- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:899.12-901.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏亚里士多德《物理学》第8卷第7章(260b19–261a23),基于先于个体生成的属天运动、生成与本性上的先后次序、朝向完全形式的导向以及自身运动者所特有的位置运动,论证位置运动在时间、非对称共废关系以及本性三方面均居于诸运动之首。
" Καὶ τὸ κατ’ οὐσίαν." Τουτέστι τὰ κατὰ τὴν τῆς οὐσίας τελειότητα καὶ ὑπεροχήν.
“以及依实体的。” 这就是说,依实体的完全性与卓越性的诸事物。
"Οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον." Ἐντεῦθεν ἐπιχειρεῖ ὅτι ἀναιρεῖ μὲν ἡ κατὰ τόπον κίνησις τὰς ἄλλας, οὐ συναναιρεῖται δέ, εἴπερ ἄνευ μὲν ταύτης οὐδεμία ἐστίν, ἄνευ δὲ τῶν ἄλλων ἐστὶν ἡ κατὰ τόπον, ὡς ἐπὶ τῶν οὐρανίων.
“因为被运载之物既不必增长,亦不必性质变化。” 从这里他论证说,位置运动废除了其他诸运动,却不被一同废除,如果说确实没有它便没有任何运动存在,而没有其余运动位置[运动]依然存在(正如在属天物体上那样)。
"Τοῖς γὰρ ἀϊδίοις μόνον ἐνδέχεται κινεῖσθαι ταύτην." Οὐ ‘τοῖς ἀϊδίοις μόνον’, ἀλλὰ ‘ταύτην μόνην τοῖς ἀϊδίοις’·1 οὐδεμίαν γὰρ ἄλλην κινοῦνται τὰ οὐράνια.
“因为仅对永恒者而言,才可能以此运动被运动。” 不是“仅对永恒者而言”,而是“对永恒者而言唯有此运动”;因为属天物体不发生任何其他运动。
"Ἀλλ’ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν ἐχόντων γένεσιν τὴν φορὰν ἀναγκαῖον." Ἐντεῦθεν ἡ ἀπορία· δοκεῖ γὰρ ἐπὶ ἑνὸς ἑκάστου ἀτόμου ἡ γένεσις πρὸ τῆς κατὰ τόπον κινήσεως εἶναι. ἐπιλύεται οὖν λέγων ὅτι πρὸ ἑκάστης γενέσεώς ἐστιν ἡ κατὰ τόπον κίνησις τῶν γενητῶν, καὶ πρὸ ταύτης ἡ τῶν οὐρανίων, ἥτις καὶ αὐτὴ γεννᾷ· “ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος”.
“然而在具有生成的任何单个个体上,位置移动是必然的。” 疑难由此而起;因为在每一个别的个体上,生成似乎都在位置运动之前。于是他通过下述说法来解决:在每一次生成之前都存在被生成之物的位置运动,而在此之前存在属天物体的运动,这运动本身亦引发生成;因为“人与太阳生成人”。
"Ἀλλ’ ἕτερον ἀνάγκη κινούμενον εἶναι." Ἐντεῦθεν ἡ ἐπίλυσις. οὐ γινόμενον· οὐκέτι γινόμενον, ἀλλ’ ἤδη γεγενημένον. τὸ δὲ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν γινομένων οὕτως ἔχει, τουτέστι τῶν γενετὴν ἐχόντων οὐσίαν. ὂν αὐτὸ καὶ μὴ γινόμενον, τουτέστι τέλειον ἤδη καὶ μὴ δεόμενον ἔτι γενέσεως, ἀλλ’ ἀπειληφὸς τὸ εἶδος. καὶ τούτου ἕτερον πρότερον· ἢ τὴν τῶν πάππων λέγει κίνησιν τῶν τοὺς γεννήσαντας γεννησάντων, ἢ μᾶλλον τὴν τῶν οὐρανίων. πάντως γὰρ ἂν 〈εἴη〉 τὰ κινούμενα φθαρτά· εἰ γὰρ πρώτη τῶν ἄλλων μεταβολῶν ἡ γένεσις, πάντα αὐτῆς μεθέξει, ὥστε πάντα γενητὰ ἔσονται· εἰ δὲ γενητά, καὶ φθαρτὰ δήπου· καὶ οὐδὲν ἀΐδιον.
“但必然另有一物在被运动。” 由此得出解决。“非生成中的”:不再处于生成中,而是已经生成完成。而“在被生成之物的任何单个个体上情形如此”,即指具有被生成的实体的事物。“自身存在而非生成中的”,即已经完全且不再需要生成,而是获得了形式。“而在其先有另一物”:他指的是生育了生育者们的祖父们的运动,或者毋宁说是属天物体的运动。因为否则的话,“被动者必定〈都会成为〉可灭之物”;因为如果生成在其余变化中居于首位,一切事物都将分有它,从而一切都将成为被生成之物;如果是被生成之物,自然也是可灭的;并且将没有任何事物是永恒的。
"Λέγω δ’ ἐφεξῆς αὔξησιν, εἶτ’ ἀλλοίωσιν καὶ φθίσιν καὶ φθοράν." Οὐκ ἠκριβολογήσατο δὲ περὶ τὴν λέξιν· ἔδει γὰρ προτάξαι, ὡς ἄνω εἴπομεν, τῆς αὐξήσεως τὴν ἀλλοίωσιν. φθίσεως δὲ καὶ φθορᾶς ἡ μὲν τῇ αὐξήσει, ἡ δὲ τῇ γενέσει ἀντίκειται.
“我顺次是指增长,继而是性质变化与衰减以及毁灭。” 他在字句上并不精确;因为如我们上面所说,他本应将性质变化置于增长之前。而在衰减与毁灭中,前者与增长相对立,后者与生成相对立。
"Ὅλως τε φαίνεται τὸ γινόμενον ἀτελὲς καὶ ἐπ’ ἀρχὴν ἰόν." Ἐντεῦθεν ὅτι καὶ τῇ φύσει προτέρα ἡ κατὰ τόπον δείκνυσιν, ὡς τελειοτέρα καὶ τοῖς τελειοτέροις μᾶλλον ὑπάρχουσα. ἐπ’ ἀρχὴν ἰόν, φησί, τουτέστιν ἐπὶ τὸ τέλειον εἶδος· μία γὰρ τῶν ἀρχῶν τὸ εἶδος κατὰ τὴν τελειότητα. ὥστε τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον εἶναι· ὕστερον γὰρ ἐν τῇ γενέσει τὸ τέλειον παραγίνεται, καὶ λοιπὸν παύεται 〈ἡ γένεσις〉 καὶ ἡ κατὰ τόπον κίνησις γίνεται τοῖς ζῴοις, ἀλλὰ τοῦτο τῇ φύσει πρότερον· σκοπὸς γὰρ αὐτῇ καὶ ἀρχὴ εἰδοποιῆσαι καὶ ἀγαγεῖν εἰς τελειότητα, ὥστε τούτου ἕνεκεν τὰ πρὸ τούτου παρείληφε. διὸ τὰ μὲν ὅλως ἀκίνητα τῶν ζῴων δι’ ἔνδειαν, οἷον τὰ φυτά· ἀντὶ τοῦ ‘ζώντων’· οἷον γάρ φησι τὰ φυτὰ δι’ ἔνδειαν τοῦ τελείου εἴδους ὅ τι ζῴοις ὑπάρχει, καθ’ ὃ καὶ τὴν κατὰ τόπον κινεῖται κίνησιν. καὶ πολλὰ γένη ζῴων· τὰ ζωόφυτα λέγει. καὶ διότι ἥκιστα τῆς οὐσίας ἐξίσταται τὸ κινούμενον τῶν κινήσεων ἐν τῷ φέρεσθαι·2 ἤτοι τοῦτό φησιν ὅτι τὸ κινούμενον κατὰ τόπον ἥκιστα τῶν ἄλλων κινήσεων ἐξίσταται τῆς οὐσίας ἐν τῷ φέρεσθαι, ἢ τὸ κινούμενον ἐν τῇ μιᾷ τῶν κινήσεων τῇ κατὰ τόπον.
“总体而言,生成之物显得是不完全的,且是走向本原的。” 从这里他证明,位置[运动]在本性上也居先,因为它是更完全的,且更属于更完全的事物。他说“走向本原”,即走向完全的形式;因为依完全性而言的本原之一就是形式。因此在生成中居后者在本性上居先;因为在生成中完全者在后到来,随后〈生成〉止息,动物具有了位置运动,但这在本性上居先;因为使具形式并引向完全性是本性的目的和本原,所以为了这一目的它才引入了在其先的事物。因此“动物中因欠缺而完全不动的那些,例如植物”:是用以代指“有生命之物”;因为他说,例如植物因欠缺动物所具有的完全形式而[保持不动],动物正是依照这一形式才进行位置运动。“以及动物的许多属”:他指的是植虫类。“并且因为在诸运动中,被运动之物在运载中最少偏离其实体”:他指的是位置运动之物在运载中比其他运动最少偏离实体,或者是诸运动中在位置运动这一种运动中被运动之物。
"Μάλιστα δὲ δῆλον ὅτι τὸ κινοῦν αὐτὸ αὑτὸ ταύτην μάλιστα κινεῖ κυρίως τὴν κατὰ τόπον." Ἕτερον ἐπιχείρημα ὅτι πρώτη ἡ κατὰ τόπον ἐκ τοῦ τὸ αὐτοκίνητον, ὅπερ πρῶτον εἶναι λέγεται τῶν κινούντων καὶ κινουμένων, κατὰ ταύτην τὴν κίνησιν εἶναι αὐτοκίνητον, τὸ δὲ τῷ πρώτῳ ὑπάρχον ὡς πρώτῳ εἴη ἂν πρῶτον. καὶ εἰ δέδεικται ὅτι τὸ πρῶτον τῶν κινούντων καὶ κινουμένων τὸ αὐτοκίνητον, αὐτοκίνητον δὲ τὴν τοπικὴν κίνησιν, δῆλον ὅτι πρώτη τῶν κινήσεων ἣν κινεῖται τὸ αὐτοκίνητον κατὰ τοὺς τρεῖς τοῦ πρώτου τρόπους, καὶ τῷ χρόνῳ, καὶ τῷ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, καὶ τῇ φύσει· τελεία γὰρ καὶ τῶν ἄλλων αἰτία, ὡς τοῖς τελείοις τῶν σωμάτων ὑπάρχουσα.
“而尤其明白的是,自身运动者特别本真地运动此运动,即位置运动。” 证明位置[运动]第一的另一论证基于:在能动者与被动者中被称为第一的自身运动者,依照此运动是自身运动的,而作为第一者属于第一者的东西应当是第一位的。并且如果已经证明在能动者与被动者中第一位的是自身运动者,且在位置运动上是自身运动的,那么显而易见,自身运动者所进行的运动依“第一”的三种方式都是诸运动中的第一位:在时间上,在依存在的伴随关系废除而不被一同废除上,以及在本性上;因为作为属于物体中完全者的运动,它是完全的且为其余运动的原因。
- 12.23Οὐ ‘τοῖς ἀϊδίοις μόνον’, ἀλλὰ ‘ταύτην μόνην τοῖς ἀϊδίοις’
注解者辨析了引文“Τοῖς γὰρ ἀϊδίοις μόνον ἐνδέχεται κινεῖσθαι ταύτην”中修饰词 μόνον 的指向。他不依字面语序将其连结于与格 τοῖς ἀϊδίοις(解作“唯独对永恒者而言[位置运动才可能]”),而是指出应修饰宾格 ταύτην(解作“对永恒者而言,唯有此种运动[是可能的]”)。
- 12.27ἥκιστα τῆς οὐσίας ἐξίσταται τὸ κινούμενον τῶν κινήσεων ἐν τῷ φέρεσθαι
注解者针对句中属格 τῶν κινήσεων 的句法功能提出了两种读法:其一,将其作为依附于副词 ἥκιστα 的部分属格/比较属格,解作“在诸运动中[或相比于其他运动]最少偏离其实体”(ἥκιστα τῶν ἄλλων κινήσεων);其二,将其解作指代特定运动类型,即“在诸运动中的这一种运动(即位置运动)中”。
