- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:90.13-91.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注释《物理学》187a12的引文,解释了将底层物体设定为一并通过浓稀生成事物的观点,梳理了句法上的照应关系(men与de的不对称),并指出作为相反者的浓厚与稀薄为亚里士多德自身的本原学说作了铺垫。
" Οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ ὂν σῶμα τὸ ὑποκείμενον, ἢ τῶν τριῶν τι ἢ ἄλλο." Οἱ μὲν τῶν φυσικῶν, φησίν, ἓν ποιήσαντες τὸ ὄν, τουτέστι μίαν τὴν ἀρχὴν πάντων καὶ τὸ ὑποκείμενον ποιήσαντες, καὶ τοῦτο οὐκ ἀσώματόν τι, ἀλλὰ σῶμα κατ’ ἐνέργειαν, καὶ σῶμα ἢ ἕν τι τῶν τριῶν στοιχείων πυρὸς ἀέρος ὕδατος, ἢ ἄλλο τι παρὰ ταῦτα μεταξὺ τούτων, οἷον ὑπετίθετο ὁ Ἀναξίμανδρος, τὰ ἄλλα σώματα γεννῶσιν ἐκ τοῦ κατ’ αὐτοὺς στοιχείου πυκνουμένου ἢ μανουμένου. εἰπὼν δὲ ‘οἱ μὲν τῶν φυσικῶν ἓν ποιήσαντες τὸ ὂν πυκνότητι καὶ μανότητι τὰ ἄλλα γεννῶσι’, τὴν ἀνταπόδοσιν οὐκ εὐθὺς ἐπήγαγεν,1 ἀλλὰ μετ’ ὀλίγον ἔνθα φησίν· “οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνουσιν”. οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ ὂν οὐ δοκεῖ οἰκείως τῇ ἀνταποδόσει κεχρῆσθαι· εἰπὼν γὰρ οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ ὄν, ἀνταποδιδοὺς πρὸς τοῦτό φησιν “οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας” καὶ τὰ ἑξῆς. ἀκόλουθον δὴ ἦν τῷ εἰπόντι οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ ὄν, ἀνταποδιδόντι εἰπεῖν ‘οἱ δὲ πολλὰ ποιήσαντες’. δεῖ οὖν μικρὸν μεταρρυθμίσαι τὴν λέξιν, ἵνα τὴν ἀκόλουθον ἀνταπόδοσιν ἴδωμεν. οὕτως οὖν ὑπερβιβαστέον τὴν λέξιν·2 ‘ὡς δὲ οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσίν· ἓν γὰρ ποιήσαντες τὸ ὂν σῶμα τὸ ὑποκείμενον καὶ τὰ ἑξῆς, τὰ ἄλλα γεννῶσιν, οἱ μὲν πυκνότητι καὶ μανότητι, οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνεσθαι λέγουσι’. τὸ δὲ “ὡς οἱ φυσικοὶ λέγουσιν” οὐκ ἔστι καθόλου κατὰ πάντων τῶν φυσικῶν· δῆλον γὰρ ὅτι ὡς οἱ φυσικοὶ οἱ ἓν εἶναι τὴν ὑποκειμένην ὕλην ὑποτιθέμενοι. καὶ πρὸς τοῦτο δὲ τὴν ἀνταπόδοσιν ἐπάγει λέγων “ὅσοι δὲ ἓν καὶ πολλά”. Ταῦτα δέ ἐστιν ἐναντία. εἰπὼν ὅτι μίαν μὲν ὑποτίθενται τὴν ὕλην καὶ τὸ ὑποκείμενον, πυκνότητι δὲ καὶ μανότητι γεννῶσι τὰ ἄλλα, ἐπίτηδες ἐπισημειοῦται ὅτι ταῦτα δέ, ἡ πυκνότης καὶ ἡ μανότης, ἐναντία ἐστίν, ἐπειδὴ χρησιμεύει αὐτῷ τοῦτο εἰς τὴν αὑτοῦ δόξαν· μέλλει γὰρ καὶ αὐτὸς ἐφεξῆς τὰ ἐναντία μετὰ τῆς ὕλης ἀρχὰς ὑποτίθεσθαι. διὰ τοῦτο οὖν ἐπισημειοῦται ὅτι καὶ οἱ πρὸ αὐτοῦ φυσικοί, εἰ καὶ μὴ ἀκριβῶς, ὅμως περιεφαντάζοντο τὰς τῷ ὄντι ἀρχὰς τῶν ὄντων τὰ ἐναντία· εἰ γὰρ λέγουσι πυκνότητι καὶ μανότητι γεννᾶσθαι ἐκ τοῦ κατ’ αὐτοὺς ὑποκειμένου τὰ ἄλλα, πυκνότης δὲ καὶ μανότης ἐναντία ἐστίν, ἐκ τῶν ἐναντίων ἄρα τὴν γένεσιν εἶναι ὑπετίθεντο.
“因为有些人把作为存在的底层物体设定为一,或是三者之一,或是别的什么。” 他[亚里士多德]说,自然哲学家中有些人把存在设定为一,也就是把万物的本原和底层基质设定为一,而且这不是某种非物体的存在,而是现实的物体,并且这物体要么是火、气、水三种元素之一,要么是除这些之外处于它们之间的某种东西(正如阿那克西曼德所假设的那样),他们通过自认为的元素在凝聚或稀疏时的变化来生成其他物体。但在说了“自然哲学家中有些人把存在设定为一,通过浓厚与稀薄来生成其他事物”之后,他并没有立即接上相对应的子句,而是在稍后才提出,即他说:“而另一些人则把存在于一之中的相反者分离出来”。〔在〕“因为有些人把存在设定为一”〔处〕,他似乎并没有恰当地使用对应关系;因为在说了“因为有些人把存在设定为一”之后,他对应于此却说“而另一些人,从一之中内在的[相反者]”等等。对于说了“因为有些人把存在设定为一”的人而言,理应顺理成章地对应说“而另一些人设定为多”。因此,我们必须稍微重构其文句,以便看出顺理成章的对应关系。因此我们必须这样倒换文句来理解:“正如自然哲学家们所说,有两种方式;因为把作为存在的底层物体设定为一等等,他们生成其他事物,一些人通过浓厚与稀薄,而另一些人则说存在于一之中的相反者被分离出来”。至于“正如自然哲学家们所说”,这并不是普遍适用于所有自然哲学家;因为显而易见,这是指那些假设底层质料为一的自然哲学家。并且针对这一点,他也引出了相对应的子句,说“而凡是[主张]既是一又是多的人”。“而这些是相反者”。在说明了他们把质料和底层基质假设为一,却通过浓厚与稀薄来生成其他事物之后,他特意指出“而这些,即浓厚与稀薄,是相反者”,因为这对于他自己的见解是有用的;因为他自己接下来也打算把相反者与质料一同假设为本原。因此,正是出于这个缘故,他指出在他之前的自然哲学家们即便不够精确,却也隐约预想到了相反者是实在之物的真正本原;因为如果他们说其他事物是通过浓厚与稀薄从自认为的基质中生成的,而浓厚与稀薄是相反者,那么他们也就是假设了生成是从相反者而来的。
- 1.60τὴν ἀνταπόδοσιν οὐκ εὐθὺς ἐπήγαγεν
ἀνταπόδοσις 是指相关结构(尤指 οἱ μέν 与 οἱ δέ 的照应对应)的语法术语。菲洛波诺斯在此指出亚里士多德句法上的破格(anacoluthon):亚里士多德以“有些人把存在设定为一”(οἱ μέν ... ἓν ποιήσαντες)开头,理应接对称的“而另一些人设定为多”(οἱ δὲ πολλὰ ποιήσαντες),却转而以生成方式的不对称陈述(“而另一些人分离出内在的相反者”)作为对应。
- 1.60οὕτως οὖν ὑπερβιβαστέον τὴν λέξιν
动词性形容词 ὑπερβιβαστέον 意为“必须倒换语序/重构词句(通过hyperbaton)”。菲洛波诺斯提出对亚里士多德原文进行句法上的重构与倒装,以消除照应上的错位,显明其逻辑骨架:在将质料设定为一的人当中,一部分通过浓稀解释生成,另一部分则通过内在相反者的分离来解释。
