- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:108.1-110.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了构成种的真正差异在于“接纳理智与知识的能力”,随后转入“固有属性”一章,探讨了固有属性的四分法、其逻辑组合,以及作为潜能(如“能笑”)的固有属性的本质。
" p. 12, 2 Μὴ τὸ τυχόν φασι τῶν χωριζόντων." Οὐχ ἡ τυχοῦσα γὰρ διαφορά· οὐδὲ γὰρ ἡ κοινῶς οὐδὲ ἡ ἰδίως οὐδὲ τὸ καθέζεσθαι καὶ ἑστάναι ἢ τὸ σιμὸν καὶ τὸ γρυπὸν χωρίζει, ἀλλ’ ἡ ἰδιαίτατα ἢ συστατική, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶναι· τοῦτο γὰρ μόνῳ ἀνθρώπῳ ὑπάρχει, ἐπεὶ οὐδὲ θεῷ ὡς κρείττονι πάσης γνώσεως, οὐδὲ τοῖς ἀλόγοις ὡς μηδὲ πεφυκόσι,1 καὶ πάλιν οὐ τῆσδέ τινος ἐπιστήμης (ἐπεὶ εἰ γραμματικῆς μόνης, γραμματικὸν παραλαμβάνεις), ἀλλὰ πάσης.
“他们说,不是划分者中随随便便的一个。” 因为这并非随随便便的差异;因为既不是共同意义上的差异,也不是特殊意义上的差异,既不是坐着和站着,也不是塌鼻和鹰鼻能够进行区分,而是最特殊或构成性的差异,即“能够接纳理智和知识”才进行区分;因为这仅属于人,它既不属于神(因神超越一切认识),也不属于非理性动物(因其根本不具备这种本性),而且又并非对某一特定的知识(因为若仅指文法知识,你所指的就是文法家了),而是对一切知识而言的。
" p. 12, 3 Καὶ τοῦ τί ἦν εἶναι καὶ ὃ τοῦ πράγματός ἐστι μέρος." Ἀντὶ τοῦ ‘καὶ εἰς τὸν ὁρισμόν’·2 τὸ γὰρ τί ἦν εἶναι σημαίνει παρὰ Ἀριστοτέλει τὸν ὁρισμόν (ὥσπερ 〈παρὰ〉 τοῖς γραμματικοῖς ἡ μῆνις τὴν ὀργήν), ἐπειδὴ ὁ ὁρισμὸς τὸ τί ἐστιν ἑκάστου καὶ τὸ εἶναι σημαίνει. ὃ οὖν μέρος ἐστὶ τοῦ ὁρισμοῦ, ἐκεῖνο διακρίνει· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μέρος γίνεται τοῦ ὅρου· διὰ τοῦτο αὕτη ἡ διαφορὰ ἀπὸ τῶν ἄλλων διακρίνει τὸν ἄνθρωπον.
“亦属本质,以及作为事物之一部分者。” 代替“亦进入定义”;因为“本质”在亚里士多德那里意味着定义(正如在文法学家那里,忿怒意味着愤怒一样),因为定义意味着每一事物的“是什么”与“存在”。因此,凡作为定义之一部分者,正是那进行区分者;因为“能够接纳理智和知识”成为定义的一部分;因此,正是这一差异将人与其他事物区分开来。
" p. 12, 4 Οὐ γὰρ τὸ πεφυκέναι πλεῖν." Οὐ λέγει τὸ πλεῖν τὸ νήχεσθαι ἢ τὸ φέρεσθαι ἐπὶ τοῦ ὕδατος (οὕτως γὰρ καὶ τὰ ἄλογα καὶ τὰ ἄψυχα πεφύκασι πλεῖν), ἀλλὰ τὸ ναυτίλλεσθαι· τοῦτο γὰρ ἴδιον ἀνθρώπου. ἀλλ’ οὐ κατὰ τὸ ναυτίλλεσθαι ὁ ἄνθρωπος χαρακτηρίζεται, ἐπεὶ εἰ οὕτω, οἱ μὴ ναυτιλλόμενοι οὐκ ἂν ἦσαν ἄνθρωποι. Περὶ ἰδίου.
“因为并非是天生具有航行能力。” 他并不是说航行是指游泳或漂浮于水面之上(因为以这种方式,即使非理性动物和无生物也天生能够航行),而是指操舵航海;因为这为人所特有。然而,人并非以操舵航海来表征,因为若如此,不操舵航海的人就不是人了。 论固有属性。
" p. 12, 13 Τὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς." Πληρώσας τὸν περὶ τῆς διαφορᾶς λόγον περὶ τοῦ ἰδίου λοιπὸν διαλέγεται· τοῦτο γὰρ ἦν ἀκόλουθον κατὰ τὴν εἰρημένην τάξιν· διαλεχθεὶς γὰρ περὶ τῶν οὐσιωδῶν, ἀναγκαίως καὶ περὶ τῶν ἐπουσιωδῶν διαλέγεται. ἀλλὰ ἀπὸ τοῦ ἰδίου ἄρχεται ὡς μεταιχμίου ὄντος·3 κοινωνεῖ γὰρ καὶ τοῖς οὐσιώδεσι, καθὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει τὸ κυρίως ἴδιον, ὥσπερ καὶ τὰ οὐσιώδη (καὶ γὰρ ταῦτα καὶ πᾶσι καὶ ἀεὶ ὑπάρχει, οἷς ὑπάρχει), κοινωνεῖ δὲ καὶ τοῖς συμβεβηκόσιν, ὅτι ὥσπερ ἐκεῖνα τῇ ἐπινοίᾳ χωρίζεται τοῦ ὑποκειμένου, οὕτω καὶ τὸ ἴδιον τῇ ἐπινοίᾳ χωρίζεται. πάλιν δὲ κατὰ τὸν αὐτὸν τύπον τῆς διδασκαλίας πρότερον τὰ σημαινόμενα ἀπαριθμεῖται, καὶ οὕτως λέγει ποίου πέρι τοῖς φιλοσόφοις ὁ λόγος. τρόπον οὖν τινα διαιρεῖ εἰς τέσσαρα τὸ ἴδιον καί φησιν οὕτως· τὸ ἴδιον ἢ μόνῳ τινὶ εἴδει ὑπάρχει ἢ οὐ μόνῳ, καὶ εἰ μόνῳ, ἢ παντὶ τῷ εἴδει ἢ οὐ παντί, καὶ εἰ μὴ μόνῳ, πάλιν ἢ παντὶ ἢ οὐ παντί, ἢ ἀεὶ ἢ οὐκ ἀεί. ἡ μὲν οὖν διαίρεσις αὕτη. καὶ ἔστιν ἓν μὲν σημαινόμενον καὶ πρῶτον ὃ μόνῳ τινὶ συμβέβηκεν, οὐ παντὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ ἰατρεύειν τὸ φιλοσοφεῖν τὸ ἀστρονομεῖν τὸ γεωμετρεῖν ἤ τι τῶν τοιούτων. δεύτερον δὲ ὃ παντὶ μέν, οὐ μόνῳ δέ, ὡς ἀνθρώπῳ τὸ εἶναι δίποδι· παντὶ γὰρ ἀνθρώπῳ ὑπάρχει, οὐ μόνῳ δέ· καὶ γὰρ καὶ πετεινοῖς ὑπάρχει τὸ δίποσιν εἶναι. τρίτον δὲ ὃ καὶ μόνῳ καὶ παντί, οὐκ ἀεὶ δὲ ἀλλὰ ποτέ, ὡς ἀνθρώπῳ τὸ ἐν γήρᾳ πολιοῦσθαι· μόνῳ γὰρ καὶ παντί, ἀλλ’ οὐκ ἀεὶ πεπολίωται, ἀλλ’ ἐν γήρᾳ. τέταρτον δὲ ἐφ’ οὗ συνδεδράμηκε καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί, οἷον τῷ ἀνθρώπῳ τὸ γελαστικὸν καὶ τῷ ἵππῳ τὸ χρεμετιστικὸν καὶ κυνὶ τὸ ὑλακτικόν. τούτων δὲ ἕκαστον λέγεται κατὰ δύναμιν, οὐ κατ’ ἐνέργειαν· οὐ γὰρ καθὸ γελᾷ ἢ χρεμετίζει, γελαστικὸν λέγεται ἢ χρεμετιστικόν, ἀλλὰ καθὸ πέφυκε. τοῦτο γάρ ἐστι τὸ κυρίως ἴδιον τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον, ᾧτινι ὁ Πορφύριος κατεχρήσατο ἐπὶ τῶν ἄλλων σημαινομένων καὶ ἁπλῶς τὸ κοινότερον λεγόμενον ἴδιον λαβὼν εἰς τέσσαρα διεῖλε. τριῶν οὖν οὐσῶν ἀντιθέσεων, ἐξ ὧν τὰ τοῦ ἰδίου σημαινόμενα εἴληπται, τούτων πρὸς ἄλληλα συμπλεκομένων,4 πλείονες γίνονται σχέσεις αὐτῶν, ἐξ ὧν αἱ μέν εἰσιν ἀσύστατοι αἱ δὲ συνιστάμεναι, ὡς διὰ τῶν ὑπογραμμάτων δείκνυται.
“而他们以四种方式划分固有属性。” 结束了关于差异的讨论之后,他接着讨论固有属性;因为按照所述的次序,这是顺理成章的;因为讨论了本质性事物之后,他必然也要讨论非本质性事物。但他从固有属性开始,视其为处于中介边界之物;因为它既与本质性事物有相通之处(就严格意义上的固有属性仅属于、全属于且恒属于某一物而言,正如本质性事物一样,因为这些本质性事物凡其所属于的,也全都既全属于且恒属于),又与偶性有相通之处(因为正如偶性在思想中与基底分离一样,固有属性在思想中亦被分离)。他又按照同样的教学样式,首先列举其含义,以此说明哲学家们的论述所针对的是哪一种。于是他以某种方式将固有属性划分为四种,并如此说道:固有属性要么仅属于某一特定种,要么不只属于某一特定种;如果仅属于,要么全属于该种,要么不全属于;如果不只属于,同样要么全属于,要么不全属于;并且要么恒属于,要么不恒属于。这就是这一划分。其第一种含义是仅偶属于某一特定种,但非全属于者,如对人而言行医、行哲学、研究天文学、研究几何学或诸如此类的任何事情。第二种含义是全属于但不只属于某一特定种者,如对人而言具有双足;因为这属于每个人,但不只属于人;因为具有双足亦属于鸟类。第三种含义是既仅属于又全属于,但非恒属于而是有时属于者,如对人而言在老年时变白发;因为这仅属于且全属于人,但他并非恒常白发,而是在老年时。第四种含义是“仅属于”、“全属于”与“恒属于”相汇聚者,如对人而言能笑,对马而言能嘶鸣,对狗而言能吠叫。这些之中的每一项都是依潜能而非依现实而言的;因为并非由于正在笑或正在嘶鸣,才被称为能笑或能嘶鸣,而是由于具有这种本性。因为这才是严格意义上的固有属性,即仅属于、全属于且恒属于者,波菲利将此词借用到其他含义上,直接取较为共通而言的固有属性而划分为四。因此,既然存在着从中引出固有属性诸含义的三对对立项,当它们彼此组合时,便产生了它们之间的更多关系,其中一部分是不能成立的,另一部分是能成立的,正如通过图示所展示的那样。
" p. 12,19 Τοῦτο δ’ αὐτῷ ἀεὶ σύμφυτον." Τῷ εἰπεῖν σύμφυτον τὴν δύναμιν καὶ τὸ πεφυκέναι ἐδήλωσεν, οὐ τὴν ἐνέργειαν· εἰ γὰρ καὶ μὴ ἀεὶ γελῶμεν, ἀλλὰ γελαστικοὶ εἶναι λεγόμεθα ἀεί· δυνάμει γὰρ ἔχομεν τὸ γελᾶν ἀεὶ καὶ πεφύκαμεν γελᾶν ἀεί. γελαστικοὶ οὖν ἐσμεν οὐ γελῶντες ἀεί· ἄλλο γὰρ τὸ γελᾶν καὶ ἄλλο τὸ γελαστικόν, καὶ ἄλλο τὸ χρεμετίζειν καὶ ἄλλο τὸ χρεμετιστικόν. Περὶ συμβεβηκότος.
“而这对它而言恒常是生来俱有的。” 通过说“生来俱有的”,他指明了潜能和具备本性,而非现实;因为即使我们并非恒常在笑,但我们仍被称为恒常能笑者;因为我们在潜能中恒常具有笑,并在本性上恒常倾向于笑。因此我们是能笑者,而非恒常在笑;因为笑是一回事,能笑是另一回事;嘶鸣是一回事,能嘶鸣是另一回事。 论偶性。
- 2.82ἐπεὶ οὐδὲ θεῷ ὡς κρείττονι πάσης γνώσεως, οὐδὲ τοῖς ἀλόγοις ὡς μηδὲ πεφυκόσι
承前省略了动词 ὑπάρχει。连接词 ὡς 与与格形容词 κρείττονι 及分词 πεφυκόσι 连用,表示理由或视角(“作为……”)。
- 2.83Ἀντὶ τοῦ ‘καὶ εἰς τὸν ὁρισμόν’
ἀντί 接带冠词的短语,表示替换或解释:“代替‘亦进入定义’”,以此解释引文短语在句法上的对应与含义。
- 2.85ὡς μεταιχμίου ὄντος
属格绝对分词结构,其暗含的主语为固有属性(τὸ ἴδιον)。副词 ὡς 表述了提出该主张的理由或视角(“视其为处于边界之物”)。
- 2.85τριῶν οὖν οὐσῶν ἀντιθέσεων... τούτων πρὸς ἄλληλα συμπλεκομένων
双重属格绝对结构:前一半(τριῶν οὖν οὐσῶν ἀντιθέσεων)提供背景条件(“既然存在着三对对立项”),后一半(τούτων ... συμπλεκομένων)表示具体发生的伴随情况(“当它们彼此组合时”)。
