- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:89.2-90.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在反驳阿那克萨戈拉“万物混杂于万物之中”的观点之前,阐述了导致该见解的两个动因(否定从非存在中生成,以及观察到相反者互相生成),继而疏通《物理学》187a12的文义,阐明了爱利亚学派与自然哲学家的区别。
Ταῦτα δὲ εἰπὼν ὁ Ἀριστοτέλης, τρέπεται ἐπὶ τὸν ἔλεγχον τῆς Ἀναξαγόρου δόξης, ἀλλὰ πρὶν εἰς τοὺς ἐλέγχους εἰσβαλεῖν, λέγει πόθεν καὶ ἐκ ποίας ἐννοίας κινηθεὶς ὁ Ἀναξαγόρας, οὕτως ἐδόξασε πάντα ἐν πᾶσιν εἶναι καὶ μηδὲν εἶναι εἰλικρινὲς ὅπερ ἐστί. φησὶν οὖν ὅτι διὰ δύο αἰτίας· μίαν μὲν τὸ νομίζειν τὴν κοινὴν πάντων τῶν φυσικῶν δόξαν ἀληθῆ εἶναι, ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται, ἀλλὰ πάντα τὰ γινόμενα ἔκ τινος ὄντος γίνεται. ἐχρήσατο οὖν τοιούτῳ συλλογισμῷ· πάντα τὰ γινόμενα ἢ ἐξ ὄντων ἢ ἐξ οὐκ ὄντων γίνεται (καὶ δῆλον ὅτι περὶ τὴν διαίρεσιν αὐτῷ γέγονεν ἡ αἰτία τῆς πλάνης, τῷ παραλιπεῖν τι μόριον τῆς διαιρέσεως· τὸ γὰρ γινόμενον πᾶν ἢ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γενήσεται, ἢ ἐκ τοῦ ἁπλῶς ὄντος, ἢ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. τὸ τρίτον οὖν τμῆμα παραλιμπάνων, ὅπερ καί ἐστιν ἀληθές, εἰς τὴν πλάνην ταύτην ἐξέπεσεν), εἰ οὖν ἢ ἐξ ὄντων μόνων ἢ ἐξ οὐκ ὄντων γίνεται τὰ γινόμενα, ἐκ μὴ ὄντων δὲ ἀδύνατον διὰ τὸ κοινὸν ἀξίωμα, ἐξ ὄντων ἄρα. ἀλλ’ εἰ ἐξ ὄντων, ἢ ἐξ ὁμοειδῶν ἢ ἐξ ἑτεροειδῶν· ἐξ ἑτεροειδῶν μὲν ἀδύνατον (ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἵππος ἵππον, ἄνθρωπος δὲ ἵππον οὐκέτι), εἰ δὲ ἐξ ὁμοειδῶν, ἀνάγκη πᾶσα, ὅταν ἴδωμεν ὀστοῦν ἐκ σαρκὸς γινόμενον, ἐπεὶ μὴ δυνατὸν τὰ ἑτεροειδῆ γεννᾶν ἄλληλα, ἐνυπάρχειν ἐν τῇ σαρκὶ τὸ ὀστοῦν ὅπερ ἐξ αὐτῆς γεγενῆσθαι.1 οὕτω καὶ ἐπὶ πάντων. ἐπεὶ οὖν πᾶν ἐκ παντὸς γίνεται ἤτοι κατὰ πρώτην γένεσιν, ἤτοι διὰ πλειόνων (ἐκ τοῦ ἄρτου γὰρ αἷμα καὶ ἐξ ἐκείνου σάρξ, εἶτα πολλάκις ἐκ σαρκὸς ὀστοῦν ἢ ἕτερόν τι· σηπομένης γὰρ γένοιτο ἂν ἐξ αὐτῆς ὕδωρ ἢ πῦρ ἢ γῆ ἢ σκώληξ ἢ ἄλλο ὁτιοῦν), ἀνάγκη πᾶσα πάντα ἐν πᾶσι μεμῖχθαι νομίζειν· οὐδὲ γὰρ ἐπέστησε τῷ κοινῷ ὑποκειμένῳ, διόπερ συμβαίνει πᾶν ἐκ παντὸς γίνεσθαι. πρῶτον μὲν οὖν τοῦτο ἔπεισε τὸν Ἀναξαγόραν ταύτῃ τῇ δόξῃ συνθέσθαι, δεύτερον δὲ τὸ ὁρᾶν ἐξ ἀλλήλων τὰ ἐναντία γινόμενα· θερμὸν γὰρ ἐκ ψυχροῦ γίνεται καὶ ξηρὸν ἐξ ὑγροῦ, λευκὸν ἐκ μέλανος καὶ τὰ λοιπά. ἐπεὶ οὖν τὰ ἐναντία οὐδέποτε γεννητικὰ τῶν ἐναντίων γένοιντο (φθαρτικὸν γὰρ μᾶλλον τὸ ἐναντίον τοῦ ἐναντίου, μή τοί γε γεννητικόν),2 ἀνάγκη πᾶσα ἐν τῷ ψυχρῷ σώματι ἐνυπάρχειν θερμὰ σωμάτια, ὧν ἐκκρινομένων τὴν γένεσιν τοῦ θερμοῦ γίνεσθαι. ἀνάγκη οὖν τὰς ἐναντιότητας ἅμα εἶναι ἐν τοῖς αὐτοῖς, λέγεσθαι δὲ ἕκαστον ἐκ τῆς ἐπικρατούσης· θερμὸν γὰρ λέγεται, ἐν ᾧ πλείονα τὰ θερμὰ σώματα. ὁμοίως ψυχρὸν λευκὸν καὶ τὰ λοιπά. ταῦτα εἰπών, οὕτω λοιπὸν εἰς τοὺς ἐλέγχους εἰσβάλλει. Ὡς δὲ οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσί. δεῖ προσυπακοῦσαι ὡς οἱ φυσικοὶ λέγουσιν ἓν εἶναι τὸ ὄν· κατὰ κοινοῦ γὰρ τὸ ἓν εἶναι τὸ ὄν.3 ἐπισημειωτέον ὅτι ἀντιδιαστέλλει τοὺς περὶ Μέλισσον καὶ Παρμενίδην τοῖς φυσικοῖς, δηλονότι μὴ περὶ φυσικῶν πραγμάτων οἰόμενος ἐκείνους διαλέγεσθαι, ἀλλ’ ἢ θεολογεῖν ἢ περὶ ἑτέρων τινῶν διαλέγεσθαι. ἤλεγξε δὲ αὐτὸς τοὺς λόγους διὰ τὸ μή τινας ὑπολαβεῖν περὶ τῶν φυσικῶν ἐκείνοις εἶναι τὸν λόγον, εἶτα τῇ ἀξιοπιστίᾳ τῶν προσώπων εἰς ψευδεῖς ὑπονοίας περὶ τῶν πραγμάτων παρασυρῆναι.
亚里士多德在说了这些话之后,便转向对阿那克萨戈拉见解的反驳,但在展开反驳之前,他叙述了阿那克萨戈拉是出于何种缘由、受何种观念驱使,才如此认为万物存在于万物之中,且没有任何事物纯粹是其所是。因此他[亚里士多德]说,这是由于两个原因:其一是认为所有自然哲学家的共同见解是真实的,即没有任何事物从在任何方面都绝不存在者中生成,而是所有生成之物都从某种存在者中生成。因此他运用了这样一种推论:所有生成之物要么从存在者中生成,要么从非存在者中生成(显而易见,他产生谬误的原因在于划分,在于遗漏了划分的某个部分;因为一切生成之物要么将从完全的非存在者中生成,要么从完全的存在者中生成,要么从在某种意义上存在而在另一种意义上不存在者中生成;因此,他遗漏了第三个分支,而这恰恰是真实的分支,从而陷入了这一谬误);那么,如果生成之物要么仅从存在者中生成,要么从非存在者中生成,而根据共同公理从非存在者中生成是不可能的,因此便是从存在者中生成。但如果是从存在者中生成,要么是从同种之物中生成,要么是从异种之物中生成;从异种之物中生成是不可能的(因为人生人,马生马,人绝不生马);而如果是从同种之物中生成,每当我们看见骨从肉中生成时,既然异种之物不可能互相生成,那么从肉中生成出来的骨本身就固存于肉中,这便是完全必然的。在一切事物上也是如此。因此,既然一切事物都从一切事物中生成,无论是在最初的生成中,还是通过多个阶段(因为从面包中生成血,从血中生成肉,然后常常从肉中生成骨或别的什么;因为肉腐烂时,水、火、土、蛆虫或任何其他东西都可能从中生成),便完全必然认为万物混杂于万物之中;因为他甚至没有注意到共同的底层基质,而一切事物从一切事物中生成正是因此而发生的。因此,首先是这一点促使阿那克萨戈拉赞同了这一见解;其次是看到相反者彼此生成;因为热从冷中生成,干从湿中生成,白从黑中生成,其余皆然。因此,既然相反者绝不可能成为相反者的生成者(因为相反者对于相反者毋宁说是毁灭性的,绝谈不上是生成性的),那么在冷物体中必定固存着热的小物体,正是由于它们的分离,热的生成才得以发生,这便是完全必然的。因此,相反的诸性质同时存在于同一事物之中,而每一事物都是根据占优势的性质来命名的,这便是必然的;因为其中热物体较多的,就被称为热。冷、白以及其余各物也是同样。在说了这些之后,他接下来便如此进入了反驳。 “正如自然哲学家们所说,有两种方式”。必须补充理解为:正如自然哲学家们说存在是一;因为“存在是一”是共同取用的。应当指出的是,他将麦里梭和巴门尼德等人与自然哲学家们区分开来,显然是因为他认为那些人不是在讨论自然事物,而要么是在谈论神学,要么是在讨论某些别的事情。而他[亚里士多德]自己反驳他们的论证,是为了防止有人以为他们的论证是关于自然事物的,随后因那些人物的信誉而被拖入关于实在的错误猜想之中。
- 1.59ἐνυπάρχειν ἐν τῇ σαρκὶ τὸ ὀστοῦν ὅπερ ἐξ αὐτῆς γεγενῆσθαι
在由关系代词 ὅπερ 引导的关系从句中,使用了完成时不定式 γεγενῆσθαι 而非限定动词。这是间接引语中不定式延伸至从属分句的用法,受前面 ἀνάγκη πᾶσα ... ἐνυπάρχειν 结构的影响延续而成。
- 1.59μή τοί γε γεννητικόν
μή τοί γε 是表示“更不用说不……”、“绝谈不上……”(much less / let alone)的惯用表达。紧接在前句“相反者对于相反者毋宁说是毁灭性的”(φθαρτικὸν γὰρ μᾶλλον)之后,强力排除了它是生成原因(γεννητικόν)的可能性。
- 1.59κατὰ κοινοῦ γὰρ τὸ ἓν εἶναι τὸ ὄν
κατὰ κοινοῦ(共用/apo koinou)是注疏和修辞学中的专门术语,指出应当从前句(187a10中的 Ὅτι μὲν οὖν οὕτως ἓν εἶναι τὸ ὂν ἀδύνατον)中把“存在是一”(ἓν εἶναι τὸ ὄν)这一句共同借取过来,补足 187a12 的文意。
