- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:100.26-102.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯梳理了亚里士多德对阿那克萨哥拉分离说的反驳(最小之肉的推论、无限次无限的荒谬、心灵的无智以及从异类之物的生成),论证了恩培多克勒有限原理的优越性,并针对187b7的引文论述了原理在量与质上的无限性必将导致一切事物均不可知。
ὥστε εἰ ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκριθήσεταί τι, ἔσται ἐλάττων τῆς ἐλαχίστης, ὅπερ ἀδύνατον. οὐκ ἄρα πάντα ἐν πᾶσι. Τέταρτον ἐπιχείρημα. εἰ πάντα ἐν πᾶσι, φησίν, ἐπ’ ἄπειρον δὲ καὶ ἡ ἔκκρισις, ἐν ἑκάστῃ ὁμοιομερείᾳ ἔσονται σάρκες ἄπειροι καὶ ὀστᾶ ἄπειρα καὶ πάντα ἁπλῶς, καὶ πάλιν ἐν ἑκάστῃ σαρκὶ τῇ ἐν τῇ ὁμοιομερείᾳ ἢ αἵματι ἢ ἄλλῳ τινὶ πάλιν πάντα ἄπειρα ἔσονται, καὶ πάλιν ἐν ἑκάστῳ ἐκείνων ἄπειρα· ὥστε ἐν ἑκάστῃ ὁμοιομερείᾳ ἀπειράκις ἔσται τὸ ἄπειρον. οὗ τί ἂν γένοιτο καταγελαστότερον, ἐν τῇ ἐλαχίστῃ σαρκὶ ἀπειράκις ἄπειρα εἶναι σώματα καὶ πλήθει καὶ μεγέθει; πλήθει μὲν διότι διῄρηται ἀπ’ ἀλλήλων μόνον ἁπτόμενα, μεγέθει δὲ ὅτι τὸ ἐξ ἀπείρων συγκείμενον ἄπειρόν ἐστιν. οὐ μόνον δὲ ἑκάστη ὁμοιομέρεια ἀπειράκις ἄπειρα περιέξει, ἀλλὰ καὶ οἱ τόποι ἀπειράκις ἄπειροι ἔσονται· διῃρημέναι γάρ εἰσιν ἀπ’ ἀλλήλων ὅσαι μὴ ἐνυπάρχουσιν, ἀλλ’ ἔφθησαν διακριθῆναι, καὶ αὗται δὲ ἄπειροί εἰσιν· ὥστε καὶ οἱ περιέχοντες αὐτὰς τόποι ἄπειροι, καὶ οἱ μεταξὺ οἷς διείργονται. ἀπειράκις οὖν τὸ ἄπειρον ἀπειράκις εἰσοίσομεν,1 ὅπερ ἐστὶ καταγέλαστον. Πέμπτον, ὅτι ἀνόητος, φησίν, ἐστὶν ὁ Ἀναξαγόρου νοῦς· εἰ γὰρ βούλεται μὲν πάντα διακρῖναι καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, ἵνα μήτε αἱ διάφοροι ὁμοιομέρειαι ἐν ἀλλήλαις ὦσιν (οἷον σαρκὸς ὀστοῦ καὶ τῶν λοιπῶν), μήτε αἱ τῷ εἴδει μὲν αἱ αὐταὶ ἀριθμῷ δὲ διάφοροι (οἷον αἱ τῆς σαρκὸς ὁμοιομέρειαι), τοῦτο δὲ οὐ δύναται διά τε τὸ ἐπ’ ἄπειρον εἶναι τὸ μέγεθος διαιρετὸν καὶ διὰ τὸ μὴ οἷόν τέ ποτε τὰς διαφόρους ὁμοιομερείας εἰλικρινεῖς εἶναι, ἀνόητος ἂν εἴη ὁ νοῦς τοῖς ἀδυνάτοις ἐπιχειρῶν. τὸ δὲ μήποτε, φησί, διακριθήσεσθαι τὰ πράγματα, ὀρθῶς μὲν λέγεται παρὰ Ἀναξαγόρου, οὐκ εἰδότως δέ· εἰσὶ γὰρ ἐν τοῖς οὖσι καὶ τὰ συμβεβηκότα καὶ αἱ ἕξεις, ἅτινα οὐδέποτε χωρισθῆναι δύναται τῶν ὑποκειμένων. εἰ τοίνυν πάντα βούλεται χωρίσαι ὁ νοῦς, δηλονότι καὶ τὰ συμβεβηκότα καὶ τὰς ἕξεις· ταῦτα δὲ ἀδύνατον χωρίσαι· ἀνόητος ἄρα τὰ ἀνόητα ζητῶν ὁ νοῦς.2 κακῶς δὲ λαμβάνει, φησί, καὶ τὸ ἐκ τῶν ὁμοειδῶν γίνεσθαι τὰ γινόμενα. ἔστι μὲν γάρ, φησίν, ὡς ἐκ τῶν ὁμοειδῶν γίνεται τὰ γινόμενα· γίνεται γὰρ πηλὸς ἐκ πηλῶν ὁμοειδῶν, μείζων ἐκ τῶν μικροτέρων, γίνεται δὲ καὶ ἐξ ἀνομοειδῶν, ἐξ ὕδατος καὶ γῆς, καὶ οἰκία δὲ ἐκ πλίνθων καὶ ξύλων ἀνομοειδῶν ὄντων γίνεται. ὥστε κακῶς ἐλάμβανε τὰ γινόμενα ἐξ ὁμοειδῶν πάντως γίνεσθαι. καὶ οὐκ ἐπὶ τεχνητῶν μόνον, ἀλλὰ καὶ ἐπὶ φυσικῶν τοῦτο ὁρῶμεν· ἐκ γὰρ ξύλων πῦρ καὶ ἐξ ὕδατος ἀὴρ καὶ ἐκ τῶν σηπομένων σωμάτων διάφορα γίνεται ζῷα, οὐ μόνον ἐξ ἐμψύχων, ἀλλὰ καὶ ἐξ ἀψύχων. ταῦτα εἰπών, φησὶν ὅτι εἰ δυνατὸν τὰ αὐτὰ ἐξ ἀπείρων καὶ ἐκ πεπερασμένων γεννῆσαι, κάλλιον τὸ ἐκ πεπερασμένων γεννᾶν ἢ ἐξ ἀπείρων· τὸ γὰρ ἄπειρον ἄγνωστον. ὥστε κρείττων ὁ Ἐμπεδοκλῆς τοῦ Ἀναξαγόρου, ὅσον ἐπὶ τούτῳ, πεπερασμένας ὑποτιθέμενος τὰς ἀρχάς. Εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον.3 τὸ πρῶτον ἐπιχείρημα τὸ ἐντρεπτικόν. τὸ ἄπειρον ἢ τῷ ποσῷ ἐστιν ἄπειρον, ἢ τῷ ποιῷ. καὶ τὸ μὲν κατὰ ποιὸν ἄπειρον πάντως καὶ κατὰ ποσόν· εἰ γὰρ εἴδη εἶεν ἄπειρα, ἀνάγκη καὶ τὰ ὑποκείμενα αὐτοῖς ἄπειρα εἶναι. εἰ δὲ τῷ ἀριθμῷ εἴη τὸ ἄπειρον, οὐκέτι ἕπεται τὸ καὶ τῷ εἴδει ἄπειρον εἶναι· δυνατὸν γὰρ ὑποθέσθαι ἄπειρα μὲν τῷ ἀριθμῷ τὰ ὑποκείμενα, ὁμοειδῆ δὲ πάντα. ὡς ἂν οὖν ἔχῃ τὸ ἄπειρον, οὕτως ἔχει καὶ τὸ ἄγνωστον. εἰ μὲν οὖν ἀπείρους τῷ ἀριθμῷ τοῖς δὲ εἴδεσι πεπερασμένας ὑπετίθετο, ἐκ ποίων μὲν ἀρχῶν ἦν τὰ πράγματα δυνατὸν γνῶναι, ἐκ πόσων δ’ οὐκέτι· ἐπεὶ δὲ καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν ἀπείρους ὑπετίθετο τὰς ἀρχὰς ὁ Ἀναξαγόρας, δῆλον ὅτι παντελῶς ἄγνωστοι αἱ ἀρχαί. τῶν δὲ ἀρχῶν ἀγνώστων οὐσῶν καὶ τὰ ἐξ αὐτῶν ἄγνωστα· τότε γὰρ γινώσκεται τὰ σύνθετα, ὅταν γνῶμεν ἐκ πόσων καὶ ποίων ἀρχῶν σύγκεινται.
因此,如果从最小的肉中分离出任何东西,它将小于最小者,而这是不可能的。所以并非一切都在一切之中。 第四条推论:他说,如果一切都在一切之中,并且分离也进行至无限,那么在每一个同质部分中都将有无限多个肉、无限多个骨,单而言之,一切都在其中无限地存在;而在那同质部分中的每一块肉、或血、或任何其他东西中,一切又将无限地存在,并在它们每一个之中又将有无限多的东西;以至于在每一个同质部分中都将有无限次存在的无限。还有什么比这更可笑的呢,在最小的肉中,无论在数量上还是在大小上,竟然存在着无限次无限的物体?在数量上是因为它们仅仅相接触而彼此区分,在大小上则是因为由无限多个部分构成之物乃是无限的。并且,不仅每一个同质部分将包含无限次无限的东西,而且处所也将是无限次无限的;因为那些不内在于其中、而是此前已被分离出来的东西是彼此分开的,而这些也是无限的;因此包容它们的处所是无限的,分隔它们的中介间隔也是无限的。于是我们将无限次地引入无限次无限,而这是可笑的。 第五,他说,阿那克萨哥拉的心灵是无智的;因为如果它企图在量上和质上将一切都分离出来,以使不同的同质部分(例如肉、骨及其他部分)既不互相存在于彼此之中,在形式上相同而在数量上不同的部分(例如肉的诸同质部分)也不在彼此之中,然而它却由于大小能够被无限分割以及不同的同质部分绝不可能处于纯粹状态而无法做到这一点,那么试图做不可能之事的心灵便是无智的。然而他说,事物绝不会完全被分离出来,这一点阿那克萨哥拉说得固然正确,但他自己却并不知晓其缘由;因为在存在者中也包含偶性与状态,而这些是绝不可能脱离底层基质而分离的。那么,如果心灵企图分离一切,显然也包括偶性与状态;但分离这些是不可能的;所以心灵在追求无理之事上是无智的。并且他说,他假定生成之物是从同类之物生成,这也是错误的。因为他说,在某种意义上生成之物确实是从同类之物生成的;因为黏土是从同类的黏土中生成的,较大者从较小者生成,但它也是从不同类之物生成的,即从水与土生成;房屋也是从不同类的砖和木材生成的。因此他假定生成之物完全是从同类之物生成乃是错误的。我们不仅在人工制造物上,而且在自然物上也看到了这一点;因为从木材中生成火,从水中生成气,从腐烂的物体中生成各种各样的动物,不仅从有灵魂之物中,也从无灵魂之物中生成。在说了这些之后,他说,如果可能从无限的原理生成相同的事物,也可能从有限的原理生成,那么从有限的原理生成要好于从无限的原理生成;因为无限是不可知的。因此就此而言,假定原理是有限的恩培多克勒要优于阿那克萨哥拉。 “如果说无限者作为无限者乃是不可知的”。这是第一条反驳性的推论。无限者要么在量上是无限的,要么在质上是无限的。而在质上无限者,在量上也必定是无限的;因为如果形式是无限的,居于其下的基质也必然是无限的。但如果无限者是在数目上无限,却不再必然推出它在形式上也是无限的;因为完全可以假定居于其下的基质在数目上是无限的,但在形式上却全部相同。因此,无限处于何种状态,不可知性也就处于何种状态。所以,如果他假定原理在数目上是无限的而在形式上是有限的,那么原本有可能认识到事物是由何种性质的原理构成的,但却不能认识到是由多少原理构成的;然而既然阿那克萨哥拉假定原理在量上和质上都是无限的,显而易见原理是完全不可知的。既然原理是不可知的,由它们构成的事物也就是不可知的;因为只有当我们认识到复合物是由多少以及何种性质的原理构成时,复合物才被认识。
- 1.68ἀπειράκις οὖν τὸ ἄπειρον ἀπειράκις εἰσοίσομεν
副词 ἀπειράκις 在分句开头和动词 εἰσοίσομεν 之前重复出现。这是一种修辞上的强调,通过重复强化了多重嵌套的无限关系,意即“我们将无限次地引入那无限次无限”。
- 1.68ἀνόητος ἄρα τὰ ἀνόητα ζητῶν ὁ νοῦς
该句在名词 νοῦς(心灵/理智)与形容词 ἀνόητος(无智的/荒谬的)之间构成了语源上的双关(paronomasia)。主语为 ὁ νοῦς,表语形容词为 ἀνόητος,系动词 ἐστίν 被省略。
- 1.68Εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον.
引用亚里士多德原文(187b7)的引文句。虽然在原文中未被置于独立的里程碑标记之后,但它保留了作为注解标题的条件从句形式。
