- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:907.1-908.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞评注《物理学》第8卷第8章,阐明在有限直线上折返的运动因包含相反运动而必然被静止打断,不能成为数目上为一、连续且永恒的运动,并辨析了天体的圆周转动与沿圆周轨道的移动之区别。
" Ὥστ’ εἰ μὴ ἐκείνων ἡ ἑτέρα συνεχής." Ἐκείνων, τῶν ἁπλῶν δηλονότι. ἡ ἑτέρα, ἡ κατ’ εὐθεῖαν. εἰ οὖν αὕτη μὴ ἀΐδιος, ἐν δὲ τῇ μικτῇ ἡ κατ’ εὐθεῖαν ὑπάρχει κίνησις, οὐδὲ ταύτην ἄρα ἐνδέχεται ἀΐδιον εἶναι.
“因此,如果它们之中的另一个不是连续的。” “它们之中的”,显然是指简单的那些。“另一个”,则是指直线上的运动。因此,如果这个不是永恒的,而在复合运动中存在着直线上的运动,那么复合运动也不可能是永恒的了。
"Ὅτι δὲ τὸ φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην οὐ φέρεται συνεχῶς, δῆλον." Δείκνυσιν ὅτι ἀδύνατον τὴν ἐπ’ εὐθείας κίνησιν ἀΐδιον εἶναι μίαν οὖσαν τῷ ἀριθμῷ καὶ συνεχῆ, πρῶτον μὲν ὅτι ἐπὶ ἀπείρου τινὸς εὐθείας φέρεσθαι ἀδύνατον· δέδεικται δὲ ἐν τῷ τρίτῳ βιβλίῳ ὅτι ἀδύνατον εἶναι τὸ ἄπειρον κατ’ ἐνέργειαν, ὥστε ἀνάγκη τὸ φερόμενον ἐπ’ εὐθείας ἐπὶ πεπερασμένης τινὸς φέρεσθαι, πεπερασμένης δὲ οὔσης τῆς εὐθείας καὶ κίνησις ἐξ ἀνάγκης πεπερασμένη. εἰ δ’ ἀνακάμπτει, ἀνάγκη πᾶσαν μὴ μίαν εἶναι καὶ συνεχῆ κίνησιν·1 ἀνακάμπτον γὰρ τὰς ἐναντίας κινήσεται κινήσεις (τρεῖς γὰρ αἱ κατὰ τόπον ἐναντιώσεις· τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον, τῷ δεξιῷ τὸ ἀριστερόν, τῷ ἔμπροσθεν τὸ ὄπισθεν), εἰ δὲ ἀνακάμπτον τὰς ἐναντίας κινεῖται, αἱ δὲ κατὰ τὰ ἐναντία κινήσεις ἐξ ἀνάγκης στάσει διαλαμβάνονται, ὡς ἔδειξεν, ἀνάγκη μὴ μίαν εἶναι καὶ συνεχῆ τοῦ ἀνακάμπτοντος τὴν κίνησιν. καὶ ἄλλως ὥρισται, φησί, τί ποτέ ἐστιν ἡ μία κίνησις, ὅτι ἡ τοῦ αὐτοῦ κινουμένου λέγω καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ κατὰ τὸ αὐτὸ εἶδος γινομένη κίνησις.2 εἰ τοίνυν τὸ ἀνακάμπτον τὰς ἐναντίας κινεῖται, οὐκ ἄρα μίαν κινεῖται κίνησιν, εἴ γε τὸ μίαν κινούμενον τὴν αὐτὴν κινεῖται.
“然而,在有限直线上移动之物不是连续地移动,这是显而易见的。” 他表明,直线上的运动不可能作为在数目上为一且连续的运动而成为永恒的;首先是因为,在某条无限的直线上移动是不可能的。因为在第三卷中已经表明,现实的无限存在是不可能的,所以沿直线移动之物必然在某条有限的直线上移动,而既然直线是有限的,运动必然也是有限的。但如果它折返,整个运动必然不是一且连续的;因为折返之物将作相反的运动(因为位置上的对立有三种:上对立于下,右对立于左,前对立于后),而如果折返之物作相反的运动,且正如他所表明的,向着相反者的运动必然被静止所中断,那么折返之物的运动不是一且连续的便是必然的了。他说,在另一方面,究竟何为单一运动也已被规定,即我所谓的乃是属于同一被运动之物、在同一时间中且按照同一形式发生的运动。因此,如果折返之物作相反的运动,那么既然作单一运动之物作的是同一种运动,它所作的就不是单一的运动。
"Τρία γάρ ἐστι, τό τε κινούμενον, οἷον θεὸς ἢ ἄνθρωπος, καὶ ὅτε, καὶ τρίτον τὸ ἐν ᾧ." Τρία, φησίν, ἔδει συνδραμεῖν πρὸς τὸ ποιῆσαι μίαν, τὸ κινούμενον τὸ αὐτό, οἷον τὸν αὐτὸν ἄνθρωπον (θεὸν δέ φησι τὰ οὐράνια), καὶ τὸν αὐτὸν χρόνον καὶ τὸ αὐτὸ τῆς κινήσεως εἶδος· τοῦτο γὰρ τὸ ἐν ᾧ. ὅθεν καὶ ἀπαριθμεῖται τὰ εἴδη τῆς κινήσεως· τοῦτο γάρ ἐστι, φησί, τόπος, ὡς ἐπὶ τῶν κατὰ τόπον κινουμένων τὸ ἄνω ἢ τὸ κάτω ἢ ἕτερόν τι, ἢ πάθος, ὡς ἐπὶ τῶν κατὰ ἀλλοίωσιν κινουμένων, ἢ εἶδος, ὡς ἐπὶ τῶν κατὰ γένεσιν καὶ φθοράν.
“因为有三个要素:被运动之物,例如神或人;以及何时;第三则是其在其中者。” 他说,必须有三个要素汇聚在一起才能构成单一运动:同一被运动之物,例如同一个人(而他所说的“神”是指天体);同一时间;以及运动的同一形式,因为这就是“其在其中者”。由此运动的形式也被一一列举;他说,这或者指位置(如在位置运动之物中的上或下或别的什么),或者指性质状态(如在按照变质运动之物中),或者指形式(如在按照生成与消灭运动之物中)。
Φασὶ τῇ μὲν κύκλῳ κινήσει μὴ εἶναι ἐναντίωσιν· κύκλῳ δέ ἐστι κτλ. (p. 842,14. 18).
他们说圆周运动没有对立;但是“成圆”是等等。
* Ἄλλο ἐστὶ κύκλῳ φέρεσθαι καὶ ἄλλο κύκλον·3 κύκλῳ μὲν φέρεται τὰ οὐράνια καὶ πάντες ἐκεῖσε οἱ κύκλοι, ἀλλ’ οὐχ ἱστῶσιν ἀλλήλους (διὰ τοῦτο οὐδὲ ἔχοι τις ἐνστῆναι πρὸς τὸν τοῦ Ἀριστοτέλους λόγον), κύκλον δὲ φέρεται τὰ ἐπὶ κύκλου, ταῦτα δὲ καὶ ἀνακάμπτειν δύναται. διὰ τί; ὅτι ἐπὶ κύκλου κινούμενον δυνατὸν ἢ συνείρειν τὴν κίνησιν καὶ περιάγειν συνεχῶς τὸν κύκλον, ἢ μέχρι τινὸς κινηθὲν ἀνακάμπτειν. κἂν οὖν συνείρονταί τινα τὴν κίνησιν ἀντιπροσώπως δὲ κινούμενα συναντήσουσιν, ἱστῶσιν ἄλληλα, κἂν κινούμενόν τι ἀνακάμπτῃ πάλιν, ἵσταται.
作圆周移动是一回事,沿圆周移动是另一回事:天体以及那里的所有圆都是作圆周移动,但它们并不彼此阻滞(因此人们也不可能对亚里士多德的论证提出反驳);而圆上的事物是沿圆周移动,这些事物也是能够折返的。为什么?因为在圆上运动之物,既可能连接起运动并连续绕行圆周,也可能运动到某处然后折返。因此,即使某些事物连接起运动,但迎面运动而相遇,它们就会彼此阻滞,而如果运动之物再度折返,它就会静止下来。
Ὁ γὰρ δραμὼν τήνδε τὴν εὐθεῖαν καὶ θελήσει στῆναι, ἐναργῶς στήσεται πρότερον.
因为跑过这条直线并意图停下的人,显然会在此前就停下。
Ἐὰν μὴ διέλῃ κατὰ τὸ σημεῖον τὴν γραμμήν, καὶ οἱονεὶ ἐπιστῇ αὐτῷ ὡς πέρατι, καὶ λοιπὸν ὡς ἀπ’ ἀρχῆς τινος ἐντεῦθεν τοῦ ἑτέρου ἡ κίνησις ἄρξηται, * οὐ γίνεται ἐνεργείᾳ τὸ σημεῖον.
如果不是在线上的点处将其分割,并且宛如在作为极限的点上停顿,然后运动从那里宛如从某个起点开始第二段,那么这个点就不会现实地生成。
Λόγῳ φησὶν ἢ τῷ ἀξιώματι κτλ. (p. 848,26. 29).
他说,依据论证或依据公理,等等。
- 12.38ἀνάγκη πᾶσαν μὴ μίαν εἶναι καὶ συνεχῆ κίνησιν
πᾶσαν 为阴性单数宾格,与句末的 κίνησιν 一致(意为“整个运动”);否定词 μή 则否定不定式短语 μίαν εἶναι καὶ συνεχῆ,意为“整个运动必然不是单一且连续的”。
- 12.38ἡ τοῦ αὐτοῦ κινουμένου λέγω καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ κατὰ τὸ αὐτὸ εἶδος γινομένη κίνησις
动词 λέγω(“我指/我说”)插入在冠词 ἡ 与名词 κίνησις 之间,而修饰语 τοῦ αὐτοῦ κινουμένου、ἐν τῷ αὐτῷ χρόνῳ 以及 κατὰ τὸ αὐτὸ εἶδος γινομένη 共同构成了对“单一运动”定义的限定说明。
- 12.41Ἄλλο ἐστὶ κύκλῳ φέρεσθαι καὶ ἄλλο κύκλον
与格 κύκλῳ 作方式副词使用,意为“以圆周方式 / 旋转地”;而宾格 κύκλον 则充当移动的路径或空间宾格,意为“沿着圆周轨道”。这两种格在句法功能上的对立构成了天体自转与轨道巡行之间概念区分的基础。
