- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:104.5-105.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯完成了柏拉图主义者关于诸差异在现实中存在于诸属中的论证(因果性与完满性论证),调和了关注“在多之前之属”的柏拉图派与关注“在多之中之属”且依循自然生成秩序的漫步学派,并转入对文句本身的朗读与阐明。
ὥστε οὐδὲν ἄτοπον συμβαίνει τῷ λόγῳ τῷ λέγοντι τὰς διαφορὰς ἐνεργείᾳ ἐν τοῖς γένεσιν εἶναι. ὡσαύτως καὶ ἐν τῷ ἀβακίῳ σωματικῶς μὲν καὶ κατὰ ταὐτὸν καὶ τρίγωνον καὶ τετράγωνον καὶ στρογγύλον ποιῆσαι οὐ δυνάμεθα, ἐπειδὴ ὑπ’ ἀλλήλων συγχέονται οἱ τύποι, ἐν δὲ τῇ ψυχῇ ἔχομεν ταῦτα πάντα ἀσυγχύτως, ὅθεν καὶ ἀσυγχύτως προβαλλόμεθα αὐτὰ καὶ δείκνυμεν καὶ τὸ πρῶτον θεώρημα καὶ τὸ δεύτερον καὶ τὸ τρίτον καὶ περὶ στρογγύλου καὶ περὶ τετραγώνου καὶ περὶ τριγώνου. ὥστε ἐπὶ ἀσωμάτων δυνατὸν ἅμα τὰ ἐναντία εἶναι ἐνεργείᾳ. ἄλλως τε δὲ εἰ δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσι, τί ἐστι τὸ ποιῆσαν αὐτὰς ἐνεργείᾳ ἐν τοῖς εἴδεσι; πᾶν γὰρ τὸ δυνάμει ὂν ἄγεται εἰς ἐνέργειαν διὰ τινος ἐνεργείᾳ τοιούτου ὄντος· τὸ γὰρ ὕδωρ τὸ ψυχρὸν δυνάμει ὂν θερμὸν γίνεται ἐνεργείᾳ θερμὸν διὰ τοῦ πυρὸς ἐνεργείᾳ ὄντος θερμοῦ, καὶ τὸ παιδίον δυνάμει ὂν γραμματικὸν ἐνεργείᾳ γίνεται γραμματικὸν διὰ τοῦ ὄντος ἐνεργείᾳ γραμματικοῦ. εἰ οὖν δυνάμει εἰσὶν ἐν τοῖς γένεσιν αἱ διαφοραί, προάγονται δὲ εἰς ἐνέργειαν, δεήσονται ἄλλου τινὸς ἐνεργείᾳ ἔχοντος τὰς διαφοράς·1 οὐδὲν δέ ἐστιν ἄλλο παρὰ ταῦτα· οὐκ ἄρα δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν. πάλιν δὲ πᾶν μὲν τὸ δυνάμει ὂν ἀτελές ἐστι, τὸ δὲ ἐνεργείᾳ τέλειον· εἰ οὖν τὰ μὲν εἴδη ἐνεργείᾳ ἔχει τὰς διαφορὰς τὰ δὲ γένη δυνάμει, ἔσται τὰ μὲν εἰδικώτατα πάντων τελεώτερα καὶ ἐντιμότερα τὰ δὲ γενικώτατα πάντων ἀτελέστερα καὶ ἀτιμότερα, ὅπερ ἄτοπον· ἔσονται γὰρ τὰ αἰτιατὰ τελεώτερα καὶ κρείττονα τῶν αἰτίων. ἀνάγκη ἄρα τὰς διαφορὰς ἐν τοῖς γένεσιν ἐνεργείᾳ εἶναι. Ἆρα οὖν ἀπόβλητός ἐστι παντελῶς ὁ τῶν Περιπατητικῶν λόγος; φαμὲν οὖν οὐδαμῶς· τριττῶν γὰρ ὄντων τῶν γενῶν, ὡς πολλάκις ἔφαμεν, οἱ μὲν Πλατωνικοὶ περὶ τῶν πρὸ τῶν πολλῶν ἔλεγον (ἐν γὰρ τοῖς πρὸ τῶν πολλῶν γένεσιν ἐνεργείᾳ ὑπάρχουσιν αἱ διαφοραί· οἱ γὰρ λόγοι πάντων ἐκεῖ εἰσιν ἐνεργείᾳ), οἱ δὲ Περιπατητικοὶ περὶ τῶν ἐν τοῖς πολλοῖς·2 ἰστέον γὰρ ὅτι ἡ φύσις ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ὁδεύει καὶ τὰ μερικὰ δυνάμει ἐν τοῖς καθολικωτέροις προϋπέστησεν, οἷον ἐκ τοῦ καταβληθέντος σπέρματος δημιουργεῖ πρῶτον τὸ σαρκίον, ὥς φασιν οἱ ἰατροί, ἐν τῇ μήτρᾳ, ὃ σῶμά ἐστι· τὸ δὲ σῶμα καθολικόν· ἀλλὰ τοῦτο ὡς μὲν σῶμα ἐνεργείᾳ ἐστίν, ὡς δὲ ἔμψυχον δυνάμει· οὔπω γάρ ἐστιν ἐνεργείᾳ ἔμψυχον. ὅταν δὲ τραφὲν καὶ αὐξηθὲν ψυχωθῇ, ἐνεργείᾳ μὲν λέγεται ἔμψυχον, δυνάμει δὲ ζῷον, μήπω τυχὸν αἰσθήσεως καὶ κινήσεως. ὅταν δὲ ἤδη τούτων μετάσχῃ, γίνεται ἐνεργείᾳ ζῷον. ὅταν δὲ ἐκκριθῇ καὶ λόγου μετάσχῃ, γίνεται ἐνεργείᾳ λογικόν. ἰδοὺ οὖν ἐν τοῖς γένεσι τοῖς ἐν τοῖς πολλοῖς δυνάμει θεωροῦνται αἱ διαφοραί, καὶ καλῶς οἱ φυσικοὶ οὕτω λέγουσιν. ὅθεν ὁ Πορφύριος ἐπειδὴ προέθετο ἐκθέσθαι τὸ σύγγραμμα τοῦτο οὐ πρὸς Πλατωνικὰς συμβαλλόμενον πραγματείας ἀλλὰ πρὸς Ἀριστοτελικάς,3 διὰ τοῦτο τῇ τῶν Περιπατητικῶν ἐχρήσατο ἐπιλύσει. πάντα ἤδη προκατεβαλλόμεθα· λοιπὸν σαφὴς ἡ λέξις. ἀναγνῶμεν οὖν αὐτήν, καὶ εἴ πού τι προσπίπτει, σαφηνίσωμεν.
因此,对于断言诸差异在现实中存在于诸属中的论点而言,并不产生任何荒谬的推论。同样地,在算板上以物体的方式且在同一位置,我们无法同时做出三角形、四边形和圆形,因为它们的痕迹会彼此混淆,但在灵魂中我们毫无混淆地保有所有这些,从而我们亦能毫无混淆地投射出它们,并证明关于圆形、四边形和三角形的第一定理、第二定理和第三定理。所以在无形体之物的情形下,相反者在现实中同时存在是可能的。 此外,如果诸差异在诸属中是在潜能上的,那么究竟是什么使得它们在种中成为现实上的呢?因为一切在潜能上的事物,都是通过某种在现实上具有该性质的事物而被引导进入现实的;因为冷水在潜能上是热的,是通过在现实上为热的火而成为现实上热的,而在潜能上识字的孩童,是通过在现实上识字的人而成为现实上识字的。因此,如果诸差异在诸属中是在潜能上的,并且它们被推进到现实中,它们将需要另一种在现实上具有这些差异的事物;但除了这些之外别无他物;所以诸差异并非在潜能上存在于诸属之中。 再次,凡在潜能上的事物都是不完满的,而在现实上的事物则是完满的;因此,如果诸种在现实上具有诸差异,而诸属在潜能上具有,那么最狭窄的种将比一切都更加完满、更受尊崇,而最普遍的属将比一切都更不完满、更受轻视,这乃是荒谬的;因为作为结果的事物将比原因更为完满且更为优越。所以,诸差异在现实上存在于诸属中是必然的。 那么,漫步学派的论点难道被全然抛弃了吗?我们说决非如此;因为正如我们屡次所说,诸属有三种形式,柏拉图主义者论及的是“在多之前的属”(因为在多之前的诸属中,诸差异在现实中持存;因为一切事物的理路在彼处都在现实中存在),而漫步学派论及的则是“在多之中的属”;因为必须知道的是,自然从更普遍之物走向更特殊之物,并且将特殊事物在潜能上预先奠定在更普遍之物中,正如从播下的种子出发,如医生们所言,自然首先在子宫中塑造成肉块,肉块是一个身体;而身体是普遍的;但这在作为身体方面是在现实上的,但在作为具灵魂者方面则是在潜能上的;因为在现实上它尚非具灵魂者。而当它被滋养、生长并获得灵魂时,它在现实上被称为具灵魂者,但在潜能上是动物,因为它尚未获得感觉和运动。而当它业已分有这些时,它在现实上成为动物。当它被分娩并分有理性时,它在现实上成为理性的。看哪,因此在多之中的诸属中,诸差异是在潜能上被观察到的,自然学家们如此论述是十分正确的。 因此波菲利既然旨在将这部著作作为并非有助于柏拉图的探讨、而是有助于亚里士多德的探讨之作而提出,正因如此他采用了漫步学派的解答。我们业已预先奠定了所有前提;接下来,文句是清晰明了的。那么让我们朗读它,如果某处遇到任何疑难,我们便来加以阐明。
- 2.74δεήσονται ἄλλου τινὸς ἐνεργείᾳ ἔχοντος τὰς διαφοράς
第三人称复数动词 δεήσονται 的主语是前一分句提及的 αἱ διαφοραί(诸差异)。其逻辑为:如果差异在属中是潜在的,为了被引导至现实,诸差异自身将需要某种在现实中具有这些差异的他物。
- 2.74τριττῶν γὰρ ὄντων τῶν γενῶν, ὡς πολλάκις ἔφαμεν, οἱ μὲν Πλατωνικοὶ περὶ τῶν πρὸ τῶν πολλῶν ἔλεγον ..., οἱ δὲ Περιπατητικοὶ περὶ τῶν ἐν τοῖς πολλοῖς
τριττῶν γὰρ ὄντων τῶν γενῶν 是独立属格结构,交代总体前提;主句通过 οἱ μὲν ... οἱ δὲ ... 对两派各自探讨的对象(“在多之前的属”与“在多之中的属”)展开对比。
- 2.74οὐ πρὸς Πλατωνικὰς συμβαλλόμενον πραγματείας ἀλλὰ πρὸς Ἀριστοτελικάς
中性宾格分词 συμβαλλόμενον 修饰先行词 τὸ σύγγραμμα τοῦτο,表达著作的目的或功用:“并非有助于柏拉图的探讨,而是有助于亚里士多德的探讨”。
