- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:904.1-905.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
文中说明,即便是像生成与毁灭这样依矛盾式的转变,只要有时间相隔就不具有连续性;并针对运动同时面临相反运动与静止这两重对立这一难题,通过区分形式对形式与具有对缺乏这两种不同维度的对立来予以解答。
" Οὐδὲν γὰρ διαφέρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ’ ἀντίφασιν μεταβολάς." Οὐδέν, φησί, πρὸς τὸ προκείμενον ἡμῖν συμβάλλεται εἴτε ἐναντίαι εἴτε μὴ γένεσις καὶ φθορά, ἀλλὰ τοῦτο μόνον, εἰ μὴ δύνανται ἅμα εἶναι. ὁμοίως δέ, φησίν, οὐδὲν διαφέρει καὶ εἰ μὴ ἠρεμία ἐστὶ μεταξὺ αὐτῶν, ἀλλ’ εἰ μόνον χρόνος τις διαλαμβάνων αὐτὰς ἀπ’ ἀλλήλων1 καὶ μὴ ἐῶν συνεχεῖς εἶναι.
“因为矛盾式转变究竟是相反的还是非相反的,毫无分别。” 他说,生成与毁灭究竟是相反的还是不是,对于摆在我们面前的问题毫无影响,唯一相关的只是它们是否不能同时存在。同样地,他说,即使它们之间没有静止,只要有某种时间将它们彼此隔开而不容许它们连续,这也毫无分别。
"Μηδὲ ἔστι μεταβολὴ ἠρεμίᾳ ἐναντίον." Κινήσει μὲν γὰρ κίνησις ἐναντίον, μεταβολὴ δὲ ἁπλῶς οὐκέτι· οὐ γὰρ δὴ καὶ γενέσει ἢ φθορᾷ, διότι μηδὲ κινήσεις αὗται. ἄλλως τε 〈τὸ〉ἠρεμοῦν εἶναί τι δεῖ ἵνα καὶ ἠρεμῇ, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν· ὥστε οὐ τῇ ἐκ τοῦ μὴ ὄντος οὐδὲ τῇ εἰς τὸ μὴ ὂν μεταβολῇ ἠρεμία ἂν εἴη ἐναντίον. εἰ δὲ τοῦτο, οὐδὲ διαλήψονται ἠρεμίᾳ γένεσις καὶ φθορά.
“即使转变并不与静止相反。” 因为运动与运动相反,但一般的转变却不再如此;因为与生成或毁灭也绝不相反,因为它们甚至都不是运动。此外,处于静止之物必须是某种存在,以便它真正处于静止,但非存在并不存在;因此静止既不会与从非存在而来的转变相反,也不会与向非存在而去的转变相反。如果真是这样,生成与毁灭也不会被静止所间隔。
"Οὐ δεῖ δὲ ταράττεσθαι, ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον." Ἐπειδὴ εἶπεν ὅτι αἱ ἀντικείμεναι μεταβολαὶ οὐχ ἅμα γίνονται, καὶ ὅλως ἀντέθηκε κίνησιν κινήσει, ἀντίκειται δὲ τῇ κινήσει καὶ ἠρεμία, ἀπορεῖ εἰ δύο ἑνί ἐστιν ἀντικείμενα· οὕτω γὰρ ἂν ἄδικος ἔσται ἡ φύσις δύο ἑνὶ ἀντιτάξασα. καὶ νῦν γὰρ πιθανῶς ἐπιχειρεῖ λέγων ὅτι ἐπὶ πολλῶν ἐστιν ἡ τοιαύτη ἀντίθεσις· τῷ γοῦν ἴσῳ καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἀντίκειται, καὶ τὸ μέτριον τῷ τε ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ. ἰστέον δὲ ὅτι καὶ τῷ ἴσῳ ἐκεῖνα οὐχ ὡς μείζονα ἢ ἐλάττονα ἀλλ’ ἁπλῶς ὡς ἄνισα ἴσῳ ἀντίκειται, καὶ τῷ συμμέτρῳ τό τε ὑπερέχον καὶ τὸ ἐλλεῖπον ὡς ἀσύμμετρα. ἔστι δὲ εἰπεῖν καὶ ὅπερ αὐτὸς ἀλλαχοῦ λέγει, ὅτι ὅταν δύο τῷ αὐτῷ ἀντίκειται, οὐ κατὰ τὸ αὐτὸ ἀντίκειται, ἀλλὰ τὸ μὲν ὡς εἶδος εἴδει, τὸ δὲ ὡς ἕξις στερήσει· οἷον τῇ θρασύτητι ἀντίκειται καὶ ὡς στερήσει ἡ συμμετρία καὶ ὡς εἴδει ἡ δειλία. οὕτω καὶ τῇ κινήσει ὡς μὲν 〈εἴδει〉 εἶδος ἡ ἀντικειμένη κίνησις ἀντίκειται, ὡς δὲ ἕξει στέρησις ἡ ἠρεμία.2
“我们也不必因为同一事物将与多个事物相反就感到不安。” 既然他说对立的转变不会同时发生,并且普遍地将运动与运动对立起来,而静止也与运动对立,于是他提出了难题:是否会有两样事物与一样事物对立;因为如果将两样事物与一样事物相对立,自然就会是不公的了。事实上,他现在通过说这种对立存在于许多事物之中来进行合情合理的论证:至少,较大者和较小者都与相等者对立,适度者也与过度者和不足者对立。但应当认识到,那些事物与相等者对立,并不是作为较大者或较小者,而纯粹是作为不相等者与相等者对立;过度的与短缺的也是作为不相称者与相称者对立。也可以说出他自己在别处所说的内容:每当两样事物与同一事物对立时,它们并不是在同一方面对立,而是一者作为形式对形式,另一者作为具有对缺乏;例如对于鲁莽而言,适度如同对缺乏那样对立,怯懦则如同对形式那样对立。同样,对于运动而言,对立的运动作为形式对形式而对立,而静止则作为缺乏对具有而对立。
"Ἔτι δὲ ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ παντελῶς ἄτοπον εἶναι δόξειεν." Ἐπὶ γενέσεως καὶ φθορᾶς, φησί, μᾶλλόν ἐστιν ἐναργέστερον ὅτι οὐκ εἰσὶν αἱ ἀντικείμεναι μεταβολαὶ συνεχεῖς· οὐ γὰρ ἄν ἡ φύσις εἰς τὸ εἶναί τι ἄγουσα διὰ τὸ μὴ εἶναι αὐτὸ ἐκίνει,3 καὶ σκοπὸν ἐτίθετο ποιῆσαι ἵνα εὐθὺς φθείρῃ. ὃ δὲ ἐπὶ μιᾶς μεταβολῆς ὑπάρχει, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν εὔλογον· τὰ γὰρ τῆς αὐτῆς φύσεως καὶ τὰ αὐτὰ ἔχει συμπτώματα.
“此外,在生成与毁灭的情况中,这也似乎是完全荒谬的。” 他说,在生成与毁灭的情况中,对立的转变不是连续的这一事实更加显而易见;因为自然在将某物引导至存在时,决不会为了使它不存在而推动它,也不会把制造某物以便立即毁灭它确立为目的。而在一种转变中所具有的性质,合理地也适用于其余转变;因为属于同一性质的事物也具有相同的偶性属性。
- 12.32ἀλλ’ εἰ μόνον χρόνος τις διαλαμβάνων αὐτὰς ἀπ’ ἀλλήλων
在紧随 εἰ μὴ ἠρεμία ἐστὶ... 之后的对比分句 ἀλλ' εἰ 中省略了谓语动词(ἐστί),主句的 οὐδὲν διαφέρει 统摄这两个条件从句,结构为“即使其间没有静止,但只要有时间将它们隔开,也毫无分别”。
- 12.34ὡς δὲ ἕξει στέρησις ἡ ἠρεμία
此句与前面的 ὡς μὲν 〈εἴδει〉 εἶδος ἡ ἀντικειμένη κίνησις ἀντίκειται 构成对称并列结构,省略了动词 ἀντίκειται。ἕξει 为与格表示相对照的一方(“相对于具有”),στέρησις 为主格作表语(“作为缺乏”)。
- 12.35οὐ γὰρ ἄν ἡ φύσις εἰς τὸ εἶναί τι ἄγουσα διὰ τὸ μὴ εἶναι αὐτὸ ἐκίνει
由 ἄν 与未完成过去时直陈式(ἐκίνει, ἐτίθετο)构成的反事实虚拟句。介词短语 διὰ τὸ μὴ εἶναι 表示目的或原因(“为了其不存在”),现在分词 ἄγουσα 具有让步含义(“虽然正引导某物进入存在”)。
