- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:94.17-96.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了阿那克萨哥拉设定无限同质分子及万物混合的根据(否认从非存在生成以及生成的永恒性),考察了自然哲学家们将生成视为质变还是结合与分离的分歧,并阐明了阿那克萨哥拉根据相反者互相生成所作的推论及其谬误根源。
" Ἔοικε δὲ Ἀναξαγόρας ἄπειρα οὕτως οἰηθῆναι." Ἐντεῦθεν βούλεται ἐκθέσθαι ἐκ ποίας ἐννοίας ὁρμηθεὶς ὁ Ἀναξαγόρας ἄπειρά τε ὑπέθετο εἶναι τὰ ὁμοιομερῆ καὶ πάντα ἐν πᾶσι μεμῖχθαι. καί φησιν ὅτι διὰ τὸ νομίζειν ἀληθῆ εἶναι τὴν τῶν φυσικῶν δόξαν, ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται, ὥστε δεῖ προυπάρχειν τὸ γινόμενον·1 εἰ δὲ τοῦτο, ἔκκρισις ἄρα ἐστὶν ἡ γένεσις. διὰ τοῦτο μὲν οὖν πάντα ἐν πᾶσι μεμῖχθαι ἔλεγε, διότι ἑώρα πᾶν ἐκ παντὸς γινόμενον· διότι δὲ ὑπελάμβανεν ἀίδιον εἶναι τὴν γένεσιν καὶ μὴ ὑπολείπειν, ἀπείρους ὑπετίθετο τὰς ὁμοιομερείας ἐν ἑκάστῳ, ἵνα μὴ ὑπολείπῃ ἡ γένεσις, ταὐτὸν δὲ εἰπεῖν ἡ ἔκκρισις.
“而阿那克萨哥拉似乎是这样设想它们是无限的。” 从这里开始,他想要阐明阿那克萨哥拉是出于何种观念,才假设同质分子是无限的,且一切事物都混合在一切事物之中。他说,这是因为阿那克萨哥拉认为自然哲学家们的观点是真实的,即没有任何事物能从绝不存在者中生成,因此生成之物必须预先存在;如果这是真的,那么生成也就是析出。正因如此,由于看到凡物皆从凡物生成,他才说一切事物都混合在一切事物之中;又因为他假定生成是永恒且不匮竭的,他便假设每一事物中的同质分子是无限的,以便生成——也就是析出——不致匮竭。
"Διὰ τοῦτο γὰρ οὕτω λέγουσιν, ἦν ὁμοῦ πάντα, καὶ τὸ γίνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι. οἱ δὲ σύγκρισιν καὶ διάκρισιν." Διὰ τὸ ὑπολαμβάνειν, φησί, τοὺς φυσικοὺς μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, λέγουσιν ὅτι ἦν ὁμοῦ πάντα. ὁμοῦ δὲ πάντα λέγει μάλιστα μὲν Ἀναξαγόρας, ἔπειτα δὲ καὶ Ἀναξίμανδρος· ἐν τῷ μεταξὺ γὰρ πάντα ὑπάρχειν φησί, γίνεσθαι δὲ ἐξ αὐτοῦ τῇ ἐκκρίσει οὐ μεταβάλλοντος τοῦ μεταξύ, ἀλλ’ ἐκκρινομένων ἐξ αὐτοῦ τῶν ἄλλων. καὶ Ἐμπεδοκλῆς δὲ ἐνυπάρχειν φησὶν ἐν ἀλλήλοις τὰ στοιχεῖα, ἅπερ καὶ ἀρχὰς καὶ “ῥιζώματα πάντων” ἔλεγε, καὶ ὅταν ἐξ ὕδατος δὲ γίνηταί τι τῶν ἄλλων, οὐ μεταβάλλειν τὸ ὕδωρ εἰς ἐκεῖνο, ἀλλ’ ἐκκρίνεσθαι ἐξ αὐτοῦ ἐνυπάρχον, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. καὶ ἐν τῷ σφαίρῳ πάντα, φησίν, ἐνυπῆρχεν οὐ μόνον τὰ στοιχεῖα ἅπερ καὶ νῦν ἐν ἀλλήλοις ἐνυπάρχειν,2 ἀλλὰ καὶ τὰ τῶν συνθέτων εἴδη ἐν τῷ σφαίρῳ ἐνυπῆρχε, τοῦ νείκους δὲ ἐπικρατήσαντος ἐξεκρίθησαν ἐκ τοῦ σφαίρου τά τε στοιχεῖα καὶ τὰ τῶν συνθέτων εἴδη. ὅθεν καὶ τὴν γένεσιν οἱ μὲν ἀλλοίωσιν λέγουσιν, ὅσοι τὸ ὕδωρ ἢ τὸν ἀέρα ὑποτιθέμενοι μανότητι καὶ πυκνότητι γεννῶσι τὰ ἄλλα, οἱ δὲ σύγκρισιν καὶ διάκρισιν, οἵ τε περὶ τὸν Δημόκριτον καὶ Ἐμπεδοκλέα· συγκρίσει γὰρ ὁ μὲν τῶν στοιχείων ὁ δὲ τῶν ἀτόμων τὰ ἄλλα γίνεσθαί φασι, διακρίσει δὲ φθείρεσθαι. καὶ ὁ Ἀναξαγόρας δὲ δηλονότι ἐκκρίνεσθαι λέγων τὰ ὁμοιομερῆ καὶ ταύτην εἶναι τὴν γένεσιν, καὶ συγκρίνεσθαι ἔλεγε πλείους ὁμοιομερείας εἰς τὴν τοῦ συνθέτου γένεσιν, διακρίνεσθαι δὲ πάλιν αὐτὰς ἀπ’ ἀλλήλων ἐν τῇ φθορᾷ. ἁρμόσει δὲ κοινότερον κατὰ πάντων ἡ ἀλλοίωσις· καὶ γὰρ τὰ ἐκκρινόμενα ἢ συγκρινόμενα καὶ διακρινόμενα ἀλλοίωσίν τινα ὑπομένει, τὰ μὲν κατὰ τὴν θέσιν τὰ δὲ κατὰ τὴν ἔκφανσιν.
“因为正因如此他们才这样说:‘万物曾在一起’,并且成为这般模样被确立为质变。而其他人则说是结合与分离。” 他说,因为自然哲学家们假定没有任何事物能从绝不存在者中生成,所以他们才说“万物曾在一起”。而说“万物在一起”的主要是阿那克萨哥拉,其次也是阿那克西曼德;因为他说万物都存在于中介物之中,并且通过析出从中生成,并不是中介物发生变化,而是其他事物从中析出。恩培多克勒也说诸元素相互内在存在,他甚至称诸元素为本原和“万物之根”,当其他事物中的某种从水中生成时,并非水变为那事物,而是内在其中的东西从水中析出,对其余事物亦是如此。他说在球体之中万物都内在存在,不仅现在相互内在的诸元素如此,连复合事物的形式也曾内在存在于球体之中;当争斗占了上风时,诸元素与复合事物的形式便都从球体中析出。因此,关于生成,凡是将水或气设定为底层、并通过稀薄与浓密度生成其他事物的人称之为质变;而德谟克利特和恩培多克勒一派的人则称之为结合与分离;因为一方说其他事物是通过元素的结合而生成,另一方说通过原子的结合而生成,并且通过分离而消灭。阿那克萨哥拉显然也是如此,他在说同质分子被析出且这就是生成的同时,也说若干同质分子结合以生成复合事物,而在消灭时它们又再次互相分离。但在更广泛的意义上,“质变”将适用于一切事物;因为无论是被析出的事物,还是被结合与分离的事物,都经受着某种质变,有些是在位置上,有些则是在显现上。
"Ἔτι δὲ ἐκ τοῦ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία." Ὅτι καὶ ἔνθεν ὑπενόει ὁ Ἀναξαγόρας3 πάντα ἐν πᾶσιν εἶναι διὰ τὸ μηδὲν μὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ὁρᾶσθαι δὲ ἐκ τῶν ἐναντίων γινόμενα, τὸ δὲ ἐναντίον φθαρτικὸν μᾶλλον ἢ γεννητικὸν εἶναι τῶν ἐναντίων. ἔνθεν οὖν συνῆγεν ὅτι πάντα ἐν ἀλλήλοις εἰσί, μὴ φαίνεσθαι δὲ διὰ σμικρότητα τῶν ὄγκων, ὀνομάζεσθαι δὲ ἕκαστον ἐκ τοῦ πλεονάζοντος, ὥσπερ ἐπὶ τῆς πανσπερμίας· λέγεται γὰρ αὕτη, εἰ πλεονάζει τὸ τοῦ σίτου εἶδος, σῖτος· οὕτως ἔνθα πλεονάζει σὰρξ ἢ ὕδωρ, οὕτω καλεῖσθαι. αἴτιον δὲ αὐτῷ γέγονε τῆς ἀπάτης τὸ λαμβάνειν ὅτι δεῖ πάντως ἢ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι τὰ γινόμενα, ἢ ἐκ τοῦ ὄντος· γίνεται μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος, ἀλλ’ οὐκ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος, ἀλλ’ ἐκ τοῦ τὶ μὴ ὄντος, ὅπερ ἑξῆς καὶ ἐγκαλέσει αὐτῷ καὶ ἐπιλύσεται.
“而且还由于相反者互相生成。” 这是说,阿那克萨哥拉也是由此推测万物在万物之中的,这是由于没有任何事物从非存在生成,并且人们看到事物是从相反者生成的,而相反者对于相反者而言毋宁是毁灭性的而非生成性的。于是他由此推断出万物都在彼此之中,只是由于体积微小而不显现,并且每一事物都是依据占优势的成分命名的,正如混合种子的情况一样;因为如果在其中小麦的形式占优势,它就被称为小麦;同样,在肉或水占优势的地方,就被如此称呼。而导致他受蒙蔽的原因,是他假定生成的事物必须完全要么从绝不存在者生成,要么从存在者生成;因为生成的事物确实是从非存在生成的,但并不是从单纯的非存在生成,而是从在某种规定上是非存在的东西生成,这正是亚里士多德在下文中将要指责他并加以解决的。
- 1.65ὥστε δεῖ προυπάρχειν τὸ γινόμενον
ὥστε 连用直陈式现在时 δεῖ,表示从前文“绝无可能从非存在生成”这一前提直接推导出的必然逻辑结论。
- 1.66ἅπερ καὶ νῦν ἐν ἀλλήλοις ἐνυπάρχειν
不定词 ἐνυπάρχειν 出现在由关系代词 ἅπερ 引导的从句中,这是间接引语(承接前面的 φησίν)的影响蔓延至关系从句所形成的结构。
- 1.67Ὅτι καὶ ἔνθεν ὑπενόει ὁ Ἀναξαγόρας
接在断片状的引文之后,句首的 Ὅτι 带有省略的承接作用(即相当于“[亚里士多德的意思是说],阿那克萨哥拉也正由此推测……”),将引文补充为一个完整的述谓名词从句。
