← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§92.18-94.16

柏拉图与自然哲学家关于三个本原的设定差异

斐洛波诺斯注解了187a18–187a21,阐明柏拉图与自然哲学家们在设定三个本原(一与相反者)方面的模式差异,并解释了阿那克西曼德、恩培多克勒与阿那克萨哥拉主张从混合物中析出相反性质或元素的学说,以及后两者之间的两点重要分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.62

" Πλὴν ὁ μὲν ταῦτα ποιεῖ ὕλην τὸ δὲ ἓν τὸ εἶδος, οἱ δὲ τὸ μὲν ἓν τὸ ὑποκείμενον ὕλην, τὰ δὲ ἐναντία διαφοράς." Ὁμοίως μὲν ὅ τε Πλάτων καὶ ὅσοι ἓν μὲν ὑπέθεντο τὸ στοιχεῖον, πυκνώσει δὲ καὶ μανώσει τὰ ἄλλα ἐξ αὐτοῦ ποιοῦσι, τρεῖς ἀρχὰς τίθενται τά τε ἐναντία καὶ τὸ ἕν (ὥσπερ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐφεξῆς τίθεται), ἐναντίως μέντοι τοῖς ἄλλοις ὁ Πλάτων περὶ τοὺς τρόπους τῶν ἀρχῶν τούτων ἠνέχθη. οἱ μὲν γὰρ ἄλλοι τὴν μὲν ὕλην καὶ τὸ ὑποκείμενον τὸ ἓν λέγουσι, τὰ δὲ ἐναντία εἰδοποιοὺς διαφορὰς τοῦ ὑποκειμένου (κρατούμενον γὰρ τὸ ὑποκείμενον ποτὲ μὲν τῇ πυκνώσει ποτὲ δὲ τῇ μανώσει, οὕτω γεννᾶν τὰ σώματα), Πλάτων δὲ ἔμπαλιν τὰ μὲν ἐναντία, λέγω δὲ τὸ μέγα καὶ τὸ μικρόν, ὕλην ποιεῖ, τὸ δὲ ἓν τὸ εἶδος τὸ τῇ ὕλῃ ἐπιγινόμενον καὶ ποιοῦν τὰ σώματα. ἴσμεν δὲ ὅτι Πυθαγόρειος ὁ Πλάτων, συμβολικῶς δὲ πάντα οἱ Πυθαγόρειοι ἔλεγον, ἐπεὶ κἀκεῖνοι τὴν ἀόριστον δυάδα τὴν ὕλην καλοῦσιν. ἐπειδὴ γὰρ ὁριστικὸν μὲν καὶ ἑνοποιοῦν τὸ εἶδος, ἀόριστος δὲ ἡ ὕλη καὶ σκεδασμοῦ τοῖς εἴδεσιν αἰτία (ἀδιάστατα γὰρ ὄντα φύσει δεξαμένη διίστησι·1 τὸν γὰρ τοῦ ἀνθρώπου λόγον ἀμερῆ καὶ ἀδιάστατον ὄντα καθ’ αὑτὸν δεξαμένη διίστησιν εἰς διάφορα κατατέμνουσα μόρια· τὸ τυχὸν γοῦν τοῦ σπέρματος μεῖναν τὸν ὅλον ἄνθρωπον γεννᾷ, ὡς ἅτε δὴ ἀμερίστως ἐν παντὶ τῷ σπέρματι καὶ τῷ τυχόντι αὐτοῦ μορίῳ τῶν λόγων τοῦ ζῴου ἐνόντων), διὰ τοῦτο διὰ τῆς δυάδος τὴν ὕλην ᾐνίττοντο, εἶτα ἐπειδὴ τῶν ἄλλων ποιοτήτων πρῶτον ἡ ὕλη δέχεται τὸ ποσόν (πρῶτον γὰρ ποσοῦται καὶ γίνεται τριχῇ διαστατή), διὰ τοῦτο τὴν δυάδα μέγα καὶ μικρὸν ἐκάλεσεν ὁ Πλάτων. ὥστε διὰ μὲν τὸ ἀόριστον τῆς ὕλης καὶ μηδένα οἰκεῖον ὅρον ἔχειν, δυάδα αὐτὴν ἐκάλεσε (πρώτη γὰρ ἀπὸ τῆς μονάδος ἡ δυὰς τὴν διαίρεσιν ἐδέξατο), διὰ δὲ τὸ πρώτως δέχεσθαι τὸ ποσὸν καὶ προσεχέστατον εἶναι τοῦτο τῆς ὕλης εἶδος, μέγα καὶ μικρόν· ταῦτα γὰρ τοῦ ποσοῦ.

“只是他把这些作为质料,而把一作为形式;他们则把底层的一作为质料,把相反的性质作为差异。” 同样地,柏拉图以及凡是将元素设为一、并通过浓缩与稀薄从中生成其他事物的人,都设定了三个本原:相反者与一(正如亚里士多德自己在后文中所设定的那样);然而柏拉图在关于这些本原的模式上,却采取了与其他人相反的立场。因为其他人把质料和底层称为一,而把相反者称为底层的形式规定性差异(因为底层有时被浓缩支配,有时被稀薄支配,以此方式生成各种物体);柏拉图则相反,把相反者,我是说大与小,作为质料,而把一作为附于质料之上并生成物体的形式。我们知道柏拉图是毕达哥拉斯主义者,而毕达哥拉斯主义者总是以象征性的方式谈论一切,因为他们也把不定的二称为质料。因为形式是限定性的和使成为一的,而质料是不定的且是形式离散的原因(因为质料接纳了本性上无广延的事物并使其伸展;质料接纳了就其自身而言无部分且无广延的人的理性规则,通过将其切分为不同的部分而使其具有广延;无论如何,种子的任意留存部分都能生成完整的人,这是因为动物的理性规则不可分割地存在于整个种子及其任意部分之中),由于这个原因,他们用二来隐喻质料;其次,由于质料先于其他性质首先接纳数量(因为它首先被量化并成为三维有广延的),由于这个原因,柏拉图将二称为大与小。因此,由于质料的不定性及其不具有自身固有的限定,他将其称为二(因为二是在一之后首先接纳划分的);而由于质料首先接纳数量且这是质料最直接的形式,他称其为大与小,因为这些属于数量。

§1.63

"Οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνουσιν, ὥσπερ Ἀναξίμανδρός φησι." Τοῦτο συνεχὲς πρὸς τὸ ἄνω· ‘ἓν γὰρ ποιήσαντες τὸ ὂν σῶμα τὸ ὑποκείμενον οἱ μὲν τὰ ἄλλα γεννῶσι πυκνότητι καὶ μανότητι’, εἶτα ἡ ἀνταπόδοσις ἐνταῦθα· οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνουσιν, οἷος ἦν ὁ Ἀναξίμανδρος· ἐνυπάρχειν γὰρ ἔλεγεν ἐν τῷ μεταξύ, ὅπερ ἦν κατ’ αὐτὸν στοιχεῖον, τὰ ἐναντία ἐνεργείᾳ.

“而其他人则从一之中析出内在的相反性质,正如阿那克西曼德所说。” 这是接续前文的:“因为把作为底层的实存物体设定为一之后,有些人通过浓密度与稀薄度生成其他事物”,然后正对应在此处:“而其他人则从一之中析出内在的相反性质”,例如阿那克西曼德就是这样;因为他说在他看来作为元素的中介物之中,现实地以内在方式存在着相反的性质。

§1.64

"Καὶ ὅσοι δὲ ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας· ἐκ τοῦ μίγματος γὰρ ἐκκρίνουσι τὰ ἄλλα." Εἰπὼν ὅτι ὁ Ἀναξίμανδρος ἐκ τοῦ ἑνὸς ἐκκρίνει τὰς ἐναντιότητας, ἵνα σαφέστερον παραστήσῃ ἡμῖν πῶς ἔλεγεν ἐκκρίνεσθαι ἐκ τοῦ ἑνὸς τὰ ἐναντία, διὰ τοῦτο ὡς ἐν παραδείγματι μέμνηται τῆς Ἐμπεδοκλέους καὶ Ἀναξαγόρου δόξης, καὶ ὅπως οὗτοι ἐξ ἀλλήλων ἐκκρίνεσθαι ἔλεγον τὰ κατ’ αὐτοὺς στοιχεῖα. ἐκ τοῦ μίγματος γὰρ ἐκκρίνουσι τὰ ἄλλα· ὁ μὲν Ἀναξαγόρας τὸ πρὶν ἐμμιχθείσας πάσας ἅμα τὰς ὁμοιομερείας ἐκ τοῦ μίγματος ἐκείνου ἐκκρῖναι αὐτὰς τὸν νοῦν,2 καὶ νῦν δὲ ἀεὶ ἐκκρίνεσθαι ἐξ ἀλλήλων (ἕκαστον γὰρ μῖγμά τι εἶναί φησι πολλῶν ὁμοιομερειῶν), ὁ δὲ Ἐμπεδοκλῆς καὶ αὐτὸς μὲν τὴν ἀρχὴν ἐκ τοῦ σφαίρου ἐκκρίνει τὰ στοιχεῖα, καὶ νῦν δὲ ἐμμεμῖχθαί φησιν ἐν ἀλλήλοις τὰ στοιχεῖα τὰ τέσσαρα, οὐ μέντοι πάντα ὡς Ἀναξαγόρας ἔλεγεν, εἶτα κατ’ ἔκκρισιν γίνεσθαι ἐξ ἀλλήλων ὅνπερ εἴπομεν τρόπον. διαφέρουσι δὲ ἀλλήλων ὅ τε Ἀναξαγόρας καὶ ὁ Ἐμπεδοκλῆς ὅτι ὁ μὲν Ἀναξαγόρας ἅπαξ τὸν νοῦν φησιν ἐκ τοῦ μίγματος τοῦ πρώτου ἀρξάμενον διακρίνειν εἰσαεὶ τοῦτο ποιεῖν, καὶ μηκέτι ἐνδέχεσθαι πάλιν ἓν μῖγμα πάντα γενέσθαι, ὁ μέντοι Ἐμπεδοκλῆς πολλάκις τοῦτο ποιεῖ· ποτὲ μὲν γὰρ ἐκ τοῦ σφαίρου ἐκκρίνεσθαι τὰ στοιχεῖα, ποτὲ δὲ πάλιν τὰ στοιχεῖα συγκρίνεσθαι εἰς τὸν σφαῖρον, καὶ τοῦτο ἐπ’ ἄπειρον ἀνακάμπτειν κατά τινα περίοδον. πρώτη μὲν οὖν διαφορὰ Ἐμπεδοκλέους καὶ Ἀναξαγόρου αὕτη, ἑτέρα δὲ ὅτι ὁ μὲν Ἀναξαγόρας τὰ κατ’ αὐτὸν στοιχεῖα, λέγω δὴ τὰς ὁμοιομερείας, ἄπειρα ἔλεγεν, ὁ δὲ Ἐμπεδοκλῆς τὰ τέσσαρα ταῦτα στοιχεῖα πῦρ ἀέρα ὕδωρ καὶ γῆν. καλούμενα δὲ αὐτὰ εἶπεν,3 διότι οὐκ ἔστι κυρίως στοιχεῖα (οὐδὲ γάρ εἰσιν ἁπλᾶ, ἀλλὰ σύνθετα), κυρίως δὲ στοιχεῖα ἡ ὕλη καὶ τὸ εἶδος.

“凡是主张实存之物是一也是多的人,如恩培多克勒与阿那克萨哥拉,也是如此;因为他们从混合物中析出其他事物。” 既然说了阿那克西曼德从一中析出相反性质,为了向我们更清楚地说明他是如何主张从一中析出相反者,〔亚里士多德〕因此举例提及恩培多克勒与阿那克萨哥拉的观点,以及他们是如何主张各自的元素互相析出的。因为“他们从混合物中析出其他事物”:阿那克萨哥拉主张,最初一切同质分子完全混合在一起,心灵从那混合物中将它们析出,而且即使在现在也始终在互相析出(因为他说每一事物都是许多同质分子的某种混合物);恩培多克勒自己也在起初从球体中析出诸元素,且说即使在现在四种元素也相互混合在一起——但并不像阿那克萨哥拉所说的那样是一切事物〔相互混合〕——接着以我们所说的方式通过相互析出而生成。阿那克萨哥拉与恩培多克勒彼此不同:阿那克萨哥拉说心灵一旦从最初的混合物开始分离,就永远如此进行,再也不可能所有事物重新变回一个混合物;而恩培多克勒则多次重复此过程,因为有时诸元素从球体中析出,有时诸元素又重新聚集到球体中,并且这按照某种周期无限循环往复。这就是恩培多克勒与阿那克萨哥拉的第一点区别;第二点区别则是,阿那克萨哥拉说他所主张的元素,也就是同质分子,是无限多的,而恩培多克勒则设定了这四种元素:火、气、水、土。他说它们是“所谓的”元素,是因为它们严格来说并不是元素(因为它们甚至不是单一的,而是复合的),而严格意义上的元素乃是质料与形式。

语法注3 条
  1. 1.62ἀδιάστατα γὰρ ὄντα φύσει δεξαμένη διίστησι

    阴性单数主格分词 δεξαμένη 修饰主语 ἡ ὕλη,作为伴随/时间分词修饰主动词 διίστησι。短语 ἀδιάστατα ὄντα φύσει 是中性复数宾格短语,名词化作 δεξαμένη 的直接宾语(“本性上无广延之物”),在句法上清晰地勾勒出形式的无广延性与质料受纳后产生的空间广延之间的对比。

  2. 1.64ὁ μὲν Ἀναξαγόρας τὸ πρὶν ἐμμιχθείσας πάσας ἅμα τὰς ὁμοιομερείας ἐκ τοῦ μίγματος ἐκείνου ἐκκρῖναι αὐτὰς τὸν νοῦν

    主格主语 ὁ μὲν Ἀναξαγόρας 之后并未紧跟限定动词,而是引出了带不定式结构 ἐκκρῖναι αὐτὰς τὸν νοῦν(其中 τὸν νοῦν 为宾格主语,αὐτάς 为宾格宾语)。句首的主格起到了承接上文 φασίν 的悬垂主格作用,或作为后文动词 φησί 的先取主语,在理解时需在句首主语处意会补充一个陈述动词(如 φησί)。

  3. 1.64καλούμενα δὲ αὐτὰ εἶπεν

    双宾格结构。εἶπεν 的省略主语是亚里士多德。以 αὐτά(四元素)为直接宾语,καλούμενα 为宾格补足语(“所谓的[元素]”),意为“他[亚里士多德]称它们为所谓的[元素]”。注释者借此阐释亚里士多德用词的义理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:92.18-94.16