- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:905.8-906.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在261b27中提出只有圆周运动才能是连续且无限(永恒)的论点,菲洛波庞梳理了线的三种分类(直线、圆周与螺旋线),通过在旋转直线上爬行的蚂蚁的比喻阐释了螺旋线的复合本质,并说明了直线运动和螺旋运动为何不可能是永恒的。
" Ὅτι δὲ ἐνδέχεται εἶναί τινα ἄπειρον μίαν οὖσαν καὶ συνεχῆ, καὶ αὐτή ἐστιν ἡ κύκλῳ, λέγωμεν νῦν." Δείξας ὅτι οὐδεμία τῶν ἄλλων κινήσεων δύναται εἶναι μία καὶ συνεχὴς καὶ ἀΐδιος, οὔτε ἀλλοίωσις οὔτ’ αὔξησις οὔτε γένεσις καὶ φθορά, νῦν βούλεται δεῖξαι ὅτι μόνη ἡ κατὰ τόπον κίνησις δύναται εἶναι συνεχὴς καὶ ἀΐδιος, ὡς πρωτίστη καὶ τελειοτέρα τῶν ἄλλων, 〈ἀλλ’〉 οὐ πᾶσα ἡ κατὰ τόπον κίνησις, ἀλλὰ μόνη ἡ κύκλῳ. ἐπεὶ γὰρ τὸ κινούμενον τὴν κατὰ τόπον κίνησιν ἐπὶ γραμμῆς τινος κινεῖται, τῆς δὲ γραμμῆς εἴδη τρία (ἁπλῆς μὲν γὰρ γραμμῆς εἴδη δύο, εὐθεῖα καὶ περιφέρεια, ἔστι δὲ καὶ τὸ ἐκ τούτων μικτὸν ἓν εἶδος, ἐξ εὐθείας λέγω καὶ περιφερείας, τοῦτο δέ ἐστιν ἡ ἕλιξ), τριῶν οὐσῶν γραμμῶν ἀνάγκη καὶ τὸ κινούμενον ἢ ἐπ’ εὐθείας κινεῖσθαι ἢ ἐπὶ περιφερείας ἢ ἐπὶ ἕλικος. ὅτι μὲν οὖν μόνη τῶν κινήσεων ἀΐδιος ἡ κατὰ κύκλον, οὔτε δὲ ἡ κατ’ εὐθεῖαν οὔτε ἡ ἐπὶ τῆς ἕλικος, νῦν δείκνυσιν. ὅτι δὲ ἡ ἕλιξ ἐξ εὐθείας σύγκειται καὶ περιφερείας, μάθοις ἂν οὕτως. ἐὰν εὐθείας τινὸς τὸ μὲν ἕτερον πέρας ἀκίνητον μένῃ, κινῆται δὲ τὸ ἕτερον καὶ περιάγηται, γράφει κύκλον· οὕτω γοῦν καὶ τέκτονες τῇ στάθμῃ τὸν κύκλον γράφουσι, τὸ ἕτερον μὲν πέρας αὐτῆς πηγνύντες, τὸ δὲ ἕτερον κινοῦντες καὶ περιάγοντες. νόει τοίνυν μύρμηκά τινα ἀπὸ τοῦ ἀκινήτου πέρατος τῆς εὐθείας κινούμενον ἐπ’ αὐτῆς. εἴτε οὖν ἡ εὐθεῖα μόνη κινοῖτο, ὁ μύρμηξ δὲ μὴ κινοῖτο, κύκλος ἐστὶ τὸ γραφόμενον μόνον, εἴτε ὁ μύρμηξ κινοῖτο, ἡ εὐθεῖα δὲ μή, εὐθεῖα μόνη τῇ κινήσει τοῦ μύρμηκος γράφεται, ἐὰν δὲ ἀμφότερα κινῶνται ἥ τε εὐθεῖα καὶ ὁ μύρμηξ, ἀπὸ τοῦ σημείου τῆς εὐθείας τοῦ ἀκινήτου συμπεριαγόμενος ἅμα τῇ εὐθείᾳ γράψει ἕλικα. ἐν ὅσῳ γὰρ αὐτὸς ἀπαρτίζει τὴν εὐθεῖαν, πολλάκις αὐτῆς συμπεριαγούσης ἑαυτῇ τὸν μύρμηκα, συμβήσεται τὸ ὑπὸ τῆς ἰδίας αὐτοῦ κινήσεως καὶ ὑπὸ τῆς συμπεριαγωγῆς τῆς εὐθείας ἕλικα γράφεσθαι·1 κινούμενος γὰρ ὁ μύρμηξ κατὰ μικρὸν ἐπὶ τῆς εὐθείας περιαγομένης αὐτῆς μείζους περιφερείας ἐξ ἐλαττόνων ἀεὶ γράψει κατὰ τὸ συνεχές, τοῦτο δέ ἐστιν ἕλιξ. τριῶν οὖν ὄντων τῶν εἰδῶν τῆς κατὰ τόπον κινήσεως, ἐὰν δειχθῇ ὅτι ἀδύνατον τὴν κατ’ εὐθεῖαν κίνησιν μίαν εἶναι τῷ ἀριθμῷ καὶ συνεχῆ καὶ ἀΐδιον, δῆλον ὅτι οὐδὲ τὴν ἕλικα δυνατόν. ἔχει γὰρ ἐν ἑαυτῇ τὴν εὐθυπορικὴν κίνησιν, ἥτις ἀΐδιος εἶναι οὐ δύναται· κἂν γὰρ ἔχῃ τὴν κύκλῳ τὴν δυναμένην ἀΐδιον εἶναι, ἀλλ’ ὅταν συμπερανθῇ2 ἡ κατ’ εὐθεῖαν, ἕλικα μὲν οὐκέτι κινηθήσεται, κύκλον δὲ μόνον· ὥστε ἡ ἑλικοειδὴς κίνησις οὐκ ἀΐδιος.
“然而,存在着某种单一、连续且无限的运动是可能的,并且这一运动就是圆周运动,我们现在就来阐明。” 在表明了其余运动中没有一种可以是单一、连续且永恒的——无论是质变、增长还是生成与毁灭——之后,他现在想要表明,只有位置移动才能够作为先于其他运动且比其他运动更为完全的运动而连续且永恒,但并不是一切位置移动,而仅仅是圆周运动。因为既然进行位置移动的事物是在某条线上运动,而线的种类有三种(因为简单线的种类有两种:直线与圆周,还有一种由它们复合而成的种类,我指的是由直线与圆周构成的,这就是螺旋线),既然线有三种,那么运动的事物也必然要么在直线上运动,要么在圆周上运动,要么在螺旋线上运动。因此,他现在表明,诸运动中只有圆周运动是永恒的,直线运动与螺旋线上的运动都不是。而螺旋线是由直线和圆周组成的,你可以这样来理解:如果一条直线的这一端保持不动,而另一端运动并被环绕着转动,它就画出一个圆;至少木匠们也是用拉线这样来画圆的,固定其一端,而移动并旋转另一端。那么,请设想一只蚂蚁从直线的静止端开始在直线上运动。因此,如果只有直线运动而蚂蚁不动,所画出的就仅仅是圆;如果蚂蚁运动而直线不动,凭借蚂蚁的运动画出的就仅仅是直线;但如果直线和蚂蚁两者都运动,蚂蚁从直线的静止点开始与直线一同旋转,就会画出一条螺旋线。因为在蚂蚁走完直线的这段时间里,直线自身多次带着蚂蚁一同旋转,结果就会由它自身的运动以及直线的带动旋转而画出一条螺旋线;因为在直线被旋转时,在直线上缓缓运动的蚂蚁将按照连续的方式始终由较小的圆周画出较大的圆周,而这就是螺旋线。因此,既然位置移动的种类有三种,那么如果表明了直线上的运动不可能在数量上是单一、连续且永恒的,显然这对于螺旋线而言也是不可能的。因为它自身包含着直线运动,而直线运动不可能是永恒的;因为即使它包含着能够成为永恒的圆周运动,但当直线上的运动完成时,它就不再作螺旋运动,而仅仅作圆周运动;因此,螺旋运动不是永恒的。
- 12.36συμβήσεται τὸ ὑπὸ τῆς ἰδίας αὐτοῦ κινήσεως καὶ ὑπὸ τῆς συμπεριαγωγῆς τῆς εὐθείας ἕλικα γράφεσθαι
带冠词的不定式短语“τὸ ... γράφεσθαι”充当无人称动词“συμβήσεται”的语法主语。两个由“ὑπό”接属格构成的介词短语(“ὑπὸ τῆς ἰδίας αὐτοῦ κινήσεως”与“ὑπὸ τῆς συμπεριαγωγῆς τῆς εὐθείας”)并列表示螺旋线得以画出的协同原因。
- 12.36κἂν γὰρ ἔχῃ τὴν κύκλῳ τὴν δυναμένην ἀΐδιον εἶναι, ἀλλ’ ὅταν συμπερανθῇ
这是在由“κἄν”(καὶ ἐάν)引导的让步从句后,主句开头使用转折小词“ἀλλά”(归结句中的ἀλλά)的习用句式。它构成了“即使包含……然而当……之时”的逻辑关系,在承认让步条件的同时引出决定性的反驳要点。
