← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§102.18-104.5

关于属中差异之潜能与现实存在的争论

阿摩尼奥斯阐述了漫步学派将属视作如质料般在潜能中包容相反差异的解答,随后介绍了柏拉图学派的反驳:后者主张差异在现实中存在于属中,理由在于差异并非真正的相反者,且相反者在无形体基体中能够共存。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.74#2

εἰ οὖν καὶ τὸ γένος ὕλης λόγον ἐπέχει,1 ὡς ἑξῆς φησι, δῆλον ὅτι ἕξει ἐν ἑαυτῷ δυνάμει πάσας τὰς ἐναντίας διαφοράς. καὶ ἄλλως δὲ δυνατὸν ἐν ἑνὶ τὰ ἐναντία εἶναι, εἰ μὲν τὸ ἕτερον ἐνεργείᾳ ἔχει τὸ δὲ λοιπὸν δυνάμει· τὸ γὰρ ἐνεργείᾳ ψυχρὸν δυνάμει ἐστὶ θερμόν, εἰ πεφύκοι μεταβάλλειν εἰς τὸ θερμόν. τοῦτο δὲ εἶπον, ἐπειδή ἐστί τινα θατέρου μόνου τῶν ἀντικειμένων δεκτικά· ὁ γὰρ κρύσταλλος ψυχρὸς ὢν οὐδέποτε ἂν θερμανθείη, οὐδὲ τὸ πῦρ τὴν ἐναντίαν ψύξιν δέξαιτο ἄν. ὁ ἀὴρ μέντοι καὶ τὸ ὕδωρ παρὰ μέρος ἑκατέρου τῶν ἐναντίων ἐστὶ δεκτικά· δύναται γὰρ τὰ ἐναντία ἐν τῷ αὐτῷ παρεῖναι ἅμα δυνάμει· εἰ μὴ γὰρ τὰ δύο εἶχε δυνάμει, οὐκ ἂν καὶ ἐνεργείᾳ εἰς ἑκάτερον μετέβαλλεν, ἀλλ’ ἐπειδὴ τὰ ἐναντία ἔχει δυνάμει, διὰ τοῦτο εἰς ἑκάτερον μεταβάλλει παρὰ μέρος. οὕτως οὖν φησι καὶ τὰ γένη ἔχειν τὰς ἐναντίας διαφορὰς δυνάμει, καὶ οὔτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται οὔτε τὰ ἐναντία ἐν τῷ αὐτῷ ἐστιν ἐνεργείᾳ. ταύτῃ τῇ λύσει κέχρηνται οἱ ἐκ τοῦ Περιπάτου, ἣν καὶ ὁ Πορφύριος ἀπέδωκεν, ἐπειδήπερ, ὡς ἤδη εἴρηται, χρησιμεῦον πρὸς τὰς Ἀριστοτέλους Κατηγορίας γράφει τὸ βιβλίον. Ἰστέον δὲ ὅτι οἱ Πλατωνικοὶ ἐναντιοῦνται τῇ ἐπιλύσει ταύτῃ· καὶ γὰρ ἐνεργείᾳ εἶναι λέγουσι τὰς διαφορὰς ἐν τοῖς γένεσι, καί φασιν ὅτι οὐ δεῖ φοβεῖσθαι ἐνεργείᾳ ὑποθέσθαι ἐν τοῖς γένεσι τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον. κέχρηνται δὲ εἰς ἀπόδειξιν τούτου τοιούτοις λόγοις· πρῶτον μὲν γάρ φασιν, οὐκ ἔστιν ἐναντίον τὸ λογικὸν τῷ ἀλόγῳ οὐδὲ τὸ θνητὸν τῷ ἀθανάτῳ· τὰ γὰρ ἐναντία φθείρει ἄλληλα, ταῦτα δὲ οὐ μόνον οὐ φθαρτικά ἐστιν ἀλλήλων ἀλλὰ καὶ ὑποστατικὰ ἀλλήλων· τὸ γὰρ λογικὸν καὶ τὸ ἀθάνατον ὑποστατικά ἐστι τοῦ θνητοῦ καὶ τοῦ ἀλόγου· ὁ γὰρ θεὸς ἀθάνατος ὢν καὶ λογικὸς ὑφίστησι τὰ θνητὰ καὶ ἄλογα, καὶ ὁ ἄνθρωπος λογικὸς ὢν κηδεμὼν τοῦ ἀλόγου γίνεται καὶ σωτήρ, καὶ οἱ ἄγγελοι ἀθάνατοι ὄντες τῶν θνητῶν εἰσι κηδεμόνες καὶ φύλακες. ὥστε οὐκ ἐναντία τὸ λογικὸν καὶ τὸ ἄλογον οὐδὲ τὸ θνητὸν καὶ τὸ ἀθάνατον· εἰ δὲ μὴ ἐναντία, οὐκ ἀδύνατον ἅμα εἶναι ταῦτα ἐν τῷ γένει, ἐπεὶ καὶ αἱ ἄλογοι δυνάμεις, θυμός φημι καὶ ἐπιθυμία καὶ αἴσθησις καὶ ἡ λογικὴ ζωή, ἅμα ἐν ἑνὶ ζῴῳ τῷ ἀνθρώπῳ θεωροῦνται. ἔπειτα δέ φασιν, εἰ καὶ ἐναντία ἐστίν, οὐδὲν ἄτοπον εἶναι αὐτὰ ἐν τῷ γένει τῷ αὐτῷ ἐνεργείᾳ, ἐπειδὴ οὐχ ὡς ἐν ὑποκειμένῳ εἰσὶ σώματι ἀλλ’ ἔν τινι ἀσωμάτῳ (ἀσώματον γὰρ τὸ γένος), δύνανται δὲ ἐν ἀσωμάτοις τὰ ἐναντία εἶναι· διὰ τοῦτο γὰρ ἐν ὑποκειμένῳ τινὶ σώματι τὰ ἐναντία οὐ δύνανται εἶναι διὰ τὸ βούλεσθαι ἀμφότερα μετέχειν τοῦ ὑποκειμένου·2 μεριστὸν δὲ ὂν τὸ σῶμα ἅμα κατὰ ταὐτὸν τὰ φθαρτικὰ ἀλλήλων οὐ δύναται δέξασθαι· ἐπὶ δὲ τῶν ἀσωμάτων οὐκ ἔστι τοῦτο. ἀμέλει καὶ ἡ φύσις ἔχει τοὺς λόγους πάντων τῶν ἐναντίων καὶ ὑφεστῶσα,3 οἷον ὁ ὀφθαλμὸς ἅμα προβάλλεται τοὺς τοῦ λευκοῦ καὶ τοῦ μέλανος λόγους καὶ ἡ ψυχὴ ἅμα κατὰ ταὐτὸν τὸν τῶν ἐναντίων ἔχει λόγον, ἀγαθοῦ καὶ κακοῦ, ψυχροῦ καὶ θερμοῦ, εἴπερ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη.

因此,如果属也如他接下来所说的那样充当质料的角色,显然它自身将在潜能中具有一切相反的差异。并且在另一种方式下,相反者存在于同一事物中也是可能的,如果它在现实中具有其中之一,而在潜能中具有其余者;因为在现实上冷者在潜能上是热的,只要它自然适于转变为热。我之所以这样说,是因为有些事物仅能接受对立者中的一方;因为冰由于是冷的,决不会被加热,火也不会接受相反的冷却。然而空气与水则能够轮流接受相反者中的每一方;因为相反者在潜能中能够同时临在于同一事物;因为如果它不在潜能中同时具有二者,它也就不会在现实中转变为每一方,但既然它在潜能中具有相反者,正因此它才轮流转变为每一方。因此他说,诸属也是以此种方式在潜能中具有相反的诸差异,既没有事物产生自决然在任何方面都不存在者,相反者也没有在现实中存在于同一事物之中。漫步学派的人正是使用了这一解答,波菲利亦给出了此种解答,因为正如已然言及的,他撰写该书是为了对亚里士多德的《范畴篇》有所助益。但必须知道的是,柏拉图主义者反对这一解决方式;因为他们声称诸差异在现实中存在于诸属中,并断言不必害怕假设“理性的”与“非理性的”、“会死的”与“不死的”在现实中存在于诸属之中。他们为了论证这一点使用了如下的论理:首先他们说,“理性的”并不与“非理性的”相反,“会死的”也不与“不死的”相反;因为相反者彼此毁灭,而这些事物不仅不彼此毁灭,反而彼此奠定存在;因为“理性的”和“不死的”奠定了“会死的”和“非理性的”的存在;因为神由于是不死的和理性的,便使会死的和非理性的事物确立存在,而人由于是理性的,便成为非理性者的照料者与拯救者,天使们由于是不死的,则是会死者的照料者与守卫者。因此,“理性的”与“非理性的”不是相反者,“会死的”与“不死的”亦非相反者;而如果它们不是相反者,它们同时存在于属中并非不可能,既然连非理性的诸能力——我指的是激情、欲望和感觉——与理性的生命,亦都在人这单一动物中同时被观察到。其次他们说,即使它们是相反者,它们在现实中存在于同一个属中也绝非荒谬,既然它们并非如同在基体中那样存在于身体中,而是存在于某种无形体之物中(因为属是无形体的),而相反者是能够在无形体之物中存在的;因为相反者之所以不能存在于作为基体的身体中,是由于二者都企图分有该基体;而身体作为可分割之物,无法在同一时间就同一方面接纳彼此毁灭的事物;但在无形体之物的情形下则不存在此种情况。毫无疑问,自然本身在持存的同时亦具有一切相反者的理路,正如眼睛同时投射出关于白与黑的理路,而灵魂就同一方面同时具有相反者(善与恶、冷与热)的理路,既然关于相反者的知识乃是单一的。

语法注3 条
  1. 2.74ὕλης λόγον ἐπέχει

    成语表达“λόγον ἐπέχειν”(扮演……的角色、充当……的职能)接属格“ὕλης”,意为“充当质料的角色”或“具备质料的理路”。

  2. 2.74διὰ τὸ βούλεσθαι ἀμφότερα μετέχειν τοῦ ὑποκειμένου

    带冠词不定式结构“διὰ τὸ βούλεσθαι”中,宾格“ἀμφότερα”(相反的双方)充当不定式的逻辑主语。动词“βούλεσθαι”(企图、想要)以拟人化的方式用来表示事物的自然倾向。

  3. 2.74καὶ ἡ φύσις ἔχει τοὺς λόγους πάντων τῶν ἐναντίων καὶ ὑφεστῶσα

    分词“ὑφεστῶσα”(完成时主动分词阴性单数主格)与主语“ἡ φύσις”一致,带有伴随或让步的修饰意味,表示自然“在自身持存的同时”拥有相反者的理路(λόγους)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:102.18-104.5