- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:96.3-97.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论及亚里士多德对阿那克萨哥拉同质分子无限说的反驳。首先解释了因无限者不可知而取消科学知识的针对个人的论证,继而引入了实质性论证,即一切形式都有其存立的大小上下限,因而必然存在不可分的最小同质分子。
" Εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον." Ἐκθέμενος τὴν Ἀναξαγόρου δόξαν καὶ εἰπὼν ἐκ ποίας ἐννοίας εἰς τὴν ὑπόθεσιν ταύτην ἦλθεν, ὅτι ἔκ τε τοῦ μηδὲν ἐκ τοῦ μὴ ὄντος οἴεσθαι γίνεσθαι καὶ ἐκ τοῦ τὰ ἐναντία ὁρᾶν ἐξ ἀλλήλων γινόμενα, νῦν τρέπεται ἐπὶ τὸν ἔλεγχον τῆς δόξης αὐτοῦ καὶ τίθησι πλείονα ἐπιχειρήματα ἀνασκευαστικὰ τῆς Ἀναξαγορείου δόξης, ὧν τὸ μὲν πρῶτον ἐντρεπτικόν ἐστιν οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων, ἀλλ’ ὡς πρὸς τὸν Ἀναξαγόραν καὶ ἁπλῶς τὸ τοῦ ἐπιστήμονος πρόσωπον·1 δείκνυσι γὰρ ὅτι ἡ ὑπόθεσις αὕτη πᾶσαν ἀναιρεῖ ἐπιστήμην. ἔστι δὲ τὸ ἐπιχείρημα τοιοῦτον· εἰ αἱ ἀρχαὶ τῶν πραγμάτων ὁμοιομέρειαί εἰσιν, αἱ δὲ ὁμοιομέρειαι ἄπειροι, τὸ δὲ ἄπειρον ἄγνωστον τῇ αὑτοῦ φύσει, αἱ ἀρχαὶ ἄρα τῶν ὄντων ἄγνωστοι· ὧν δὲ αἱ ἀρχαὶ ἄγνωστοι, καὶ αὐτὰ ἄγνωστα· ἄγνωστα ἄρα τὰ ὄντα. ὥστε ἀνῄρηται ἐκ τῶν ὄντων ἡ ἐπιστήμη, εἴ γε καὶ ἡ γνῶσις. ἡ γὰρ ἐπιστήμη γνῶσίς τις· ἐπὶ πλέον γὰρ ἡ γνῶσις τῆς ἐπιστήμης. ἡ μὲν γὰρ ἐπιστήμη περιορίζειν πέφυκε καὶ περιλαμβάνειν λόγῳ τὰ πράγματα, τὸ δὲ ἄπειρον λόγῳ περιορίσαι ἀδύνατον (εὐθὺς γὰρ αὐτὸ πεπερασμένον ποιοῦμεν), εἴ γε ἄπειρόν ἐστιν, οὗ ἀεὶ ἔξω τι τοῦ ληφθέντος ἔστιν εὑρεῖν·2 ἀναιρήσομεν ἄρα τῶν ἐπιστημῶν τὰς ἀκριβεστάτας γεωμετρίαν ἀστρονομίαν. καὶ αὐτὸς δὲ ὁ Ἀναξαγόρας δῆλον ὡς ἐπιστήμην οἰόμενος ἔχειν τῶν ὄντων οὕτως ἡμᾶς περὶ αὐτῶν διδάσκει· ὥστε οὐκ εἰσὶν ἄπειροι αἱ ἀρχαὶ τῶν ὄντων, εἴπερ ἐπιστήμων ὁ Ἀναξαγόρας, ἢ εἰ ἄπειροι, οὐκ ἐπιστήμων ἐκεῖνος· εἰ δὲ μὴ ἐπιστήμων, οὐ πεισόμεθα αὐτῷ ἀποφαινομένῳ περὶ ὧν οὐκ ἔγνωκε. πρῶτον μὲν οὖν ἐπιχείρημα τοῦτο ἐντρεπτικόν, ὡς εἶπον, οὐ πραγματειῶδες. Τοῦ δὲ δευτέρου ἐπιχειρήματος πραγματειώδους ὄντος προλαμβάνει ἀξίωμά τι τοιοῦτον· τὰ εἴδη πάντα, φησίν, ἐν ὡρισμένῳ τινὶ ποσῷ πέφυκεν ὑφίστασθαι, καὶ οὔτε κατὰ μέγεθος εἰς ὁτιοῦν πέφυκεν αὔξεσθαι οὔτε ἐπὶ σμικρότητα εἰς ὁτιοῦν πέφυκε μειοῦσθαι, ἀλλ’ ἔστι τις ὅρος ἐπί τε τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, οὗ ἐπέκεινα ὑπάρξαι τὸ εἶδος οὐ δύναται. ἔστω δὴ πρῶτον ἡμῖν ὁ λόγος ὡς ἐπὶ τῶν τελειοτέρων εἰδῶν· ἐν τούτοις γὰρ ὡς ἐν τρανεστέροις σαφέστερος ὁ λόγος. τὸ τοῦ ἀνθρώπου εἶδος δύναται μὲν 〈ἐν〉 πηχυαίῳ μεγέθει συστῆναι, δύναται δὲ καὶ ἐν τετραπήχει ἢ πενταπήχει, οὐ μέντοι ἐπ’ ἄπειρον αὔξεσθαι δύναται. οὐ γὰρ δὴ καὶ ἑκατοντάπηχυς γένοιτ’ ἂν ὁ ἄνθρωπος, καὶ ἴσος τοῦ κόσμου τῷ μεγέθει· οὐ γὰρ τὸν ἐν ἐπινοίᾳ ἄνθρωπον λαμβάνομεν, ἀλλὰ τὸν ἐν ὑπάρξει. τοῦτον οὖν δῆλον ὅτι ἀδύνατον ἐπὶ πολύ τι μέγεθος καὶ ὑπὲρ τὸ πᾶν αὔξεσθαι, ἀλλ’ ἔστι τι ὡρισμένον μέγεθος, οὗ ἐπέκεινα αὐξηθῆναι οὐ δύναται· τὰ γὰρ εἴδη ἐπὶ πολύ τι ὑποκείμενον διιστάμενα ἐξίτηλα γίνεται.3 ὥσπερ οὖν ἐπὶ τὴν αὔξησιν ἀδύνατον ἐν παντὶ μεγέθει ὑπάρξαι τὰ εἴδη, οὕτω καὶ τὴν μείωσιν. γένοιτο μὲν γὰρ πυγμαῖος ἄνθρωπος, οὐ μὴν καὶ δακτυλιαῖος ἢ κεγχραμίδι ἴσος· οὐ γὰρ δύναται τὸ σμικρὸν πάνυ μέγεθος καταδέξασθαι τὸ εἶδος, ὥσπερ ἀμέλει καὶ τέκτων ἐν πηχυαίῳ μὲν ξύλῳ ποιήσει τὸ τοῦ πλοίου εἶδος, ἐν δακτυλιαίῳ δὲ οὐκέτι, καὶ κεραμεὺς τὸ τοῦ ἀμφορέως εἶδος οὐκ ἂν ποιήσειεν ἐν πηλῷ ἴσῳ κεγχραμίδι. ὥσπερ οὖν ἐπὶ τούτων ὡρισμένου τινὸς ποσοῦ χρεία ἐπί τε μέγεθος καὶ σμικρότητα εἰς τὸ ὑπάρξαι τὰ εἴδη, οὕτω δηλονότι καὶ ἐπὶ τῶν ὁμοιομερῶν· εἴδη γάρ τινα καὶ τὰ ὁμοιομερῆ. ὥστε δηλονότι καὶ τὸ τῆς σαρκὸς εἶδος καὶ τὸ τοῦ ὀστοῦ καὶ τὸ τοῦ ὕδατος οὔτε κατὰ μέγεθος ἐν τῷ τυχόντι συσταίη ἄν (οὐ γὰρ δὴ καὶ ἐν ἴσῳ καὶ ἐν μείζονι τοῦ παντός· οὐ γὰρ ἂν ὑποσταίη τι τοιοῦτον, περὶ δὲ τῶν ἐν ὑποστάσει ὁ λόγος), οὔτε κατὰ σμικρότητα· ἀλλ’ ἔστι τι πάντως μέγεθος, οὗ ἐν τῷ ἐλάττονι οὐκ ἂν συσταίη τὸ εἶδος τῆς σαρκός. ἔστιν ἄρα τις ἄτομος καὶ ἐλαχίστη σάρξ. ὁμοίως καὶ ἐπὶ παντὸς ὁμοιομεροῦς. ὅτι δὲ τοῦτο οὕτως ἔχει, μάθοις ἂν καὶ ἐντεῦθεν.
“那么,如果无限者就其为无限者而言是不可知的。” 在阐明了阿那克萨哥拉的观点,并说明了他是出于何种观念才得出这一假设——即出于认为没有任何事物从非存在生成,以及看到相反者互相生成——之后,他现在转向对其观点的驳斥,并提出了若干推翻阿那克萨哥拉观点的论证,其中第一个论证是针对个人的,并非出自事物的本性,而是针对阿那克萨哥拉本人以及单纯针对一个知者的身份而言的;因为他表明这一假设取消了一切科学知识。其论证如下:如果事物的本原是同质分子,而同质分子是无限的,且无限者因其自身的本性是不可知的,那么存在者的本原也就是不可知的;而凡是本原不可知的事物,其自身也是不可知的;因此存在者是不可知的。从而,如果认知也被取消的话,科学知识便从存在者中被取消了;因为科学知识是某种认知,认知在外延上大于科学知识。科学知识按其本性能够以定义界定并把握事物,而要以定义界定无限者是不可能的(因为那样我们便立即令其成为有限的了),如果无限者确实是无论截取何种量,在其外总能发现某种东西的话;因此我们将取消各门知识中最精确的几何学与天文学。而阿那克萨哥拉本人显然也是自认为拥有关于存在者的科学知识,才这样向我们教授它们的;因此,如果阿那克萨哥拉是一位知者,存在者的本原就不是无限的,或者如果本原是无限的,他就不是知者;而如果他不是知者,当他就自己所未认识的事物作出断言时,我们便不会相信他。因此,正如我所说的,这第一个论证是针对个人的,而非事实性的。 由于第二个论证是事实性的,他预先设定了如下这样的一条公理:他说,一切形式按其本性都立足于某个确定的量中,既不能按其本性在大小上增加至任意程度,也不能在微小上减少至任意程度,而是在向大和向小两个方向上都有某种界限,形式无法存在于这一界限之外。首先让我们就更完全的形式来进行论述;因为在这些形式中,正如在更显豁的事物中一样,论述更为明了。人的形式固然能在一肘尺的大小中构成,也能在四肘尺或五肘尺中构成,然而绝不能无限制地增加。因为人绝不可能变成一百肘尺大,且在大小上等于宇宙;因为我们所考察的并不是观念中的人,而是实际存在中的人。因此显然,这个人不可能增加到极大的量以至超出万物,而是存在着某个确定的量,超出它他就无法增加;因为形式若在一个过于巨大的底层上被极度摊开,便会消泯。因此,正如就增加而言形式不可能存在于任何大小之中,就减少而言亦是如此。因为侏儒之人固然可能产生,但决不可能产生一指之长或如同粟粒一般大小的人;因为极度微小的大小无法接纳形式,正如木匠固然能在一肘尺的木料上造出船的形式,但绝不能在一指之长的木料上造出,而陶工也不可能在如同粟粒般大小的黏土上造出双耳罐的形式。因此,正如在这些事物中,为了使形式得以存在,无论就大小还是微小而言都需要某个确定的量,显然在同质分子上亦是如此;因为同质分子也是某种形式。因此显而易见,肉的形式、骨的形式以及水的形式,既不可能在大小上于任何偶然的大小中构成(因为绝不可能在等于或大于宇宙的大小中构成;因为没有任何此类事物能够存立,而这里的论述是关于实际存立之物的),也不可能在微小上于任意大小中构成;而是必定存在着某个大小,在小于它的大小中肉的形式便无法构成。因此,存在着某种不可分的、最小的肉。对一切同质分子亦同样如此。至于这是如此这般的情形,你也可以从下述内容中得知。
- 1.68ἐντρεπτικόν ἐστιν οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων, ἀλλ’ ὡς πρὸς τὸν Ἀναξαγόραν καὶ ἁπλῶς τὸ τοῦ ἐπιστήμονος πρόσωπον
形容词 ἐντρεπτικόν 意指促使对方自省认错的“针对个人的反驳”(ad hominem)。与之相对的介词短语 οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων(并非出自事物的本性)与 ἀλλʼ ὡς πρὸς...(而是针对……)说明该论证所依凭的立足点,后文将其同义转换为 οὐ πραγματειῶδες(非事实性的)。
- 1.68εἴ γε ἄπειρόν ἐστιν, οὗ ἀεὶ ἔξω τι τοῦ ληφθέντος ἔστιν εὑρεῖν
关系代名词 οὗ 为部分(或所属)属格,介词 ἔξω(在……之外)则支配 τοῦ ληφθέντος(所截取者)。整个从句是亚里士多德关于无限的标准定义(Phys. III 6, 206b33–207a1)的转述:“凡就其而言(οὗ),在所截取者之外(ἔξω ... τοῦ ληφθέντος)总能发现某物(τι ... ἔστιν εὑρεῖν)的,即是无限”。
- 1.68τὰ γὰρ εἴδη ἐπὶ πολύ τι ὑποκείμενον διιστάμενα ἐξίτηλα γίνεται
分词 διιστάμενα 为表条件或情态的状语分词(“若被分散/过度拉伸开”)。介词短语 ἐπὶ πολύ τι ὑποκείμενον 表示“在极其巨大的底层/基质之上”,形容词 ἐξίτηλα 作表语,意为“消散的、褪色的、泯灭的”。
