβὲ τὸ ἥμισυ, ὅπερ ἐστὶ δέκα, καὶ τοσαύτας λέγε γίνεσθαι τῶν πέντε τὰς πρὸς ἀλλήλας συμπλοκάς τε καὶ συγκρίσεις. λαμβάνομεν δὲ τὸν μονάδι ἐλάσσονα, ἐπειδὴ αὐτό τι πρὸς αὐτὸ οὐδὲν παραβάλλεται, ἀλλὰ ἄλλο πρὸς ἄλλο. πρὸς ἀλλήλους δὲ πολυπλασιάζομεν, ἐπειδὴ τὴν πρὸς ἄλληλα παραβολὴν ζητοῦμεν. τοῦ δὲ γενομένου ἀριθμοῦ λαμβάνομεν τὸ ἥμισυ, ἐπειδὴ ἐκ τοῦ γενομένου πολλαπλασιασμοῦ συμβαίνει δὶς τὰ αὐτὰ πρὸς ἄλληλα παραβάλλεσθαι· ἕκαστον γὰρ τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα πολλαπλασιάζεται, οἷον τὸ γένος πρὸς τὰ ἐφεξῆς τέσσαρα καὶ πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὰ λοιπὰ τρία, καὶ συμβαίνει δὶς τὴν αὐτὴν ἑκάστου παραβολὴν ποιεῖσθαι. διὰ τοῦτο οὖν τοῦ γενομένου ἀριθμοῦ τὸ ἥμισυ λαμβάνομεν.

" p. 13,10 确实,一切〔项〕所共通的是被陈述于多数事物。" 在一切事物中都可以观察到这三者:实体、同一性、他者性。我所说的实体并非与偶性相对立的实体,而是每一事物的现成存在,因此它们也被称为存在者。它们也具有同一性;因为万物的本原是单一的,一切事物必然彼此具有某种共通性。又因为一切存在者也是多数,它们也必然具有某种他者性,以便成为多数;因为凡有多数之处,便有他者性。因此,对于眼前的这五项,也必须探求实体、同一性与他者性。然而关于实体此前已经讲过(因为他已经说明了它们的现成存在);关于同一性与他者性,他现在则论述它们在何种方面具有共通性,在何种方面有所差异。虽然那些资质更聪慧的人能够从已经讲过的内容中认识到这些,但既然他写这本书是针对较为浅近的初学者(这一点从他向其撰写教理的初阶部分便显而易见),他便亲自从已经讲过的内容中择取出来并加以阐述。而且他先讲述在一切〔项〕中均伴随出现的共同特征,以便随后将每一项与其余四项进行比较,并说明它们在何种方面具有共通性,在何种方面有所差异。 应当知道,对于无论怎样给定的若干项,如果我们想获知它们相互交错的组合会产生多少种差异,就应当运用如下的方法:必须取比它少一的数,乘上最初给定的数,将所得之积对半平分,并断定会产生如此多数的组合。例如,现在相互比较的词有五个:取比五少一的数即四,做四乘五,得到二十;取其一半即十,便断定这五个词相互交错的组合与比较产生如此多数。我们之所以取少一的数,是因为没有任何事物与自身相比,而是别的事物与别的事物相比。我们之所以让它们相互乘算,是因为我们寻求的是彼此的比较。而我们之所以取所得之数的一半,是因为通过这一乘算,结果同样的事物彼此被比较了两次;因为这五个词中的每一个都乘上了其余四个词,例如属乘上接下来的四个词,种又乘上属与其余三个词,结果每一项的同一比较都被进行了两次。正是由于这个原因,我们取所得之数的一半。

语法注3 条
  1. 2.88οὔτε τοὺς ἀγγέλους τοῦ ἀθανάτου

    承接前半句“脱离了‘理性的’便不可能构想人”(οὐδὲ γὰρ τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ ἐννοῆσαι δυνατόν),此处省略了介词 ἐκτὸς 与谓语短语 ἐννοῆσαι δυνατόν,构成为 οὔτε [ἐκτὸς] τοῦ ἀθανάτου τοὺς ἀγγέλους [ἐννοῆσαι δυνατόν]。

  2. 2.90ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως

    介词短语 ἐκ τῆς τῶν λοιπῶν ἀναιρέσεως 修饰分词短语 δυναμένην... ἀποδίδοσθαι(“能够被赋予”),表示方式或根据。此处的 ἀναίρεσις 在逻辑学上指“排除”或“消去”,指通过否定并排除其余四种谓词概念来得出界定的消去法程序。

  3. 2.92τὸν μονάδι ἐλάττονα ἀριθμὸν

    与格 μονάδι 是修饰比较级 ἐλάττονα 的“程度与格/差异与格”,表示“少了一的数”(即 n - 1)。随后的 ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον 则是表示乘法对象的介词短语(“乘上最初给定的数[n]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:114.1-116.11