- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:112.6-113.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥针对发烧毁灭基底这一疑难,阐明是相反性质之间相互抗争而基底本身得以保全,并进一步依据四种范畴区分了变质与实体变化,指出过度的发烧是实体的毁灭而非偶性。他还澄清秃顶的基底是头部而非头发,从而解决了相关疑难。
οὐδεμία δὲ ποιότης μάχεται τῷ ἰδίῳ ὑποκειμένῳ ἢ φθείρει τὸ ἐν ᾧ τὴν ὑπόστασιν ἔχει· φθείρουσα γὰρ τὸ ὑποκείμενον καὶ ἑαυτὴν συμφθείρει· τοῦ γὰρ ἐν ᾧ τὴν ὕπαρξιν ἔχει φθαρέντος καὶ αὐτὴν συμφθείρεσθαι ἀνάγκη καθ’ ἑαυτὴν εἶναι μὴ δυναμένην. οὐδὲν δέ ἐστιν ἑαυτοῦ φθαρτικόν· ποιότης γὰρ ποιότητι μάχεται, οὐχ ὑποκειμένῳ καὶ σώματι. ὥστε ἀδύνατον τὸν πυρετὸν ἢ ἑτέραν ὅλως ποιότητα φθείρειν τὸ ἴδιον ὑποκείμενον· ἕκαστον γὰρ τοῦ εἶναι ἐφίεται. ἐπειδὰν γοῦν μίαν τῶν ἐναντίων τούτων ποιοτήτων ἐξ ὧν τὸ σῶμα κέκραται πλεονάσαι συμβαίη,1 φθείρεσθαι τὴν τοῦ παντὸς σώματος ἁρμονίαν ἀνάγκη· καταλαβεῖν γὰρ σπουδάζουσα τὸ ὑποκείμενον ὡς ἐν τούτῳ σωζομένη φθείρει τὴν μαχομένην αὐτῇ, ἵν’ ἐκείνην ἐξωθήσασα τὸν αὑτῆς καταλάβῃ τόπον, ὥσπερ οἱ περὶ κοινοῦ χωρίου πολεμοῦντες ἀλλήλοις· σπεύδει γὰρ ἕκαστος τὸν ἀντικείμενον ἀπωθήσας αὐτὸς ἐν καθέξει τοῦ χωρίου γενέσθαι. οὕτως οὖν φέρε καὶ τοῦ θερμοῦ καὶ ψυχροῦ μαχομένων περὶ τὸ αὐτὸ ὑποκείμενον ἐν ὅσῳ μὲν οὐδέτερον ἐπικρατεῖ, ἐν συμμετρίᾳ ἐστὶ τούτων τὸ ὑποκείμενον, θατέρου δ’ ἐπικρατήσαντος τὸ μὲν ἀντικείμενον φθαρὲν ὑπὸ τοῦ ἐπικρατήσαντος ἐξίσταται, τὸ δ’ ὑποκείμενον οὐδὲν πάσχει, οὐδ’ ὑπὸ τῆς ἐπικρατούσης ποιότητος φθείρεται. ὥστε ὑπὸ τοῦ πυρετοῦ ἡ μὲν ἁρμονία καὶ ἡ εὐκρασία τῶν ἐν τῷ σώματι ποιοτήτων φθείρεται, αὐτὸ δὲ τὸ σῶμα, ὅπερ ὑποκείμενον ἦν ταῖς ποιότησιν, οὐ φθείρεται. Ἴσως δ’ ἄν τις ἐνσταίη ἡμῖν πρὸς τὰ εἰρημένα, ὡς τῷ πυρετῷ ὑποκείμενόν ἐστιν οὐχ ἁπλῶς τὸ σῶμα, ἀλλὰ τὸ τοιῶσδε κεκραμένον τοῦ ζῴου σῶμα, ὅπερ φθείρεται ἀμέτρως αὐτῷ ἢ πυρετοῦ ἢ ψύξεως ἐπιγινομένων ἤ τινος τῶν παραπλησίων·2 οὐ γὰρ ἡ τυχοῦσα ἄμετρος θερμότης πυρετός ἐστιν, οἷον ἡ ἐν τῷ σιδήρῳ ἢ ἐν τῷ πυρί, ἀλλ’ ἡ ἐν ζῴου σώματι· ἀμέλει φθειρομένου τούτου καὶ ὁ πυρετὸς συμφθείρεται ὡς ἐν αὐτῷ τὸ εἶναι ἔχων. ἐπιλυόμεθα οὖν τὴν ἀπορίαν ταύτην ἐξ ἀρχῆς τοῦτον τὸν τρόπον· αἱ κινήσεις καὶ αἱ μεταβολαὶ ἐν τέσσαρσι γίνονται κατηγορίαις· ἢ γὰρ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἐν τῇ ποῦ κατηγορίᾳ. καὶ ἡ μὲν κατ’ οὐσίαν μεταβολὴ ποιεῖ τὴν γένεσιν καὶ τὴν φθοράν (γένεσις μὲν γὰρ ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβολή, φθορὰ δὲ ἡ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν), κατὰ ποσὸν δὲ αὔξησις καὶ μείωσις, κατὰ ποιὸν δὲ ἀλλοίωσις λεύκανσις μέλανσις καὶ θέρμανσις καὶ αἱ κατὰ τὰς λοιπὰς ποιότητας κινήσεις, ἔτι δὲ καὶ ἡ κατὰ τόπον μεταβολή, ἣν καλοῦσι φοράν. εἰ τοίνυν ἡ γένεσις οὐσιώδης ἐστὶ μεταβολὴ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἄγουσα καὶ ἡ ἀντικειμένη ἄρα ταύτῃ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἄγουσα, καὶ αὕτη κατ’ οὐσίαν ἐστὶ μεταβολή· ὥστε ὁ πυρετὸς εἰ φθείρει τὸ ὑποκείμενον, οὐκ ἂν εἴη συμβεβηκὸς ἀλλὰ κατ’ οὐσίαν μεταβολή· ἐπειδὴ γὰρ ἡ γένεσις καὶ ἡ φθορὰ ἀλλοίωσις μὲν οὐκ ἔστιν, οὐκ ἄνευ δὲ ἀλλοιώσεως γίνονται, ὅταν μὲν οὖν μετρία γένηται ἀλλοίωσις, θερμασία ἢ ψύξις, ὥστε μὴ φθείρειν τὴν τοῦ ζῴου συμμετρίαν, συμβεβηκὸς ἡ τοιαύτη ποιότης ἐστίν, ἥτις καὶ ἀπογίνεται μὴ φθείρουσα τὸ ὑποκείμενον, ὅταν δὲ ἐπὶ πλεῖστον ἐκταθῇ, ὡς τὴν συμμετρίαν τῆς τοῦ ὑποκειμένου κράσεως φθεῖραι, τότε λοιπὸν οὐκ ἔστιν ἀλλοίωσις τὸ τοιοῦτον οὐδὲ κατὰ συμβεβηκὸς μεταβολὴ ἀλλ’ αὐτῆς τῆς οὐσίας. ὥστε οὐ πᾶς πυρετὸς φθείρει τὸ ὑποκείμενον, ἀλλ’ ὁ ἄμετρος, ὃς οὐδὲ συμβεβηκός3 ἐστιν, ἀλλ’ εἰς τὸ μὴ ὂν μεταβολή. Ἀποροῦσι δὲ καὶ περὶ τῆς φαλάκρας· φασὶ γὰρ φθείρειν τὸ ὑποκείμενον, τὰς τρίχας. ἰστέον τοίνυν, ὅτι οὐχ ὑπόκεινται τῇ φαλάκρᾳ αἱ τρίχες ἀλλ’ ἡ κεφαλή, καὶ αὕτη οὐ φθείρεται.
任何性质都不会与它自身的基底相抗争,也不会毁灭它在其中具有持存基础之物;因为毁灭了基底,它也就一同毁灭了自身;因为在它赖以获得存在之物被毁灭时,由于不能自存,它自身必然也一同被毁灭。而没有任何事物是自毁的;因为性质是与性质相抗争,而不是与基底和物体相抗争。因此,发烧或任何其他性质绝不可能毁灭它自身的基底;因为每一事物都渴求存在。总之,无论何时,当构成身体的这些相反性质中的某一种变得过剩时,整个身体的和谐就必然毁灭;因为它急于占有基底,以为自己在其中得以保全,于是毁灭了与自身抗争的那种性质,以便将对方驱逐出去而占据其位置,正如那些为了同一块土地而相互交战的人一样;因为每个人都急于击退对手,使自己成为土地的占有者。因此,假定热与冷围绕同一个基底相抗争:只要二者均不占优势,基底就处于它们的均衡之中;但当其中一方占了优势,那相对立的性质被占优势者毁灭而退出,基底本身却不受任何损害,也没有被占优势的性质所毁灭。因此,因发烧而被毁灭的是体内诸性质的和谐与适度调配,但作为诸性质之基底的身体本身并未被毁灭。 然而,或许有人会对我们所说的提出异议,认为发烧的基底并非单纯是身体,而是这样调配起来的动物身体,当发烧或寒冷或诸如此类的情况过度地加于其上时,被毁灭的正是这身体;因为并非任何过度的热都是发烧,例如铁中或火中的热,而是在动物体内的热才是发烧;确实,在这身体毁灭时,发烧也作为在其中具有存在之物而一同被毁灭。于是,我们从根本上以如下方式解决这一疑难。运动与变化发生在四个范畴中:或在实体中,或在数量中,或在性质中,或在“何处”范畴中。按实体发生的变化产生生成与毁灭(因为生成是从非存在向存在的变化,而毁灭是从存在向非存在的变化),按数量发生的变化是增加与减少,按性质发生的变化是变质——即发白、变黑、变热以及按其余性质产生的运动,此外还有按处所发生的变化,人们称之为位移。因此,如果生成是从非存在导向存在的实体性变化,那么与之对立的从存在导向非存在的毁灭,也就同样是按实体发生的变化;所以,如果发烧毁灭了基底,它就不会是偶性,而是按实体的变化;因为既然生成与毁灭固然不是变质,却不能没有变质而发生,那么,当发生适度的变质即受热或变冷,以至于不毁灭动物的均衡时,这样的性质便是偶性,它在消逝时也不毁灭基底;但当它被扩张到极点,以至于毁灭了基底之调配的均衡时,此时这类变化就不再是变质,也不是依照偶性的变化,而是实体本身的变化。因此,并非所有的发烧都毁灭基底,而是过度的发烧才毁灭基底,而这甚至不是偶性,而是向非存在的变化。人们对秃顶也提出了疑问;因为他们说秃顶毁灭了基底即头发。因此应当知道,作为秃顶之基底的并非头发,而是头部,而头部并没有被毁灭。
- 2.87ἐπειδὰν γοῦν μίαν τῶν ἐναντίων τούτων ποιοτήτων ἐξ ὧν τὸ σῶμα κέκραται πλεονάσαι συμβαίη
在连词 ἐπειδάν 引导的从句内部,非人称使用的动词 συμβαίη(祈愿语气)带有一个带宾格不定词结构(不定词 πλεονάσαι 及其宾格主语 μίαν τῶν ἐναντίων τούτων ποιοτήτων,意为“这些相反性质中的某一种变得过剩”),构成其主语从句。主句则是 ἀνάγκη 支配不定词 φθείρεσθαι 的非人称结构。
- 2.87ἀμέτρως αὐτῷ ἢ πυρετοῦ ἢ ψύξεως ἐπιγινομένων ἤ τινος τῶν παραπλησίων
短语 ἢ πυρετοῦ ἢ ψύξεως... ἐπιγινομένων 构成了独立属格结构(“当发烧或寒冷……加于其上时”),其中与格代词 αὐτῷ 是复合动词 ἐπιγίγνομαι 所要求的补足语,回指其前行的先行词 τὸ ... σῶμα(“[动物的]身体”)。
- 2.87ὥστε ὁ πυρετὸς εἰ φθείρει τὸ ὑποκείμενον, οὐκ ἂν εἴη συμβεβηκός
在由表结果的 ὥστε 引导的小句中嵌套了一个条件句。条件从句使用直陈式现在时(εἰ φθείρει,“如果毁灭”),而归结从句则采用 ἄν 加祈愿语气(οὐκ ἂν εἴη,“就不会是”),表达潜在性或逻辑推论,用于指出假定前提会导致矛盾或谬误。
