← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§906.6-906.40

球面螺旋运动的复合性与非永恒性

菲洛波诺斯论证了如太阳等天体运动中表现出的球面螺旋线并非独立、简单且永恒的运动,而是包含直线成分的复合运动;因此,既然直线运动不可能是永恒的,螺旋运动也不可能是永恒的,最终得出唯有圆周运动能够是永恒的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.36#2

ἔστι δέ τι καὶ ἄλλο εἶδος ἕλικος συγκείμενον, ἐκ δύο σφαιρικῶν κινήσεων συγκείμενον, οἵαν φαμὲν γράφειν τὸν ἥλιον ἤ τινα τῶν πλανωμένων· συμπεριαγόμενος γὰρ ὑπὸ τῆς ἀπλανοῦς καὶ ἀεὶ ἀπὸ τοῦ κατὰ κορυφὴν ἡμῶν ἀφιστάμενος ἢ ἐγγίζων τούτῳ ἕλικα γράφει. καὶ ἔστιν ἡ τοιαύτη ἕλιξ συνεχὴς καὶ ἀΐδιος, μᾶλλον δὲ οὐδὲ αὐτὴ μία ἀλλὰ πολλαί· μία γὰρ ἀπὸ τοῦ χειμερινοῦ ἐπὶ τὸν θερινόν, καὶ πάλιν ἀνακάμπτοντος ἄλλη ἀπὸ τοῦ θερινοῦ ἐπὶ τὸν χειμερινόν. ἀλλ’ ἐκεῖνο σκεπτέον ὅτι οὐ δι’ αὑτὸν ἔχει ἡ τοιαύτη ἕλιξ τὸ ἀΐδιον οὐδὲ ὅλως καθ’ αὑτήν ἐστιν, ἀλλ’ ὁ μὲν ἥλιος ἀεὶ κύκλον κινεῖται, τῷ δὲ μὴ περὶ τοὺς αὐτοὺς πόλους κινεῖσθαι τὴν ἡλιακὴν σφαῖραν τῇ ἀπλανεῖ1 συμβαίνει τὸν ἥλιον ποτὲ μὲν ἐγγυτέρω τῶν πόλων τῆς ἀπλανοῦς εἶναι, ὡς ὅταν ᾖ περὶ τὸν χειμερινὸν τροπικὸν ἢ περὶ τὸν θερινόν, ποτὲ δὲ πορρωτέρω, ὅταν περὶ τὸν ἰσημερινὸν ᾖ. ἡμεῖς οὖν, μιγνύντες τήν τε ἰδίαν αὐτοῦ κίνησιν ἄλλοτε ἐπὶ ἄλλου μορίου τοῦ ζῳδιακοῦ κινουμένην καὶ τὴν συμπεριαγωγὴν αὐτοῦ τὴν ὑπὸ τῆς ἀπλανοῦς, τὴν ἕλικα ἐπινοοῦμεν. ὥστε εἰ καὶ ἀϊδίως κινεῖται, οὐχ ὡς ἕλικα ἀλλ’ ὡς κύκλον κινούμενος,2 ἐπεί τοι εἰ αὐτὸς ἕλικα ἐπὶ τῆς ἰδίας σφαίρας ἐκινεῖτο, ἀδύνατον ἦν αὐτῷ συνεχῶς καὶ ἀϊδίως αὐτὴν κινεῖσθαι. δῆλον γὰρ ὅτι ἀρξάμενος ἐκ τοῦ χειμερινοῦ τροπικοῦ ἢ καὶ ἐκ τοῦ πόλου αὐτοῦ κινούμενος ἑλικοειδῶς τὴν σφαῖραν κατέληγεν εἰς τὸν ἕτερον πόλον·3 εἰ δὲ πάλιν ἀνακάμπτειν ἔδει, οὐκέτι συνεχῆ τὴν κίνησιν εἶναι δυνατόν, ὡς δείξει ἐφεξῆς, ὅτι πάντως ἀνακάμπτουσα ἡ κίνησις στάσει διαληφθήσεται. οὐδὲ ἡ ἐπὶ τῆς μιᾶς ἄρα σφαίρας καθ’ ὑπόθεσιν ἡνωμένη ἕλιξ ἁπλῆ ἐστιν, ἀλλὰ καὶ αὐτὴ σύγκειταί πως ἐξ εὐθείας καὶ περιφερείας· τὴν γὰρ κατὰ πλάτος ὑπόστασιν, εἰ καὶ ἅμα τῇ περιαγωγῇ ποιεῖται, ἀλλ’ οὖν εὐθυπορικῶς ποιεῖται, τῷ δὲ κατὰ μικρὸν ποιεῖσθαι λανθάνει τὴν αἴσθησιν. ἀλλὰ καὶ ἡ δρακοντοειδὴς μικτή ἐστιν ὁμοίως τῆς εὐθείας μηκέτι δι’ ὅλου περιαγομένης, ἀλλ’ ἀνακαμπτούσης· εἰ γὰρ νοήσεις, ὡς ἤδη εἴρηται, τὸν μύρμηκα φερόμενον ἐπὶ τῆς περιαγομένης εὐθείας, τὴν δὲ εὐθεῖαν μὴ δι’ ὅλου περιαγομένην, ἀλλ’ ἀνακάμπτουσαν, γράψει ἡ τοῦ μύρμηκος ἐπὶ τῆς εὐθείας κίνησις τὴν τοιαύτην ἕλικα. Τὰ μὲν οὖν εἴδη τῆς γραμμῆς καὶ τῆς κατὰ τόπον κινήσεως τρία, τά τε ἁπλᾶ δύο καὶ τὸ μικτόν. ἐὰν οὖν δειχθῇ ὅτι ἡ κατ’ εὐθεῖαν κίνησις οὐ δύναται εἶναι συνεχὴς καὶ ἀΐδιος, δῆλον ὅτι οὐδὲ 〈ἡ〉 μικτή· εἰ δ’ ἀνάγκη ἀΐδιον εἶναι κίνησιν, ὡς ἔδειξε, μηδεμίαν δὲ τῶν ἄλλων δυνατόν, λείπεται ἄρα μόνην τὴν κύκλῳ ἐνδέχεσθαι ἀΐδιον εἶναι.

还存在着另一种复合的螺旋线种类,是由两种球面运动复合而成的,就如我们所说的太阳或某颗行星所画出的那样;因为太阳在被恒星天一同旋转带动的同时,始终远离或接近我们头顶的天顶,从而画出一条螺旋线。这样的螺旋线是连续且永恒的,或者更确切地说,它本身甚至也不是单一的,而是多数的;因为一条是从冬至点到夏至点,而在它再度折返时,另一条是从夏至点到冬至点。但必须考虑这一点:这样的螺旋线并不是凭自身而具有永恒性,也根本不是自存的;而太阳本身始终作圆周运动,由于太阳天球与恒星天并不围绕相同的极点运动,结果便是太阳有时距离恒星天的两极更近(比如当它在冬至回归线或夏至回归线周围时),有时则更远(当它在赤道周围时)。因此,我们将太阳自身在黄道带不同部分间时常变动的固有运动,与它被恒星天带动一同旋转的运动结合起来,才构想出了螺旋线。因此,即使它永恒地运动,它也不是作为作螺旋运动者,而是作为作圆周运动者在运动;因为假使它自身在固有的天球上作螺旋运动,它要连续且永恒地沿螺旋线运动本是不可能的。因为显然,如果它从冬至回归线甚至从极点本身开始作螺旋运动穿过天球,就会在另一极点终结;而如果必须再次折返,运动就再也不可能连续了,正如他在下文将表明的,折返的运动无论如何都会被静止所中断。因此,即便按假定在单一球面上统一的螺旋线也不是简单的,而是它自身也以某种方式由直线和圆周组成;因为即使它在旋转的同时进行纬度方向的位移,它依然是以直线方式进行的,只是由于渐渐进行而未被感觉察觉。然而蛇状螺旋线同样也是复合的,由于直线不再整体地旋转,而是来回折返;因为正如已经说过的,如果你设想蚂蚁在旋转的直线上移动,而直线不是整体地旋转而是折返,蚂蚁在直线上的运动就会画出这样的螺旋线。因此,线以及位置移动的种类有三种:两种简单的和一种复合的。因此,如果表明了直线上的运动不能连续且永恒,显然复合运动也不能〔如此〕;而如果必然存在永恒的运动(正如他所表明的),且其余运动都不可能,那么就唯有圆周运动能够成为永恒的了。

语法注3 条
  1. 12.36τῷ δὲ μὴ περὶ τοὺς αὐτοὺς πόλους κινεῖσθαι τὴν ἡλιακὴν σφαῖραν τῇ ἀπλανεῖ

    与格 τῇ ἀπλανεῖ(恒星天[天球])由 τοὺς αὐτούς(相同的……)所要求,表示比较基准或连带关系,意为“由于太阳天球不围绕与恒星天相同的极点运动”。

  2. 12.36ὥστε εἰ καὶ ἀϊδίως κινεῖται, οὐχ ὡς ἕλικα ἀλλ’ ὡς κύκλον κινούμενος

    分词 κινούμενος 之后省略了主要动词 κινεῖται。整句结构为“因此,即使[太阳]永恒地运动,[它也是]作为作圆周运动者、而非作为作螺旋运动者在运动”,其中作宾语/状语性宾格的 ἕλικα 与 κύκλον 形成对比。

  3. 12.36κατέληγεν εἰς τὸν ἕτερον πόλον

    此句作为归结分句,呼应前文的非真实条件从句 εἰ αὐτὸς ἕλικα... ἐκινεῖτο。在 δῆλον ὅτι 引出的间接陈述中,未完成过去时 κατέληγεν 表达了违背事实的假定下的必然结果(“本会在另一极点终结”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:906.6-906.40