- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:901.16-902.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》261a28,菲洛波庞评注了关于位置运动中唯有圆周运动能保持连续与永恒的论点,该论点首先证明在对立者之间的转变因被静止所间隔而绝非连续。菲洛波庞批评亚里士多德在此处的证明犯了预期理由(乞题)的谬误,提出了应当采取的目的论论证,并通过煎熬密陀僧的人工过程、受外力强迫的反冲运动以及折返赛跑等事例,讨论了对立变化可能看似连续的例外情况。
" Τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον." Δείξας ὅτι πρώτη τῶν κινήσεων ἐστιν ἡ κατὰ τόπον, νῦν δείκνυσιν ὅτι ἡ κύκλῳ τῶν ἄλλων πρώτη ἐστὶ τῷ δεῖξαι ὅτι ταύτην μόνην ἐνδέχεται εἶναι συνεχῆ. ἔδειξε γὰρ ἀνωτέρω [ὅτι] τὴν ἀΐδιον κίνησιν συνεχῆ μᾶλλον εἶναι ἢ ἐφεξῆς· βέλτιον γὰρ τὸ συνεχές, ἀεὶ δὲ τὸ βέλτιον ἡ φύσις ἐκλέγεται, “ἂν ᾖ δυνατόν,” ὥστε δεῖ τὴν πρώτην καὶ ἀΐδιον κίνησιν συνεχῆ εἶναι. ὅτι δὲ ἐνδέχεται συνεχῆ εἶναι κίνησιν ἐκεῖ μὲν ἔλαβεν ὁμολογούμενον καὶ ἀποδείξειν ἐπηγγείλατο, ἐνταῦθα δὲ λοιπὸν εἰς τοῦτο εἰσβάλλει, πρότερον δὲ δείκνυσιν ὅτι οὐδεμίαν τῶν ἄλλων ἐνδέχεται εἶναι συνεχῆ, εἶθ’ οὕτως ὅτι ἡ κατὰ τόπον μόνον ἐστὶ συνεχής, καὶ ταύτης ἡ κύκλῳ. ὅτι οὖν οὐδεμία τῶν ἄλλων ἐστὶ συνεχής, δείκνυσιν ἐκ τοῦ πάσας ἀπὸ ἀντικειμένου εἰς ἀντικείμενον μεταβάλλειν· ἥ τε γὰρ γένεσις ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλει καὶ ἡ φθορὰ ἀνάπαλιν, καὶ ἡ ἀλλοίωσις ἀπὸ ἐναντίου εἰς ἐναντίον (οἷον ἀπὸ λευκοῦ εἰς μέλαν ἢ ἀπὸ θερμοῦ εἰς ψυχρὸν ἢ ἔμπαλιν), καὶ ἡ αὔξησις δὲ καὶ φθίσις ἀπὸ ἐλάττονος εἰς μεῖζον ἢ ἀπὸ μείζονος εἰς ἔλαττον. εἰ τοίνυν πᾶσαι ἀπὸ ἀντικειμένου εἰς ἀντικείμενον γίνονται, τὰς ἀντικειμένας ποιήσονται μεταβολάς (αἱ γὰρ εἰς ἀντικείμενα εἴδη μεταβολαὶ καὶ αὐταί εἰσιν ἀντικείμεναι, οἷον ἡ ἀπὸ λευκοῦ τῇ ἐπὶ λευκόν), αἱ δὲ ἀντικείμεναι μεταβολαὶ ἠρεμίᾳ διαλαμβάνονται, ὡς δείξει, οὐκ ἄρα ἐνδέχεται οὐδεμίαν εἰς ἀντικείμενα μεταβολὴν συνεχῆ εἶναι, ἀλλ’ ἐφεξῆς μέν εἰσι, συνεχεῖς δὲ οὔ. ὅτι δὲ μεταξὺ τῶν ἀντικειμένων μεταβολῶν πάντως ἠρεμία ἐστί, δείκνυσιν οὕτως· τὸ γὰρ μελαινόμενον, φησίν, οὐ κινεῖται ἐπὶ λευκότητα, οὐκοῦν ἀρχὴν ἕξει ποτὲ τῆς ἐπὶ λευκότητα ὁδοῦ, ἀλλὰ πᾶσα ἀρχὴ κινήσεως πέρας ἐστὶν ἠρεμίας, ὥστε μετὰ τὴν μέλανσιν ἠρεμεῖν δεήσει ἵνα τὸ αὐτὸ λευκανθῇ. Ἀλλὰ τοῦτο οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ζητούμενον λαβεῖν ὁμολογούμενον.1 εἰ γὰρ ὅλως δοθείη ‘πᾶσα ἀρχὴ πάσης κινήσεως καὶ ἠρεμίας ἐστὶ πέρας’, ἀδύνατον συνεχεῖς εἶναι τὰς ἀντικειμένας κινήσεις, τῆς γὰρ ὑποθέσεως κειμένης ὅτι συνεχεῖς αἱ ἀντικείμεναι, οὐχ ἕξει χώραν ὁμολογούμενον λαμβάνειν ὅτι πᾶσα ἀρχὴ κινήσεως πέρας ἐστὶν ἠρεμίας· εἰ γὰρ τοῦτο ἦν ὁμολογούμενον, ἡ ὑπόθεσις χώραν οὐκ εἶχεν. οὕτως ἦν ἐπιχειρητέον,2 ὅτι εἰ συνεχὴς ἡ λεύκανσις τῇ μελάνσει καὶ πάλιν τῇ λευκάνσει ἡ μέλανσις, οὐχ ἕξει οὕτως πέρας ἡ φύσις, ἀλλ’ ἀσκόπως καὶ μάτην κινήσει, καὶ ἔσται ἡ λεύκανσις ἅμα καὶ μέλανσις· μία γὰρ ἔσται κίνησις ἡ ἀπὸ λευκοῦ ἐπὶ λευκόν· εἰ γὰρ διὰ τοῦτο κινεῖ ἀπὸ λευκοῦ ἵνα ἐπὶ λευκὸν ἀγάγῃ, ματαιοπονήσει ἡ ζητοῦσα ὅπερ ἔχει καὶ μηδ’ ἐν αὐτῷ μένουσα. εἰ τοίνυν ταῦτα ἄτοπα, ἄτοπον δηλονότι τὸ συνεχεῖς εἶναι τὰς ἀντικειμένας. ἀλλὰ τοῦτο τὸ ἐπιχείρημα πρὸς μὲν τὰς φυσικὰς μεταβολὰς ἔχοι ἂν λόγον (οὐδὲν γὰρ τῷ ὄντι μάτην ἡ φύσις ποιεῖ), πρὸς δὲ τὰς τεχνητὰς οὐκέτι. τί γὰρ ἂν εἴποι τις ἐπὶ τῆς λιθαργύρου, ἥτις ἑψομένη μετὰ ἐλαίου τὴν μὲν ἀρχὴν ἐπὶ τὸ λευκότερον ὁδεύει τὸ φάρμακον, εἶτα μελαίνεται; συνεχεῖς ἄρα αἱ ἐναντίαι μεταβολαί· οὐ γὰρ ἁπλῶς ἐπὶ τούτου σκοπὸν εἶχεν ἡ τέχνη μελᾶναι ἢ λευκᾶναι τὸ φάρμακον, ἀλλ’ ἁπλῶς σύστασιν αὐτῷ τοιάνδε ποιῆσαι, τούτῳ δὲ τῷ σκοπῷ καὶ τῇ ἐπὶ τὸν σκοπὸν ὁδῷ, λέγω δὲ τῇ τοσῇδε ἑψήσει, ἐπηκολούθησε τὸ ποτὲ μὲν λευκανθῆναι ποτὲ δὲ μελανθῆναι τὸ φάρμακον. οὐδὲ γὰρ ἁπλῶς ἐνταῦθα σκοπός ἐστι φύσεως τὸ λευκᾶναι ἢ μελᾶναι, ὥσπερ ἐπὶ τοῦ κύκνου ἢ ἐπὶ τοῦ κόρακος, ἀλλ’ ἑτέρῳ σκοπῷ τὰ χρώματα ἐπηκολούθησε. καὶ ἐπὶ τῆς κατὰ τόπον δὲ κινήσεως φυσικῶς μὲν ἀδύνατον συνεχεῖς εἶναι τὰς ἐναντίας (μίαν γὰρ τῶν ἐπὶ τὰ ἐναντία δέδωκεν ἑκάστῳ ἡ φύσις), βίᾳ δὲ ἴσως οὐκ ἀδύνατον, ὡς εἰ φερομένου βαρέος καὶ πρὶν ἠρεμῆσαι ἀντικρούσει τι ἀθρόον καὶ ἐπὶ τὸ ἄνω πέμψειεν, εἰ μὴ κἀνταῦθα ἀνεπαίσθητόν τις ἠρεμίαν ὑπόθοιτο. καὶ ἐπὶ δρομέων δὲ ἢ ἱππέων τὴν ἀπὸ τῆς βαλβῖδος ἐπὶ τὴν νύσσαν καὶ ἀπὸ ταύτης ἐπὶ τὴν βαλβῖδα συνεχεῖς εἶναι δυνατόν,3 ἀλλ’ ἴσως οὐκ ἐναντίαι αὗται.
“至于哪种位置移动是第一位的,现在必须予以指明。” 在指明了位置运动是诸运动中的第一位之后,他现在指明圆周运动先于其余运动,其方式是指明唯有这种运动可能成为连续的。因为他在上面已经指明,永恒运动毋宁是连续的而非顺次的;因为连续的更好,而本性“只要可能”就总是选取更好的,因此第一且永恒的运动必须是连续的。而在那里他把运动可能连续这一点当作公认的前提接受下来,并许诺予以证明,在这里他终于着手于此;他首先指明其余运动中没有一种可能是连续的,然后依此指明唯有位置运动是连续的,且在其之中唯有圆周运动如此。那么,他从所有运动都从对立者向对立者转变这一事实来证明其余运动中没有一种是连续的;因为生成是从非存在向存在转变,毁灭则相反,性质变化是从相反者向相反者转变(例如从白向黑,或从热向冷,或反之亦然),增长与衰减也是从较小向较大或从较大向较小。因此,如果所有运动都从对立者向对立者发生,它们就将构成对立的转变(因为向对立形式的转变它们自身也是对立的,例如从白出发的转变与向白前进的转变相对立);而如他将指明的那样,对立的转变被静止所间隔,所以任何向对立者的转变都不可能是连续的,而是顺次的,却不是连续的。至于在对立的转变之间必定存在静止,他通过如下方式证明:因为他说,正在变黑之物并非向白运动,因此它终将在某一时刻具有向白进发的道路的开端;但运动的每一个开端都是静止的终极,因而在变黑之后必须处于静止,以便同一事物变白。但这无非是把所探求之事当作公认的前提来接受。因为如果一般地承认“任何运动的任何开端亦是静止的终极”,对立的运动便不可能连续;因为既然设定了对立运动是连续的这一假说,便没有理由将“运动的每一个开端都是静止的终极”当作公认的来接受;因为如果这是公认的,那一假说便根本没有立足之地了。本应当这样论证:如果变白与变黑连续,而变黑又与变白连续,那么本性以这种方式就不会有终极,而是无目的且徒劳地运动,并且变白将同时也是变黑;因为从白到白的运动将是一体的;因为如果是为了引向白而使〔之〕从白运动,那么去寻求它已具有之物甚至不留于其中的本性,就将是徒劳无功的。因此,如果这些结论是荒谬的,那么对立者连续显然也是荒谬的。然而,这个论证对于自然的变化固然言之成理(因为本性确实不做徒劳之事),对于人工的变化却不再适用。因为对于密陀僧,人们会怎么说呢?它与油一同煎熬时,最初药剂走向更白的状态,随后变黑;因此相反的转变是连续的;因为在这个例子中,技艺并非单纯以使药剂变黑或变白为目的,而是单纯为了赋予它如此这般的黏稠度,而随着这一目的以及通往这一目的的道路(我指的是这等程度的煎熬),便伴随了药剂一时变白一时变黑的结果。因为在此处,变白或变黑并不是像天鹅或乌鸦的例子中那样是本性的单纯目的,而是这些颜色伴随着另一目的而出现。而在位置运动中,依本性而言相反的运动固然不可能连续(因为本性只赋予了每一事物朝向相反者的运动中的一种),但在强力之下或许并非不可能,例如当一个重物正在下落且在静止之前,某物突然反向冲撞并将它推向高处,除非人们在此处也假定一种不可觉察的静止。而在奔跑者或骑手身上,从起跑线到折返点以及由此返回起跑线的[运动]也可能是连续的,不过这些或许并非相反的运动。
- 12.29τὸ ζητούμενον λαβεῖν ὁμολογούμενον
紧接在 οὐδὲν ἕτερόν ἐστιν ἤ 之后的不定词短语,指逻辑学上“将所探求之结论当作已公认的前提接受”,即乞题(预期理由,petitio principii)。ὁμολογούμενον 作 λαβεῖν 的宾语补足语(宾格)。
- 12.29οὕτως ἦν ἐπιχειρητέον
由动词性形容词 ἐπιχειρητέον 与未完成过去时 ἦν 构成的无人称结构,以非真实条件句意味表达过去未曾实现的应然性(“本应当这样论证[但他实际上没有这样论证]”)。
- 12.29τὴν ἀπὸ τῆς βαλβῖδος ἐπὶ τὴν νύσσαν καὶ ἀπὸ ταύτης ἐπὶ τὴν βαλβῖδα συνεχεῖς εἶναι δυνατόν
不定词 εἶναι 的意义主语省略了运动名词(φοράν 或 κίνησιν),由并列的带冠词短语 τὴν ἀπὸ τῆς βαλβῖδος... 与 [τὴν] ἀπὸ ταύτης... 代表两个阶段的运动。因此谓语形容词 συνεχεῖς 采用阴性复数宾格,构成“从起跑线至折返点及由折返点至起跑线的[运动]可能是连续的”之句式。
