- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:903.1-903.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》卷八第八章(261a35–261b1),斐洛庞努斯首先解释了增长与衰减中作为对立项的确定大小,接着考察了运动之前须有在先静止的条件(将其与生成中自非存在的转变区分开),并批判检验了亚里士多德由此推导“对立转变连续将导致对立者同时存在”这一荒谬结论的论证。
" Αὐξήσει δὲ καὶ φθίσει ἢ μέγεθος καὶ σμικρότης ἢ μεγέθους τελειότης καὶ ἀτέλεια." Ἐπειδὴ εἶπε μέγεθος καὶ σμικρότης, ἀόριστα δὲ τὸ μέγεθος καὶ ἡ σμικρότης, διὰ τοῦτο ἐπήγαγεν ἢ τελειότης μεγέθους καὶ ἀτέλεια· ἡ γὰρ τελειότης τοῦ μεγέθους ὥρισται ἐν ἑκάστῳ εἴδει.
“至于增长与衰减,则是大小与微小,或者大小的完满与不完满[构成对立]。” 既然他说了“大小与微小”,而大小与微小是不确定的,因此他补充了“或者大小的完满与不完满”;因为大小的完满在每一个物种中都是确定的。
"Τὸ δὲ μὴ ἀεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον,1 ἀνάγκη πρότερον ἠρεμεῖν." Εἴπερ ὅλως ἐστὶ πρὸ τῆς κινήσεως· δεῖ γὰρ τὸ ἠρεμοῦν εἶναί τι, ἵνα καὶ ἠρεμῇ. εἰ τοίνυν τὸ μελαινόμενον οὔπω λευκαίνεται (τὸ γὰρ λευκαινόμενον ἀπὸ μέλανος ἐξίσταται, οὐκ ἀπὸ λευκοῦ), ἀρχὴν δέ ποτε λαμβάνει λευκάνσεως, ἠρεμήσει πρότερον καὶ ἔσται μεταξὺ μελάνσεως καὶ λευκάνσεως ἠρεμία. τὸ δὲ ὂν δὲ πρότερον προσέθηκε διὰ τὴν γένεσιν· τὸ γὰρ μεταβάλλον ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι οὐκ ἦν πρότερον, ὥστε οὐδὲ ἠρεμεῖ, ὅπερ καὶ αὐτὸς ἐπιφέρει. ἀλλ’ οὐδέν, φησί, πρὸς τὸν λόγον, εἴτε ἠρεμία ἐστὶ μεταξὺ γενέσεως καὶ φθορᾶς εἴτε μή· κἂν γὰρ μὴ ἔστιν ἠρεμία ἐν τῷ μὴ ὄντι, ἀλλ’ οὖν ἀμεταβλησία ἐστὶ τὸ μεταξὺ τῶν δύο μεταβολῶν καὶ χρόνος, καὶ οὐκ εἰσὶ συνεχεῖς, ὅπερ ἐζητεῖτο. οὐ δεῖ δὲ λέγειν ὅτι οὐχ ἁρμόττει ὁ λόγος ἐπὶ γενέσεως καὶ φθορᾶς διὰ τὸ μὲν ἐναντία μὴ δύνασθαι ἅμα εἶναι, γένεσιν δὲ καὶ φθορὰν μὴ εἶναι ἐναντία· ὅλως γὰρ οὐδὲ ἐπὶ τῶν ἄλλων δεῖ τῷ τοῦ ἐναντίου ὀνόματι χρήσασθαι, ἀλλ’ ἁπλῶς τῷ μὴ δύνασθαι ἅμα εἶναι, ὅπερ ἐπὶ πάντων τῶν ἀντικειμένων ἐστὶν ἀληθές. οὐ καλῶς δὲ συνάγει τὸ ἄτοπον·2 οὐδὲ γὰρ εἰ συνεχεῖς εἶεν αἱ ἀντικείμεναι μεταβολαί, ἀνάγκη ἅμα εἶναι τὰ ἀντικείμενα. οὐδὲ γὰρ ἅμα καὶ [ἅμα] λευκαίνεται καὶ μελαίνεται κατὰ τὸν αὐτὸν χρόνον, ἀλλ’ ὥσπερ τοῦ λευκαινομένου τὰ μόρια οὐκ ἐν τῷ αὐτῷ μὲν χρόνῳ λευκαίνεται, συνεχὴς δέ ἐστιν ἡ τῶν μορίων λεύκανσις καὶ ἀδιάκοπος, καὶ ὥσπερ τὰ διάφορα τῆς λευκότητος μέτρα ἐπὶ τῆς αὐτῆς λευκάνσεως οὐκ ἐν τῷ αὐτῷ μὲν χρόνῳ γίνεται οὐδὲ δυνατὸν ἅμα αὐτὰ γενέσθαι, συνεχὴς μέντοι ἐστὶν αὐτῶν ἡ κίνησις, οὕτως κἂν ἀντικείμεναι κινήσεις συνεχεῖς ὦσιν, οὐκ ἀνάγκη ἅμα αὐτὰς εἶναι, ἀλλ’ ἐν τῷ νῦν τῆς μὲν πέρας ἐστὶ τῆς δὲ ἀρχή. ὥστε τοῦτό γε τὸ ἄπορον εὐκόλως συναχθείη ἄν.3 ὁμοίως δὲ καὶ ἐπὶ τῶν μεταβολῶν τῶν μὴ οὐσῶν κινήσεων, τουτέστι γενέσεως καὶ φθορᾶς.
“而那并不总是处于这种运动中,但先前就存在的事物,必然先前处于静止。” 如果它在运动之前确实存在的话;因为处于静止之物必须是某种存在,以便它真正处于静止。因此,如果正在变黑之物尚未变白(因为正在变白之物是从黑脱离出来,而不是从白),并且终将在某一时刻获得变白的开端,那么它先前就将处于静止,且在变黑与变白之间将存在静止。而他之所以加上“但先前就存在的事物”,是因为生成的缘故;因为从不存在向存在转变的事物先前并不存在,所以它也不处于静止,这一点他自己随后也谈到了。但是他说,在生成与毁灭之间是否存在静止,对于这个论证毫无影响;因为即使在非存在之中没有静止,但两度转变之间乃是不变性和时间,它们并不是连续的,而这正是所探求之事。人们也不应当说这个论证不适用于生成与毁灭,理由是相反者不能同时存在,而生成与毁灭并非相反者;因为根本上,甚至在其它的情况下也不应当使用‘相反者’这个名称,而应当单纯使用‘不能同时存在’,这对于所有的对立者都是真实的。然而他并没有妥当地推导这一荒谬;因为即使对立的转变是连续的,对立者也未必同时存在。因为事物并不是在同一时间内既变白又变黑,而是正如正在变白之物的各个部分并非在同一时间内变白,然而各部分的变白却是连续且不间断的,又如同一变白过程中白色的不同等级并非在同一时间内产生,它们也不可能同时产生,然而它们的运动却是连续的,同样地,即使对立的运动是连续的,它们也未必同时存在,而是在‘现在’之中,有一者的终极,也有另一者的开端。因此,至少这个难问是很容易被化解的。在并非运动的诸转变(即生成与毁灭)上,情况亦同样如此。
- 12.31ὂν δὲ πρότερον
引文中的分词短语 ὂν δὲ πρότερον 对主语(τὸ μὴ ἀεὶ κινούμενον)起限定或附加条件作用(“但只要它先前就存在”)。正如斐洛庞努斯随后解释的那样,补充此语是考虑到生成的情况(因为先前并不存在的事物谈不上先前处于静止),故将其作为限制性的条件分词来理解。
- 12.31οὐ καλῶς δὲ συνάγει τὸ ἄτοπον
这是斐洛庞努斯对亚里士多德推理提出的异议。动词 συνάγει 的隐含主语是亚里士多德(或其论证),意为“推导出、归结出”。斐洛庞努斯认为,亚里士多德从对立转变的连续性必然得出“对立者同时并存”这一荒谬结论(τὸ ἄτοπον)的推论方式是站不住脚的。
- 12.31ὥστε τοῦτό γε τὸ ἄπορον εὐκόλως συναχθείη ἄν
此处动词 συνάγω(带有 ἄν 的潜能被动祈愿语气 συναχθείη ἄν)与宾语/主语 τὸ ἄπορον(难问)搭配。虽然 συνάγω 通常意为“推导”,但在上下文里,在指出转变发生于瞬刻的“现在”之后,该短语意为“这一难点可以很容易地得到解决/化解”。
