← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§99.8-100.26

最小之肉的存在与无限分离的反驳

斐洛庞诺斯通过梳理同质部分在述谓中的层级确立了最小之肉的存在,并阐释亚里士多德依据“有限被有限量度”的公理反驳阿那克萨戈拉“万物存在于万物之中且分离进行至无限”的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.68#3

τότε οὖν τὰ δυνάμει λαμβανόμενα μέρη σάρκες, ἐπειδὴ καὶ τὸ ὅλον, ἐπὰν δὲ διαιρεθῇ οὐκέτι. ὥστε διὰ πάντων δέδεικται ὅτι ἔστιν ἐλαχίστη σάρξ, καὶ τοῦτο ἀκολούθως τῇ προόδῳ τῶν πραγμάτων συμβέβηκε. τὰ μὲν γάρ ἐστι τῶν ὄντων γενικώτατα καὶ κοινότατα ἐπὶ πάντων τῶν ὄντων ἐκτεταμένα, οἷον τὸ ὂν καὶ τὸ ἕν (οὐδὲν γὰρ ἔστιν ὃ μὴ τοῦ ἑνὸς ἢ τοῦ ὄντος μετέχει), τὰ δὲ ἄτομα καλούμενα εἴδη ἐστένωται ταῖς κατηγορίαις1 διὰ τὸ μερικώτατα ὡς ἐν εἴδεσιν εἶναι, καὶ οὔτε ἐπὶ πλειόνων ἐστὶ κατηγορούμενα (ἀλλ’ ὁ ἄνθρωπος ἐπὶ μόνων ἀνθρώπων, ὁ δὲ ἵππος ἐπὶ ἵππων), οὔτε ἐφ’ ὧν κατηγορεῖται ὡς ἔτυχεν ἐχόντων·2 οὔτε γὰρ ὁ νεκρὸς ἄνθρωπος ἄνθρωπος, οὔτε τὸ μόριον τοῦ ἀνθρώπου ἔτι ἄνθρωπος. σὰρξ δὲ καὶ ὀστοῦν καὶ τὰ ὁμοιομερῆ μέσην τάξιν ἔχοντα ἐπ’ ἐλαττόνων μέν ἐστιν ἢ τὸ ὂν καὶ τὸ ἕν, ἐπὶ πλειόνων δὲ ἢ τὰ ἄτομα εἴδη· σὰρξ μὲν γὰρ καὶ ὀστοῦν καὶ ἐπὶ ἵππου καὶ ἐπὶ τῶν ἄλλων ζῴων κατηγορεῖται καὶ ἐπὶ τῶν μορίων αὐτῶν, οὐκέτι μέντοι καὶ ἐπὶ τοῦ μορίου τῆς ἐλαχίστης σαρκὸς ἢ τοῦ ὀστοῦ, ὅταν διαιρεθῇ. τότε γὰρ σὰρξ μὲν ἢ ὀστοῦν οὐκέτ’ ἂν αὐτῶν κατηγορηθείη, τὸ μέντοι ἓν καὶ τὸ ὂν οὐδὲν ἧττον. εἰ γὰρ καὶ μὴ σάρκες εἰσὶ τὰ μόρια τῆς ἐλαχίστης σαρκός, ἀλλ’ οὖν ὄντα ἐστί· μεγέθη γάρ εἰσι καὶ σώματα. Δεύτερον ἀξίωμα λαμβάνει ὅτι πᾶν σῶμα πεπερασμένον μετρεῖται ὑπὸ σώματος πεπερασμένου, τὸ μεῖζον ὑπὸ τοῦ ἐλάττονος· οἷον τὸ ἑκατονταπηχυαῖον μετρεῖται καὶ τῷ δεκαπηχυαίῳ δεκάκις καὶ τῷ πηχυαίῳ ἑκατοντάκις· ἀλλὰ μὴν καὶ τῷ δακτυλιαίῳ, καὶ ἁπλῶς εἰπεῖν παντὶ πεπερασμένῳ ἐλάττονι τὸ μεῖζον μετρεῖται. Τούτων προειλημμένων δείκνυσιν ὅτι ἀδύνατον πάντα ἐν πᾶσιν εἶναι καὶ τὴν ἔκκρισιν ἐπ’ ἄπειρον γίνεσθαι. καὶ ἔστι πρῶτον μὲν ἐπιχείρημα πραγματειῶδες, ἀπὸ δὲ τῆς ἀρχῆς δεύτερον,3 τοῦτο· εἰ ἐκ τῆσδε, φησί, τῆς ὁμοιομερείας τοῦ ὕδατος ἐξάγοιτο ὁμοιομέρεια σαρκὸς καὶ πάλιν ἄλλη καὶ πάλιν ἄλλη καὶ ἄλλη, ἐπειδὴ πεπερασμένη ἐστὶν ἡ ἐν τῷ ὕδατι σὰρξ τῷ μεγέθει (ἐπειδὴ καὶ ἡ ὁμοιομέρεια ἐκείνη τοῦ ὕδατος πεπερασμένη ἐστὶ τῷ μεγέθει), πᾶν δὲ πεπερασμένον πεπερασμένων ἀεί τινων ἀφαιρουμένων καταδαπανᾶται, ἀνάγκη πᾶσα ἀεὶ ἀφαιρουμένων ἐκ τῆς σαρκὸς τῆς ἐν τῷ ὕδατι σαρκίων τινῶν καταδαπανηθῆναι αὐτήν. οὐ γὰρ δὴ διὰ τὸ ἐπ’ ἄπειρον εἶναι τὰ μεγέθη διαιρετά, ἀεὶ διαιρουμένη ἡ ἐν τῷ ὕδατι σὰρξ εἰς ἐλάττονα καὶ οἷον διχοτομουμένη οὐκ ἐκλείψει· κἂν γὰρ ἀεὶ διχοτομῆται, ἥξει πάντως εἰς τὸ ἐλάχιστον τῆς σαρκὸς μέγεθος (δέδεικται γὰρ ὅτι ἔστι τις ἐλαχίστη σάρξ), εἰ δὲ ἥξει εἰς τὸ ἐλάχιστον τῆς σαρκὸς μέγεθος τεμνομένη ἡ ἐν τῷ ὕδατι σάρξ, δῆλον ὅτι ἀφαιρεθέντος ἐκείνου οὐκέτι ἐκκριθήσεται ἐκ τοῦ ὕδατος ἐκείνου σάρξ, εἰ δὲ τοῦτο, οὐκέτι πᾶν ἐν παντὶ ἐνέσται οὐδὲ ἐπ’ ἄπειρον ἡ ἔκκρισις. καὶ οὐδέν μοι διοίσει κἂν αἱ ἐκκρινόμεναι σάρκες οὐκ εἰσὶ καθαραί, ἀλλὰ μεμιγμέναι ἑτέραις ὁμοιομερείαις· κἂν γὰρ μὴ καθαραὶ ἐξίωσιν, ἐπειδὴ ἔχει ἡ ὑπόθεσις ἐπ’ ἄπειρον γίνεσθαι τὴν ἔκκρισιν, ἀνάγκη πᾶσα, κἂν τὰ ἀεὶ ἐκκρινόμενα σαρκία ἐλάχιστα ὦσι, καταδαπανηθῆναι τὴν ὅλην σάρκα τὴν ἐν τῷ ὕδατι διὰ τὸ δεύτερον ἀξίωμα τὸ λέγον μετρεῖσθαι τὸ πεπερασμένον ὑπὸ τοῦ πεπερασμένου· εἰ δὲ τοῦτο, οὐκ ἐπ’ ἄπειρον ἡ ἔκκρισις. δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ ἐπιλεῖψαι τὴν ἔκκρισιν τῆς σαρκός, ὡς ὁ λόγος ἀπέδειξεν, ἢ εἰ ἐπ’ ἄπειρον ἐκκρίνοιτο ἐκ τοῦ ὕδατος σαρκία, ἐπειδὴ ὥρισται τὸ ἐλάχιστον τῆς σαρκὸς μέγεθος, ἀνάγκη ἴσα ἄπειρα ἐν πεπερασμένῳ μεγέθει ὑπάρχειν, ὅπερ ἀδύνατον. ταὐτὸν γάρ ἐστιν εἰπεῖν ἐν πεπερασμένῳ τὸ ἄπειρον ὑπάρχειν· τὸ γὰρ ἐξ ἀπείρων συνεστηκὸς ἄπειρόν ἐστι. Τρίτον ἐπιχείρημα ἕτερον τίθησι τοιοῦτον. εἰ ὥρισται τὸ ποσὸν τῆς σαρκὸς ἐπί τε τὸ μεῖζον ἐπί τε τὸ ἔλαττον, ἀδύνατον ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκριθῆναί ἕτερόν τι· πᾶν γὰρ σῶμα πεπερασμένον ἀφαιρεθέντος τινὸς ἔλαττον γίνεται, ἐπειδὴ πᾶν πεπερασμένον ὑπὸ παντὸς ἐλάττονος πεπερασμένου καταμετρεῖται.

因此在那时,潜能上被把握的各部分是肉,因为整体也是[肉];然而一旦被分割,便不再如此。由此,通过所有这些论证表明了存在着某种最小的肉,而这是顺应事物展开的必然结果。因为在存在者之中,有些是最属类的、最普遍的,扩展及于一切存在者之上,例如“存在”与“一”(因为没有任何事物不分有“一”或“存在”);而被称为不可分的形式则由于就形式而言是最具个别性的,在述谓上受到限制,既不是述谓于更多的事物(人仅述谓于人,马仅述谓于马),也不是在其所述谓的事物处于任意状态时述谓于它们(因为死人不是人,人的部分也不再是人)。而肉、骨和同质部分居于中间位序,比“存在”与“一”述谓于更少的事物,却比不可分的形式述谓于更多的事物;因为肉和骨既述谓于马,也述谓于其他动物,并述谓于它们的各部分,然而一旦被分割,却不再述谓于最小的肉或骨的部分。因为在那时,肉或骨固然不能再述谓于它们,但“一”与“存在”却同样可以述谓。因为纵然最小之肉的各部分不是肉,但它们终究是存在者;因为它们是大小与物体。 他所采用的第二个公理是:一切有限的物体都被有限的物体所量度,即较大者被较小者量度;例如百肘之物既被十肘之物量度十次,也被一肘之物量度百次;而且确实也被一指之物量度,简言之,较大者被较小的任何有限之物所量度。 在预先确立了这些前提之后,他表明一切存在于一切之中以及分离进行至无限是不可能的。作为关于本论的第一条、但从开头算起则是第二条的推论如下:他说,如果从水的这一同质部分中引出一个肉的同质部分,接着又是另一个,又是另一个和另一个,既然水中的肉在大小上是有限的(因为水的那个同质部分在大小上也是有限的),而一切有限之物在有限之物不断被扣除时都会被耗尽,那么当某些小肉块不断从水中的肉里被扣除时,这肉必定完全被耗尽。因为绝不能由于大小能够被无限分割,就认为水中的肉在不断被分割为更小部分并仿佛被平分时不会耗竭;因为即便它不断被平分,也终究会到达肉的最小大小(因为已经表明存在着某种最小的肉),而如果水中的肉在被切分时到达肉的最小大小,显而易见,在那最小大小被扣除之后,肉便不再能从那水中被分离出来,而如果这样,一切便不再存在于一切之中,分离也不会进行至无限。并且即便被分离出的肉不是纯粹的、而是混杂着其他同质部分,对我来说也毫无差别;因为即便它们出来时不是纯粹的,由于假定分离是进行至无限的,那么即使不断被分离出的微小肉块是最小的,根据那主张有限被有限量度的第二公理,水中的全部肉也必定完全被耗尽;而如果这样,分离便不能进行至无限。因此二者必居其一:要么正如论证所证明的,肉的分离终会耗竭;要么,如果小肉块能从水中被无限地分离出来,既然肉的最小大小已被限定,那么有限大小中就必然存在着无限多个相等的部分,而这是不可能的。因为这等同于说无限存在于有限之中;因为由无限多个部分构成之物乃是无限的。 他提出了第三条不同的推论如下:如果肉的量无论向大还是向小都是被限定的,那么从最小的肉中便不可能再分离出任何别的东西;因为一切有限的物体在某物被扣除后都会变小,因为一切有限之物都被较小的任何有限之物彻底量度。

语法注3 条
  1. 1.68ἐστένωται ταῖς κατηγορίαις

    与格 ταῖς κατηγορίαις 是表示范围或方面的与格(“在述谓方面”)。完成时被动态 ἐστένωται 表示“受到限制、范围狭窄”,其具体涵义在随后的分句 οὔτε ἐπὶ πλειόνων ἐστὶ κατηγορούμενα... 中得到了展开。

  2. 1.68οὔτε ἐφ’ ὧν κατηγορεῖται ὡς ἔτυχεν ἐχόντων

    由前置词 ἐπί 加属格构成的平行结构:οὔτε ἐπὶ πλειόνων... οὔτε ἐφ’ ὧν...。其中 ὧν 包含先行词(指代被述谓的对象),分词 ἐχόντων 与该未明说的先行词一致,意为“[它们]也不是在它们所述谓的对象处于任意状态时被述谓”。

  3. 1.68πρῶτον μὲν ἐπιχείρημα πραγματειῶδες, ἀπὸ δὲ τῆς ἀρχῆς δεύτερον

    形容词 πραγματειῶδες 指直接关涉本学科具体实质内容(即自然学关于物体的本论)的论证;与之相对,ἀπὸ δὲ τῆς ἀρχῆς 指文本从章节开头的顺序:就文本顺序而言是“第二条”,就自然学实论而言则是“第一条”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:99.8-100.26