← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§97.24-99.8

同质部分的最小限度与对数学分割的反驳

菲洛波庞论证了由于质料的混合与量的限定,同质部分亦存在最小的大小(最小的肉),并通过区分作为形式的肉与作为大小的肉,回应了数学家们基于大小的无限可分性提出的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.68#2

πάντα τὰ σώματα σύνθετα οὐχ ὡς ἔτυχε κεκραμένης τῆς ὕλης γίνεται, ἀλλ’ ἕκαστον εἶδος δεῖται τοιῶσδε κεκραμένης ὕλης, ἵν’ οὕτως ἐπιτηδεία ἐκείνη πρὸς ὑποδοχὴν αὐτοῦ γενομένη ἐπιγένηται·1 οὐ γὰρ ὡς ἔτυχε κεκραμένων τῶν στοιχείων ἐπιγένοιτ’ ἂν αὐτοῖς τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ, ἀλλὰ τὸ μὲν τῆς σαρκὸς εἶδος δεῖται τοιᾶσδε κράσεως ὑποκειμένης, ἑτέρας δὲ τὸ τοῦ ὀστοῦ, καὶ ἄλλο ἄλλης. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, ἔστι δὲ ὑποκείμενον τοῖς εἴδεσι τῶν συνθέτων σωμάτων οὐ μόνον ποιότης τις, λέγω δὲ ἡ τοιάδε τῶν στοιχείων κρᾶσις, ἀλλὰ καὶ ποσότης, εὔλογον ὥσπερ ποιὸν οὐ τὸ τυχὸν ἐνδέχεται αὐτοῖς ὑποκεῖσθαι, οὕτω μηδὲ ποσὸν τὸ τυχὸν ὑπάρχειν. τίς γὰρ ἡ ἀποκλήρωσις, ἰσοτίμως καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ ὑποκειμένων, ποιὸν μὲν μὴ τὸ τυχὸν παραλαμβάνεσθαι ἀλλ’ ὡρισμένον τι, ποσὸν δὲ τὸ τυχόν;2 ὥρισται ἄρα καὶ τὸ ποσὸν τὸ τοῖς εἴδεσιν ὑποκείμενον. ἔστιν ἄρα τις ἐλαχίστη σὰρξ καὶ ἐλάχιστον ὕδωρ, οὗ ἐν ἐλάττονι μεγέθει οὐκ ἂν συσταίη τὰ εἴδη ταῦτα. καὶ τοῦτο εἰκότως· εἰ γὰρ τὸ γενησόμενον σὰρξ πάσχει τι ὑπὸ τοῦ ποιοῦντος, εὔλογον ὥσπερ τὸ διαιρούμενον οὐ κατὰ τὸ τυχὸν ὂν μέγεθος διαιρεθείη ἄν, ἀλλ’ ἐκφεύγει τὸ διαιροῦν διὰ σμικρότητα, κἂν τῇ δυνάμει διαιρετὸν ᾖ, οὕτω καὶ τὸ πεισόμενόν τι κατὰ ποιότητα οὐχ ὁπηλικονοῦν ὑπάρχον πάσχειν,3 ἀλλ’ ἐκφεύγειν διὰ σμικρότητα τὸ πάθος, μὴ πάσχον δὲ οὐ δέξεται τὸ εἶδος τοῦ ποιοῦντος δηλονότι. Πρὸς ταῦτα ἀποροῦσιν ἡμῖν οἱ ἀπὸ τῶν μαθημάτων. εἰ δέδοται, φασί, τὴν δοθεῖσαν εὐθεῖαν δίχα διελεῖν, ἐπειδὴ πᾶν μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, δηλονότι καὶ ἣν φατε ἐλαχίστην σάρκα διέλοιμεν ἂν δίχα. τὰ οὖν διαιρεθέντα πότερον σαρκία ἐστὶν ἢ οὔ; εἰ μὲν οὖν σαρκία, ἔστιν ἄρα λαβεῖν τῆς δοθείσης ἐλάττονα σάρκα καὶ οὐκ ἐκείνη ἦν τὸ ἐλάχιστον, εἰ δὲ τὰ διαιρεθέντα μή εἰσι σαρκία, πῶς συντιθέμενα πάλιν σάρκα ποιήσουσι; καὶ εἰ ὁμοιομερὴς ἡ σάρξ, δηλονότι καὶ τὰ μέρη ταύτης σάρκες ἂν εἶεν. ἔστιν ἄρα πάσης τῆς ληφθείσης σαρκὸς ἐλάττονα λαβεῖν, ἐπειδὴ καὶ πᾶσα σὰρξ ὁμοιομερής. πρὸς ταῦτά φαμεν ὅτι τὴν σάρκα ἔστι λαβεῖν καὶ ὡς εἶδός τι [ἔστι] καὶ ὡς μέγεθος· ὡς μὲν οὖν μέγεθος οὖσα ἡ σὰρξ ἐπ’ ἄπειρόν ἐστι διαιρετή (διὸ οὐδὲ ἔστι λαβεῖν ἐλάχιστον μέγεθος), ὡς μέντοι εἶδός τι οὖσαν οὐκέτι δυνατὸν ἐπ’ ἄπειρον διελεῖν, ἀλλὰ πάντως καταλήξει εἴς τινα ἐλαχίστην σάρκα, ἣν ἐὰν διέλωμεν, εὐθὺς ἅμα τῇ διαιρέσει τὸ τῆς σαρκὸς ἐφθείραμεν εἶδος. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἔστι λαβεῖν καὶ ὡς ἄνθρωπον καὶ ὡς μέγεθος, καὶ ὡς μὲν μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν καὶ ἀεὶ εἰς ὁμοειδῆ μεγέθη [λέγω ἡ τομή], ἐὰν μέντοι διέλω ὡς ἄνθρωπον εἰς κεφαλὴν καὶ πόδας, ἅμα τῇ διαιρέσει ἔφθαρται τὸ τοῦ ἀνθρώπου εἶδος καὶ οὔτε ἐν τῷ ὅλῳ ἐστίν (οὐδὲ γὰρ ἔστι τὸ ὅλον) οὔτε ἔν τινι τῶν μερῶν (ἄτομον γὰρ ὁ ἄνθρωπος), οὕτω λέγω καὶ ἐὰν τὴν ἐλαχίστην σάρκα διέλῃς, εὐθὺς τῇ τομῇ ἔφθειρας τὸ εἶδος· ἄτομος γὰρ ἡ ἐλαχίστη σάρξ, καὶ τὰ τμηθέντα μόρια μεγέθη μέν εἰσι σάρκες δὲ οὔ. καὶ ὥσπερ τοῦ ἀνθρώπου κἂν μυριάκις συνθῇς τὰ μόρια, οὐκέτι ποιεῖς ἄνθρωπον, διότι οὐ μόνης τῆς συνθέσεως δεῖ τῶν μερῶν, ἀλλὰ καὶ τῆς ἐπιστατούσης φύσεως καὶ ἐπιτιθείσης τὰ εἴδη, οὕτω λέγω καὶ ἐπὶ τῶν ὁμοιομερῶν ὅτι κἂν μυριάκις συνθῇς τὰ μόρια τῆς τμηθείσης σαρκός, οὐκέτι ποιήσεις σάρκα τῆς φύσεως μὴ ἐνυπαρχούσης. ὡς γὰρ τῶν ξύλων πάντων σωρευθέντων ἐξ ὧν ἡ ναῦς οὐκ ἂν γένοιτο ναῦς, καὶ τῶν ξύλων καὶ λίθων πάντων ἐξ ὧν ἡ οἰκία 〈οἰκία〉 οὐκ ἂν γένοιτο μὴ τῆς τέχνης ἐπιστατούσης, οὕτω κἂν τὰ μόρια τῆς σαρκὸς συντεθῇ, οὐκ ἂν γένοιτο σὰρξ μὴ ἐπιστατούσης τῆς φύσεως. ὁμοιομερὴς δὲ καὶ ἡ ἐλαχίστη σάρξ, ἀλλ’ ἐν ὅσῳ σῴζει τὴν ὁλότητα· τότε γὰρ καὶ τὸ τῆς σαρκὸς εἶδος σῴζει.

一切复合的物体都不是在质料随意混合时生成的,而是每一种形式都需要按特定方式混合的质料,以便在那质料变得适合于接受它时,[形式]得以附加其上;因为即使元素被随意混合,肉的形式或骨的形式也不会附加于其上,而是肉的形式需要底层具有这样特定的混合,骨的形式需要另一种混合,而不同的形式需要各不相同的混合。那么,如果情形是如此,并且为复合身体的形式充当底层的不但有某种质——我指的是元素的这样特定的混合——而且有量,那么正如并非任何偶然的质都可能充当其底层一样,同样并非任何偶然的量都能属于它们,这是合乎情理的。因为在量与质同等充当底层的情况下,若质不是任意偶然获取而是获取某种确定的质,而量却能是任意偶然的,这会是何种武断的偏颇呢?因此,为形式充当底层的量也是被限定了的。所以,存在着某种最小的肉和最小的水,在小于它的大小中这些形式便无法构成。而这也是合乎情理的;因为,如果要变成肉的东西受作用于施动者,那么正如被分割之物若处于任意大小中便无法被分割,而是尽管在潜能上是可分的,却因微小而逃脱了分割者一样,按质将受作用之物也并非在任意大小中都能受作用,而是因微小而逃脱了受作用,而既然不受作用,显然它便不会接纳施动者的形式,这也是合乎情理的。 对此,数学家们向我们提出了疑问。他们说,如果由于每一个大小都能被无限分割,将一条给定的直线平分为二是被承认的,那么显然,连你们所说的最小的肉我们也能将其平分为二。那么,被分割开的各个部分究竟是小块的肉呢,还是不是?如果它们是小块的肉,那么便可以取得比给定的肉更小的肉,而原先那个就不是最小的了;但如果被分割的部分不是小块的肉,它们重新组合起来又如何能产生肉呢?而且如果肉是同质部分,显而易见它的各个部分也应当是肉。因此,总能取得小于任何已被截取的肉的肉,因为一切肉也都是同质部分。对此我们回答说,肉既可以被当作某种形式来把握,也可以被当作大小来把握;作为大小的肉固然能够被无限分割(因此甚至无法取得最小的大小),然而作为某种形式的肉却不再可能被无限分割,而是必定会终结于某种最小的肉,如果我们将其分割,在分割的同时便立即毁灭了肉的形式。因为,正如人既可以作为人也可以作为大小来把握,作为大小他是可以无限分割的,并且总是被分割成同种的大小[我是指这种切分],然而如果我把他作为人分割为头和脚,那么随着分割,人的形式立即被毁灭,既不在整体之中(因为整体已不复存在),也不在任何部分之中(因为人是不可分的);同样,我说如果你分割了最小的肉,借由切分你立即毁灭了其形式;因为最小的肉是不可分的,被切分出的各部分固然是大小,却不是肉。并且正如在人的情形中,即便你将各部分重新组合一万次,你也绝不能再制造出一个人来——因为所需要的不仅是各部分的组合,而且需要统摄并赋予形式的自然——同样,在同质部分的情形中我说,即使你把被切分的肉的各部分重新组合一万次,若自然不在其中存在,你也绝不能再产生出肉来。因为正如即便堆聚起造船所需的全部木料也成不了船,聚集起建屋所需的全部木料和石料,若没有技艺统摄也成不了房屋一样,即便肉的各部分被组合起来,若没有自然统摄,也绝不能成为肉。最小的肉也确实是同质部分,但前提是它保持其整体性;因为在那时它也保持着肉的形式。

语法注3 条
  1. 1.68ἵν’ οὕτως ἐπιτηδεία ἐκείνη πρὸς ὑποδοχὴν αὐτοῦ γενομένη ἐπιγένηται

    在目的从句 ἵνα ... ἐπιγένηται 中,阴性单数主格代词与分词 ἐπιτηδεία ἐκείνη ... γενομένη 指向前文的 ὕλη,但虚拟式动词 ἐπιγένηται 在句意上的主语则是前述的中性名词 ἕκαστον εἶδος(正如下文紧接着说明的 ἐπιγένοιτ’ ἂν αὐτοῖς τὸ τῆς σαρκὸς εἶδος,是形式附加于质料之上)。表示质料状态的主格分词短语插入其中,使得限定动词的主语需根据上下文补出。

  2. 1.68τίς γὰρ ἡ ἀποκλήρωσις, ἰσοτίμως καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ ὑποκειμένων, ποιὸν μὲν μὴ τὸ τυχὸν παραλαμβάνεσθαι ἀλλ’ ὡρισμένον τι, ποσὸν δὲ τὸ τυχόν;

    在疑问句 τίς γὰρ ἡ ἀποκλήρωσις(“这会是何种武断的偏颇呢?”)之后,插入了独立属格结构 ἰσοτίμως ... ὑποκειμένων,随后并置了起说明解释作用的不定词短语 ποιὸν μὲν ... παραλαμβάνεσθαι ... ποσὸν δὲ τὸ τυχόν[省略了 παραλαμβάνεσθαι],作为同位成分指出这一偏颇的具体内容。

  3. 1.68εὔλογον ὥσπερ τὸ διαιρούμενον οὐ κατὰ τὸ τυχὸν ὂν μέγεθος διαιρεθείη ἄν, ἀλλ’ ἐκφεύγει τὸ διαιροῦν διὰ σμικρότητα, κἂν τῇ δυνάμει διαιρετὸν ᾖ, οὕτω καὶ τὸ πεισόμενόν τι κατὰ ποιότητα οὐχ ὁπηλικονοῦν ὑπάρχον πάσχειν

    非人称谓语 εὔλογον[ἐστί]统领主句的带宾格不定词短语 οὕτω καὶ τὸ πεισόμενόν τι ... πάσχειν(以及后面的 ἐκφεύγειν)。比较从句 ὥσπερ ... διαιρεθείη ἄν ... ἀλλ’ ἐκφεύγει 将带 ἄν 的愿望语气与现在直陈语气相对比,并与 οὕτω 引出的受 εὔλογον 支配的不定词结构形成平行对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:97.24-99.8