- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:105.15-107.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安摩尼乌阐释波菲利文本中关于差异的诸表述,处理了与漫步学派立场的调和及差异的定义,并通过自然物与人工物中质料与形式的类比奠定了属与差异的关系。
" p. 11, 2 Οὔτε οὐδὲν τούτων ἐστί." Τοῦτ’ ἔστιν ἀμέτοχον· προσυπακουστέον γὰρ τὸ τοιοῦτον· εἰ γὰρ μὴ μετεῖχε λογικοῦ καὶ θνητοῦ τὸ ζῷον, πόθεν εἶχε τὸ εἶδος δέξασθαι;1
"Οὔτε οὐδὲν τούτων ἐστί." 即“无分有”;因为必须补充理解这样一层意思;因为如果动物不分有理性和有死,它又如何能够接纳种呢?
" p. 11,3 Οὔτε δὲ πάσας τὰς ἀντικειμένας." Ἐπεὶ ἔσονται2 τὰ ἐναντία ἅμα.
" p. 11,3 Οὔτε δὲ πάσας τὰς ἀντικειμένας." 否则,相反者便会同时存在。
" p. 11,4 Ἀλλ’ ὡς ἀξιοῦσιν." Ἐπειδὴ ὁ Πορφύριος Πλατωνικὸς ὢν οὐ τὰ αὐτῷ ἀρέσκοντα λέγει, εἶπεν ὡς ἀξιοῦσιν οἱ Περιπατητικοί· φυσιολογοῦντες γὰρ καλῶς οὕτω πρεσβεύουσιν, ὅτι τὰ καθόλου δυνάμει πρότερον ἔχει τὰ μερικά, καὶ οὕτως εἰς τὴν ἐνέργειαν προκόπτει.
" p. 11,4 Ἀλλ’ ὡς ἀξιοῦσιν." 波菲利作为柏拉图主义者,既然并非在陈述合乎他自己心意的主张,便说了“正如他们所主张的”,意指漫步学派;因为他们在探讨自然时恰当地主张:普遍者首先在潜能中包含特殊者,并以这种方式推进到现实中。
" p. 11,7 Ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως." Ἐνταῦθα τελείαν ὑπογραφὴν λέγει λαμβανομένην ἐκ τῆς τῶν φωνῶν διαιρέσεως τῆς λεγούσης, τῶν φωνῶν αἱ μὲν ἄσημοι αἱ δὲ σημαντικαί.
" p. 11,7 Ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως." 在此他谈到一种完整的描述,这是取自对语词的划分,该划分说:在语词中,一部分是无意义的,另一部分是有意义的。
" p. 11, 12 Τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων." Τὴν αἰτίαν νῦν ἀποδίδωσι, διὰ τί τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι. λέγει τοίνυν ὅτι πάντα τὰ ὄντα ἢ κυρίως ἐξ ὕλης καὶ εἴδους ὑπάρχει ἢ ἀνάλογον ὕλῃ καὶ εἴδει τὴν σύστασιν ἔχουσι. πᾶσι μὲν οὖν τοῖς φυσικοῖς πράγμασίν ἐστι τὸ ὑποκείμενον, ὃ καλοῦσι κυρίως ὕλην, τὴν ἀκαλλῆ καὶ ἀνείδεον. ἔστι δὲ καὶ κυρίως εἶδος τὸ κοσμοῦν αὐτὴν καὶ ἐν αὐτῇ γινόμενον. οὕτως μὲν οὖν ἡ κυρίως ὕλη καὶ τὸ κυρίως εἶδος ἐν τοῖς φυσικοῖς πράγμασι θεωρεῖται, ἐν δὲ τοῖς τεχνητοῖς τὸ ἀνάλογον. οἷον ἐκ χαλκοῦ γίνεται ἀνδριάς· οὐκοῦν ὁ χαλκὸς λέγεται ὕλη, ἀλλ’ οὐ κυρίως, ἀναλόγως δέ· οὐ γὰρ ἀνείδεος ὁ χαλκός, ἀλλ’ ἐπειδὴ ὑπέστρωται τῷ τεχνίτῃ καὶ ἐπιδέχεται τὸ τοῦ ἀνδριάντος εἶδος, ὥσπερ καὶ ἡ κυρίως ὕλη, διὰ τοῦτο ὕλη λέγεται. καὶ τὸ σχῆμα δὲ εἴδει ἀνάλογον καλεῖται, ἐπειδὴ τυποῖ τὸν χαλκόν· διότι γὰρ ὑπόκειται τοῖς φυσικοῖς μία τις ὕλη, διὰ τοῦτο καὶ εἰς ἄλληλα μεταβάλλουσι πάντα. ἀδύνατον δὲ ἦν εἰς ἄλληλα ἅπαντα μεταβάλλειν, εἰ μὴ μία τις καὶ κοινὴ ὕλη πᾶσιν ὑπέκειτο. οὕτω γοῦν τὰ χαλκᾶ σκεύη δυνατὰ εἰς ἄλληλα μεταβάλλειν κοινὴν ἔχοντα ὕλην, οἷον ἐκ λέβητος εἰς ἀνδριάντα· τὰ γὰρ μὴ ἔχοντα μίαν ὕλην οὐ δύναται μεταβάλλειν εἰς ἄλληλα· οὐ γὰρ ἂν γένοιτο ποτε ἐκ λέβητος τὸ ἀβάκιον. γίνεται δὲ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος ἀὴρ καὶ ἐξ ἀέρος πῦρ τῷ μίαν ἔχειν τὴν ὑποκειμένην ὕλην·3 δῆλον ὅτι δεξαμένη αὐτὴ ψυχρότητα καὶ ὑγρότητα γίνεται ὕδωρ, θερμότητα δὲ καὶ ξηρότητα γίνεται πῦρ, καὶ τὰ ἄλλα ὁμοίως. πάντα οὖν τὰ φυσικὰ πράγματα ἐξ ὕλης ἐστὶ κυρίως καὶ εἴδους, ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ τὰ ἄλλα, τὰ δὲ τεχνητὰ ἐξ ἀναλόγου μὲν τῇ ὕλῃ, οἷον τῶν ξύλων, ἐξ ἀναλόγου δὲ τῷ εἴδει, τοῦ τοιούτου σχήματος. φησὶν οὖν ὅτι τὸ μὲν γένος ὕλης ἔχει λόγον, αἱ δὲ διαφοραὶ εἴδους· ὥσπερ γὰρ κατὰ μὲν τὴν οὐσίαν οὐδὲν διαφέρει ἀλλήλων οἷον τὰ χαλκᾶ σκεύη, ἡ δὲ διαφορὰ κατὰ τὸ σχῆμα γίνεται, οὕτω κατὰ μὲν τὸ γένος, καθ’ ὃ ζῷά ἐσμεν, οὐδὲν διαφέρει ἄνθρωπος, ἵππος, κύων καὶ τὰ ἄλλα, κατὰ μέντοι τὰς διαφορὰς διαφέρει· τὸ γὰρ ζῷον δεξάμενον τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον, τὸ δ’ ἄλογον καὶ τὸ θνητὸν πάλιν δεξάμενον ποιεῖ τὸν ἵππον. ὥστε ὕλῃ μὲν ἀναλογεῖ τὸ γένος, εἴδει δὲ αἱ διαφοραί. ἐπεὶ οὖν ἡ μὲν ὕλη ἑκάστῳ τὸ εἶναι παρέχει, τὸ δ’ εἶδος τὸ τοιόνδε καὶ τὸ τοιόνδε, εἰκότως τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται ὡς ἀναλογοῦν τῇ ὕλῃ, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστιν ὡς ἀναλογοῦσα τῷ εἴδει.
" p. 11, 12 Τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων." 他现在说明了原因,即为何属是在“是什么”中被述谓,而差异则是在“是怎样的”中被述谓。于是他说,一切存在者要么严格意义上由质料和形式构成,要么具有类比于质料和形式的结构。在一切自然事物中都存在着基底,人们称之为严格意义上的质料,即无美且无形式者;并且也存在着严格意义上的形式,即装饰质料并进入质料之中的形式。因此,严格意义上的质料和严格意义上的形式在自然事物中被观察到,而在人工物中被观察到的则是类比之物。例如,青铜制成雕像;于是青铜被称为质料,但并非严格意义上的,而是类比性的;因为青铜并非没有形式,但由于它作为基础提供给工匠并接纳雕像的形式,正如严格意义上的质料一样,正因如此它被称为质料。而形状也因其赋形于青铜而被称作类比于形式者;因为既然自然事物底下垫托着单一的质料,所有事物也正因如此得以彼此转化。而若非所有事物底下都垫托着单一且共同的质料,一切事物彼此转化本是不可能的。如此,至少铜器因具有共同质料而能够彼此转化,例如从大锅变成雕像;因为不具有单一质料的事物无法彼此转化;因为算板绝不可能由大锅产生。而水由空气产生,空气由水产生,火由空气产生,都是由于具有单一的底层质料;显而易见,质料自身接纳冷和湿便成为水,接纳热和干便成为火,其余依此类推。因此,一切自然事物都是严格意义上由质料和形式构成的,如人、马以及其余事物,而人工物则是由类比于质料之物(如木材)和类比于形式之物(如这般形状)构成的。因此他说,属具有质料的理路,而诸差异具有形式的理路;因为正如就实体而言,例如铜器之间彼此毫无差别,而差异是因形状产生的,同样地,就我们作为动物的属而言,人、马、狗以及其余事物毫无差别,但就诸差异而言则彼此有别;因为动物接纳了理性和有死便造就了人,再次接纳了非理性和有死便造就了马。所以属类比于质料,而诸差异类比于形式。既然质料赋予每一事物以存在,而形式赋予它以如此这般的存在,因此属作为类比于质料者在“是什么”中被述谓,而差异作为类比于形式者在“是怎样的”中被述谓,乃是理所当然的。
" p. 11,15 Ὁ κοινός τε καὶ εἰδικός." Κοινὸς ὁ καθόλου, εἰδικὸς δὲ ὁ καθ’ ἕκαστα.
" p. 11,15 Ὁ κοινός τε καὶ εἰδικός." “共同的”指的是普遍者,“种的”指的是个别者。
" p. 11,18 Ὑπογράφουσι δὲ καὶ οὕτως· διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος." Προσελθὸν γὰρ τὸ λογικὸν καὶ τὸ θνητὸν ἐχώρισε τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵππου.
" p. 11,18 Ὑπογράφουσι δὲ καὶ οὕτως· διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος." 因为理性和有死被附加进来,便将人与马区分开来。
- 2.75πόθεν εἶχε τὸ εἶδος δέξασθαι;
动词 ἔχω 后接不定词(δέξασθαι)表示能力或可能性(“能够”)。与疑问词 πόθεν(“从何处/如何”)连用构成修辞性疑问句,含有“绝无可能接纳种”的反事实强烈否定含义。
- 2.76Ἐπεὶ ἔσονται
连词 ἐπεί 接直陈式将来时(ἔσονται),属于省略用法,暗指条件句“否则”(相当于 εἰ δὲ μή),引导归结句:“否则[相反者]就会同时存在”。
- 2.79τῷ μίαν ἔχειν τὴν ὑποκειμένην ὕλην
带冠词不定词(τῷ ... ἔχειν)的与格表示原因或理由(“由于具有单一的底层质料”)。μίαν 是直接宾语 τὴν ὑποκειμένην ὕλην 的修饰语。
