← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§91.16-92.17

将浓稀普遍化为过度与不及

菲洛波诺斯注解了亚里士多德将自然哲学家们的浓稀对立普遍化为“过度与不及”,并与柏拉图的“大与小”相类比的观点。他从两方面阐释了过度与不及:一是形式与匮乏的高下对立,二是平衡运动与容积大小的物理学解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.61

" Καθόλου δὲ ὑπεροχὴ καὶ ἔλλειψις, ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν." Ἐπειδὴ εἶπεν ὅτι οἱ φυσικοὶ ὡς ἀρχὰς εἰδοποιοὺς τῆς ὕλης λαμβάνουσι τὰ ἐναντία, οἷον ἐπὶ μίαν ἐναντίωσιν καθολικωτέραν ἀνάγει πάντα τὰ ἐναντία περιέχουσαν ἐν ἑαυτῇ πάσας τὰς ἐναντιώσεις, τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν. καὶ ἔστιν ὅλος ὁ λόγος τοιοῦτος· οἱ ἓν ποιοῦντες τὸ ὑποκείμενον σῶμα πυκνότητι καὶ μανότητι ἐξ αὐτοῦ τὰ ἄλλα γεννῶσι, ταῦτα δὲ ἐναντία εἰσίν· ὥστε ἐναντίας ὑποτίθενται τὰς εἰδοποιοὺς τῶν ὄντων ἀρχὰς οἱ φυσικοί. καὶ ἵνα κοινῶς περιλάβωμεν κατὰ ποίαν ἐναντίωσιν πάντες τὴν γένεσιν τῶν ὄντων ἐκ τῆς κατ’ αὐτοὺς ὕλης ἔλεγον γίνεσθαι, φαμὲν ταύτην εἶναι τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν· κοινοτέρα γὰρ αὕτη τῶν ἐναντίων ἡ ἀντίθεσις καὶ ἐν ἑαυτῇ τὰς ἄλλας περιέχουσα. τοιαῦται γοῦν εἰσι καὶ αἱ Πλάτωνος ἀρχαὶ τὸ μέγα καὶ τὸ μικρόν, ὧν τὸ μέν ἐστιν ὑπεροχὴ τὸ μέγα, τὸ δὲ ἔλλειψις τὸ μικρόν, εἰ καὶ διαφόρως ὑπετίθεντο τὸ ἓν καὶ τὰ ἐναντία ὅ τε Πλάτων καὶ οἱ ἄλλοι, ὡς ἐφεξῆς ἐρεῖ. ὑπεροχὴν δὲ καὶ ἔλλειψίν φησι τὰ ἐναντία1 ἢ κατὰ τὸ κρεῖττον καὶ χεῖρον τῶν ἐναντίων (ἐρεῖ γὰρ καὶ ἐν τοῖς ἑξῆς ὅτι τὸ μὲν χεῖρον τῶν ἐναντίων στερήσει ἀναλογεῖ, τὸ δὲ κρεῖττον εἴδει· καὶ ἐνταῦθα οὖν τὸ μὲν χεῖρον, οἷον τὸ μέλαν, ἔλλειψις ἂν εἴη, τὸ δὲ κρεῖττον, οἷον τὸ λευκόν, ὑπεροχή), ἢ οὖν οὕτως, ἢ ἵνα τῶν ἰσορρόπων ἐναντίων τὸ μὲν ἐν μείζονι ὄγκῳ ὑποκείμενον ὑπεροχὴν εἴποιμεν, τὸ δὲ ἐν ἐλάττονι ἔλλειψιν. οἷον ἐὰν λάβωμεν ἀέρα καὶ γῆν τοσοῦτον κινούμενον τὸν ἀέρα ἐπὶ τὸ ἄνω ὅσον τὴν γῆν ἐπὶ τὸ κάτω, καὶ συντόμως εἰπεῖν ἵνα λάβωμεν ἰσοταχῶς τὰς ἐναντίας κινούμενα κινήσεις,2 ὁ μὲν ἀὴρ ἐν μείζονι ὢν ὑποκειμένῳ ὑπεροχὴ ἂν εἴη κατὰ τὸν ὄγκον, ἡ δὲ γῆ ἐν ἐλάττονι οὖσα ὄγκῳ ἔλλειψις· διότι καὶ τὸ βαρὺ σῶμα μεταβάλλον εἰς τὸ κοῦφον μανούμενον ὄγκον πάντως μείζονα λαμβάνει, τὸ δὲ κοῦφον μεταβάλλον εἰς τὸ βαρὺ ἥττονα. ἐὰν οὖν ἰσόρροπα ὦσι κατὰ τὰς οἰκείας ῥοπάς, ἐξ ἀνάγκης τὸ κοῦφον μείζονα σχήσει ὄγκον. τὸ αὐτὸ δὲ εἴποι ἄν τις καὶ ἐπὶ λευκοῦ καὶ μέλανος καὶ τῶν λοιπῶν ἐναντίων· τὸ γὰρ ἐκ μέλανος λευκὸν γινόμενον ἴσως μὲν καὶ μανότερον γενήσεται κατὰ τὸ ὑποκείμενον, πλὴν ἐπεὶ τὸ λευκὸν διακριτικὸν τὸ δὲ μέλαν συγκριτικόν, εἴη ἂν τὸ μὲν λευκὸν ὑπεροχή, ὡς αἴτιον ταύτης, τὸ δὲ μέλαν ἔλλειψις, ὡς συγκριτικόν. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἴσως δὲ οὐδὲ δεῖ ἐπὶ πάντων ἁπλῶς τῶν ἐναντίων τὸν λόγον ἐκλαβεῖν, ἀλλ’ ἐπὶ τούτων ἅπερ ἐστὶν αἴτια γενέσεως καὶ φθορᾶς.

“普遍而言则是过度与不及,正如柏拉图所说的大与小。” 既然他[亚里士多德]说过自然哲学家们把相反者作为质料的形式规定性本原,他便仿佛把一切相反者都归纳为包含了一切相反对立在自身之内的、更具普遍性的一种相反对立,即过度与不及。而整个论证是这样的:那些把底层物体设定为一的人,通过浓厚与稀薄从其中生成其他事物,而这些是相反者;因此自然哲学家们把实在之物的形式规定性本原假设为相反者。为了让我们能共同把握住他们全都主张实在之物依循何种相反对立而从自认为的质料中生成,我们说这就是过度与不及;因为相反者的这种对立更为普遍,且在自身之中包含了其他对立。无论如何,柏拉图的本原即大与小也是这样的,其中大是过度,而小是不及,即便柏拉图与其他人对于一和相反者的假设方式有所不同,正如他接下来要谈到的。他把相反者称为过度与不及,要么是根据相反者中较优越者与较低劣者而言(因为在接下来的内容中他也会说,相反者中较低劣者相当于匮乏,而较优越者相当于形式;因此在这里,较低劣者,例如黑,将是不及,而较优越者,例如白,则是过度)——要么是这样,要么是为了让我们在平衡相等的相反者中,将处于更大容积之底层的称为过度,而将处于更小容积之底层的称为不及。例如,如果我们假定空气与土,空气向上运动的程度如同土向下运动的程度一样,简而言之,为了让我们假定它们以均等速度作相反运动,那么空气因处于更大的底层中,按容积而言将是过度,而土因处于更小的容积中将是不及;因为重物体通过变稀疏而转变为轻物体时,必定获得更大的容积,而轻物体转变为重物体时则获得较小的容积。因此,如果它们按照各自固有的倾向而保持平衡,那么轻者必然会拥有更大的容积。人们对于白与黑以及其余相反者也可以这样说;因为从黑变白的东西,在其底层方面或许也会变得更稀疏,不过既然白是分离性的,而黑是聚合性的,白作为其原因当是过度,而黑作为聚合性的当是不及。对于其余的事物亦同样如此。然而或许并不应当把这一说法单纯适用于一切相反者,而应适用于那些作为生成与消灭之原因的相反者。

语法注2 条
  1. 1.61ὑπεροχὴν δὲ καὶ ἔλλειψίν φησι τὰ ἐναντία

    动词 φησί 构成双重宾格结构,其中 τὰ ἐναντία 为直接宾语,ὑπεροχὴν καὶ ἔλλειψιν 为宾语补足语(宾格表语),意为“他称相反者为过度与不及”。后接不对称的选择结构“ἢ κατὰ... ἢ ἵνα... εἴποιμεν”,分别给出了两种不同的解释依据。

  2. 1.61τὰς ἐναντίας κινούμενα κινήσεις

    中性复数分词 κινούμενα 与前文提及的空气(阳性 ἀήρ)与土(阴性 γῆ)按意义一致(ad sensum)呼应,指代物体(σώματα)。名词短语 τὰς ἐναντίας ... κινήσεις 则作为分词 κινούμενα 的同源宾语(内部宾格),构成“进行相反的运动”这一结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:91.16-92.17