- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:110.8-112.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯考察了偶性的定义(在基底不毁灭的前提下生起与消逝者),论证了偶性是非物体的。随后他化解了两个疑难:指出不可分离偶性在思想中是可分离的;并阐明即便发生如发烧等致命偶性,其底层的基底即物体本身依然得以保全。
" p. 12,24 Συμβεβηκὸς δέ ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς." Τῶν προκειμένων πραγμάτων πρὸς τὴν διδασκαλίαν ὑστάτην τάξιν ἔχει τὸ συμβεβηκός· λείπεται τοίνυν περὶ τούτου τὸν λόγον ποιήσασθαι. ἰστέον δὲ ὅτι οὐ κατὰ τὴν εἰωθυῖαν διδασκαλίαν καὶ περὶ τούτου ἐδίδαξεν· ἐπὶ μὲν γὰρ τῶν ἄλλων φωνῶν πρότερον ἀπηριθμήσατο τὰ διάφορα αὐτῶν σημαινόμενα καὶ τότε ἔλεγε περὶ ποίου τοῖς φιλοσόφοις ὁ λόγος· ἐνταῦθα δὲ οὐ τοῦτο ποιεῖ, ἀλλ’ εὐθὺς τὴν ὑπογραφὴν τοῦ συμβεβηκότος λέγει εἰδὼς ὅτι περὶ πάντων τῶν σημαινομένων τοῦ συμβεβηκότος ὁ λόγος τοῖς φιλοσόφοις. εἰ δὲ τὸ συμβεβηκὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, δῆλον ἐντεῦθεν, ὡς οὐκ εἰσὶ σώματα τὰ συμβεβηκότα· εἰ γὰρ ἦσαν σώματα, προστιθέμενα μὲν τοῖς σώμασιν εἶχον αὐτὰ δηλονότι αὔξειν, ἀφαιρούμενα δὲ μειοῦν· εἰ δὲ μήτε προστιθέμενα μήτε ἀφαιρούμενα λυμαίνεται τὰ σώματα, ἀσώματα ἄρα ἐστί. καὶ ἄλλως· εἰ ἦσαν σώματα, ἔμελλεν εἷς τόπος σωμάτων εἶναι περιεκτικὸς πλειόνων, ὅπερ ἀδύνατον· ἐν γὰρ τῷ μήλῳ ἔστι καὶ εὐωδία καὶ χροιὰ καὶ γλυκύτης, καὶ ταῦτα εἰ ἦν σώματα, οὐκ ἔμελλεν ἕνα ἔχειν τόπον, ὅπερ ἀδύνατον· σῶμα γὰρ διὰ σώματος χωρῆσαι ἀδύνατον. καὶ ὅτι μὲν τὰ χωριστὰ συμβεβηκότα τὸ ὑποκείμενον οὐ λυμαίνεται αὐτῷ γινόμενα καὶ ἀπογινόμενα, δῆλον (τὸ γὰρ καθῆσθαι ἢ ἑστάναι ἢ θερμαίνεσθαι ἢ ψύχεσθαι γίνονται καὶ ἀπογίνονται μὴ φθείροντα τὸ ὑποκείμενον)· ἆρα οὖν καὶ τὰ ἀχώριστα ἀπογίνεται μὴ λυμαινόμενα τὸ ὑποκείμενον, σιμότης λέγω καὶ γρυπότης καὶ μελανία ἡ ἐν τῷ κόρακι; φαμὲν οὖν ὅτι εἰ καὶ μὴ τῇ ἐνεργείᾳ, ἀλλ’ οὖν γε τῇ ἐπινοίᾳ καὶ ταῦτα χωρίζεται· κἂν γὰρ εὐθεῖαν ἢ καμπύλην νοήσῃς τὴν ῥῖνα, μένει ῥὶς οὐδὲν ἧττον. Εἴωθε δέ τινα περὶ τοῦ ἀποδιδομένου ὁρισμοῦ ἀπορεῖσθαι· φασὶ γάρ, ὡς ἤδη εἴρηται, μὴ πᾶσιν ἁρμόζειν τοῖς συμβεβηκόσι τὸν ὁρισμὸν ἀλλὰ τοῖς χωριστοῖς, τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι· τὸ γὰρ ἐν τῷ Αἰθίοπι ἢ τῷ κόρακι μέλαν ἀδύνατον ἀπογίνεσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. εἴπομεν δὲ ἤδη ὅτι εἰ καὶ μὴ κατ’ ἐνέργειαν ἀπογίνεται, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ ὁ κόραξ καὶ ὁ Αἰθίοψ λευκός,1 τοῦ δὲ ἀνθρώπου τὸ ζῷον οὐδὲ τῇ ἐπινοίᾳ χωρίσαι δυνατόν· ἅμα γὰρ τῷ νοῆσαι ἄνθρωπον μὴ εἶναι ζῷον φθείρομεν αὐτόν, ἐπινοήσαντες δὲ τὸν κόρακα μὴ εἶναι μέλανα ἢ τὸν Αἰθίοπα οὐ φθείρομεν αὐτοῦ τὴν οὐσίαν ὡς κόρακος ἢ ἀνθρώπου. ἀμέλει καὶ εἰ ἀφέλοι τις τοῦ κόρακος τὰ πτερά, οὐδὲν ἧττον ἔσται κόραξ, καὶ τὸν Αἰθίοπα εἰ λευκὸν ἐπινοήσεις, οὐδὲν ἧττόν ἐστιν ἄνθρωπος, ὥστε καὶ τὰ ἀχώριστα εἰ καὶ μὴ τῇ ἐνεργείᾳ ἀπογίνεται, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ. ἀπορεῖται δὲ καὶ τοῦτο, πῶς λέγεται γίνεσθαι καὶ ἀπογίνεσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· ὁ γὰρ πυρετὸς γινόμενος φθείρει τὸν ἄνθρωπον. φαμὲν οὖν ὅτι καθάπερ ἐν ταῖς χορδαῖς ἐπιτεινομένων καὶ ἀνιεμένων2 τὴν ἁρμονίαν λύεσθαι συμβαίνει, τὸ μέντοι ὑποκείμενον οὐ φθείρεται, οὕτω καὶ ἐνταῦθα θερμότητος ἢ ψύξεως ἀμέτρου γινομένης ἤ τινος τῶν παραπλησίων τὴν μὲν συμμετρίαν καὶ ἁρμονίαν τὴν ἐν τῷ ζῴῳ συμβαίνει φθείρεσθαι, σώζεται δὲ τὸ ὑποκείμενον, τοῦτ’ ἔστι τὸ σῶμα· τὸ γὰρ τῇ θέρμῃ ἢ τῇ ψύξει ὑποκείμενον οὐχ ἁπλῶς τὸ ζῷόν ἐστιν, ἀλλὰ τὸ σῶμα. σύνθετον δὲ τοῦτό ἐστιν ἐκ τῶν ἐναντίων ψυχρῶν καὶ θερμῶν, ξηρῶν καὶ ὑγρῶν (“εἰ γὰρ ἓν ἦν ὁ ἄνθρωπος”, φησὶν ὁ Ἱπποκράτης, “οὐκ ἂν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν, ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν”) κραθέντων ἀλλήλοις καὶ εἰς ἕνωσιν καὶ φιλίαν ἁρμοσθέντων· οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον ἐναντίων ποιοτήτων συντίθεται τοῦ ζῴου τὸ σῶμα, ἀλλὰ καὶ ἐξ ὑποκειμένου τινὸς τριχῇ διαστατοῦ κατὰ τὸν ἴδιον λόγον ἀποίου σώματος, ἐν ᾧ ὑφίσταται πᾶσα ποιότης.
“偶性是在基底不毁灭的前提下生起与消逝之物。” 在为教学所提出的诸论题中,偶性处于最后一位;因此,剩下的便是对它进行论述。但应当知道,他关于此项的教学并未遵循惯常的教学样式;因为对于其他名词,他都是先列举其各种含义,而后才说明哲学家们的论述所针对的是哪一种;但在此处他并非如此,而是直接给出了偶性的描述性定义,因为他知道哲学家们的论述涉及偶性的一切含义。如果偶性是在基底不毁灭的前提下生起与消逝的,那么由此显而易见,偶性并非物体;因为如果它们是物体,当添加于物体时显然应当使之增加,而当被移去时应当使之减少;但如果既非添加也非移去会损害物体,那么它们便是非物体的。从另一角度来看:如果它们是物体,一个处所就将必须容纳多个物体,而这是不可能的;因为在苹果中既有香气、颜色,又有甘甜,这些若是物体,就不可能占据同一处所,而这是不可能的;因为物体穿过物体是不可能的。并且,分离偶性在基底中生起与消逝时不损害基底,这一点是显然的(因为坐、立、受热、受冷都是在不毁灭基底的情况下生起与消逝的);那么,不可分离的偶性,我说的是塌鼻、鹰鼻以及乌鸦体内的黑色,也是在不损害基底的情况下消逝的吗?对此我们说,即使不在现实中,但至少在思想中它们也是可以被分离的;因为即便你设想鼻子是直的或弯的,它仍旧不折不扣是鼻子。然而,人们通常会对所给出的这一定义产生疑问;因为正如先前已指出的,他们说“生起与消逝”这一定义并不适合所有的偶性,而仅适合可分离的偶性;因为埃塞俄比亚人体内或乌鸦体内的黑色,若基底不毁灭,是不可能消逝的。但我们已经说过,即使在现实中不消逝,至少在思想中乌鸦和埃塞俄比亚人可以是白的;而对于人而言,动物即便在思想中也是不可分离的;因为在我们设想人不是动物的同时,我们就消灭了人;但设想乌鸦不是黑的或埃塞俄比亚人不是黑的,我们并没有毁灭其作为乌鸦或作为人的本质。确实,即便有人拔去乌鸦的羽毛,它仍不折不扣是乌鸦;即便你设想埃塞俄比亚人是白的,他仍不折不扣是人;因此不可分离的偶性即使在现实中不消逝,至少在思想中也是会消逝的。人们还会质疑这一点:怎么能说“在基底不毁灭的前提下生起与消逝”呢?因为发烧一旦生起,就会毁灭人。对此我们说,正如在琴弦被收紧和放松时,发生的是和谐的解体,但基底本身并没有被毁灭;同样,在此处当过度的炎热或寒冷或诸如此类的情况生起时,动物体内的均衡与和谐固然会毁灭,但基底即身体却得以保全;因为承受热或冷的基底并非单纯是动物,而是身体。而这身体是由相互对立的冷与热、干与湿(正如希波克拉底所说:“因为人若是一,就不会受痛苦;即便受痛苦,医治他的也当是一”)彼此混合、调谐为统一与和睦而构成的;动物的身体不仅由上述相反的性质构成,而且还由在自身的界说上无性质的、向三维伸展的、一切性质赖以成立的某个作为基底的物体构成。
- 2.87ἀλλ’ οὖν τῇ ἐπινοίᾳ ὁ κόραξ καὶ ὁ Αἰθίοψ λευκός
缺少限定动词的紧缩省略句;根据上文在思想中分离的语境以及表语形容词 λευκός,需补出类似“[可在思想中被设想为]白的”之谓词含义以理顺句意。
- 2.87ἐπιτεινομένων καὶ ἀνιεμένων
未明示逻辑主语的属格绝对结构;其逻辑主语(即琴弦 τῶν χορδῶν)需由紧接在前的介词短语 ἐν ταῖς χορδαῖς 中补出。
