← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§9.4-10.27

由果溯因的教学方法与关于普遍者的疑难

斐洛波诺斯注解184a16,结合天文学等实例论证了为何在认识自然本原时不能采用严格的论证法,而必须采用从在后结果追溯居先原因的推证(教学)方法,并针对亚里士多德关于普遍者对我们而言居先的论断提出了疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα." Εἰρηκὼς ἐν τῷ προτέρῳ προοιμίῳ, ὅτι τὴν περὶ φύσεως ἐπιστήμην οὐκ ἄλλως ἕξομεν ἢ τὰς ἀρχὰς αὐτῆς ἐγνωκότες (τὰ γὰρ φυσικά, φησί, πράγματα ἔχουσιν ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα· πᾶσα δὲ μέθοδος ἀρχὰς ἔχουσα ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων· τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων), νῦν βούλεται εἰπεῖν τίς ἐστιν ὁ τρόπος τῆς τῶν ἀρχῶν γνώσεως. ἰστέον οὖν ὅτι αὐτὸς εἶπεν ἐν τῇ Ἀποδεικτικῇ, ὅτι δύο τρόποι εἰσὶ τῆς ἐπιστημονικῆς γνώσεως, πρῶτος μὲν ὁ ἀποδεικτικός, δεύτερος δὲ ὁ διδασκαλικός, οὗτοι δὲ ἀντιπεπονθότως ἔχουσι πρὸς ἀλλήλους. ὁ μὲν γὰρ ἀποδεικτικὸς ἐκ τῶν πρώτων τῇ φύσει καὶ ἀρχικωτέρων ἀποδείκνυσι τὰ δεύτερα, ὁ δὲ διδασκαλικός, ἀποδεικτικός τις ὢν καὶ αὐτός, κατὰ δεύτερα μέτρα ἀποδείξεως ἐκ τῶν ὑστέρων τῇ φύσει τὰ πρότερα ἀποδείκνυσιν, ὃν καὶ τεκμηριώδη καλεῖ. οἷον εἴ τις ἰδὼν καπνὸν εἴποι πῦρ εἶναι ἐνταῦθα· ἐκ γὰρ τοῦ τῇ φύσει ὑστέρου τὸ πρότερον κατεσκεύασε. κεχρήμεθα δὲ τούτῳ τῆς διδασκαλίας τῷ τρόπῳ ἐπί τινων τῷ μὴ δύνασθαι τῷ προτέρῳ τε καὶ ἀποδεικτικωτέρῳ χρήσασθαι διὰ τὸ τὴν φύσιν τῶν πραγμάτων πολλάκις οὕτως ἔχειν, ἢ διὰ τὸ μὴ ἔχειν ἀρχικώτερα, ἢ διὰ τὸ ἔχειν μέν, ἀσαφέστερα δὲ ἡμῖν εἶναι καὶ ἀγνωστότερα. οὕτω γοῦν καὶ αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ βουλόμενος ἀποδεῖξαι ὁποῖόν τί ἐστι τὸ τῆς σελήνης σχῆμα, ἐκ τῶν φωτισμῶν αὐτῆς κατεσκεύασεν ὅτι σφαιρικόν. φαίνεται γὰρ γινομένη δὶς μηνοειδής, δὶς διχότομος, δὶς ἀμφίκυρτος, ἅπαξ πανσέληνος· τούτους δὲ τοὺς φωτισμοὺς ἀδύνατον ἄλλῳ τινὶ σχήματι ἢ τῷ σφαιρικῷ ὑπάρξαι. ἐνταῦθα οὖν τεκμηριωδῶς ἐκ τῶν ὑστέρων τῇ φύσει, τῶν φωτισμῶν λέγω, τὸ τῇ φύσει πρότερον τὸ σχῆμα ἀπέδειξε, δέον ἐκ τοῦ δεῖξαι1 ὅτι ἐκ τῆς πέμπτης ἐστὶν οὐσίας διὰ τοῦτο ἀνάγκη σφαιρικὴν εἶναι (ἀδύνατον γὰρ ἀίδιόν τι σῶμα εἶναι μὴ σφαιρικὸν ὄν), εἶτα ἐκ τοῦ σφαιρικὸν τὸ σῶμα εἶναι τῆς σελήνης διὰ τούτου δεῖξαι, ὅτι ἀνάγκη πᾶσα οὕτω φωτίζεσθαι. τοῦτο γὰρ ἦν ἀκολουθότερον τῷ ἐκ τῶν ἀρχικωτέρων κατασκευάζειν τὰ ὕστερα. ἀλλ’ ἐπειδὴ γνωριμώτεροι ἡμῖν εἰσιν οἱ τῆς σελήνης φωτισμοὶ τοῦ σχήματος αὐτῆς, καὶ τοῦτο τῆς οὐσίας, εἰκότως ἐκ σαφεστέρων τὰ ἀσαφέστερα κατασκευάζει. ἀλλὰ καὶ ὅταν περὶ τῶν καθολικωτέρων γενῶν διδάσκων ἐκ τῶν ὑστέρων τῇ φύσει διδάσκῃ περὶ αὐτῶν, ὑπογραφὰς καὶ οὐχ ὁρισμοὺς αὐτῶν ἀποδιδούς, ἢ ὅταν περὶ τῆς ὕλης κατὰ ἀφαίρεσιν διδάσκῃ, διὰ τὸ μὴ ἔχειν ἀρχοειδέστερα αὐτῶν ἀνάγκη ἐκ τῶν ὑστέρων τῇ φύσει τὴν περὶ αὐτῶν ποιεῖσθαι διδασκαλίαν. ἐπεὶ οὖν καὶ νῦν πρόκειται τὰς ἀρχὰς τῶν φυσικῶν πραγμάτων γνῶναι, ἀνάγκη θατέρῳ τούτων τῶν τρόπων γνῶναι. τῷ μὲν οὖν προτέρῳ ἀδύνατον· εἰ γὰρ βουληθείημεν ἐξ ἀρχῶν ἀεὶ τὰς ἀρχὰς κατασκευάζειν, ἐπ’ ἄπειρον οὕτως ἥξομεν ἀεὶ τῶν ληφθεισῶν ἀρχῶν ἑτέρας ζητοῦντες. λείπεται οὖν τῷ δευτέρῳ τρόπῳ εἰς τὴν τῶν ἀρχῶν διδασκαλίαν χρήσασθαι, καὶ ἐκ τῶν δευτέρων τῇ φύσει ἐπὶ τὴν τούτων γνῶσιν ἀνελθεῖν. καὶ γὰρ ἀεί, φησί, τὰ μὲν τῇ φύσει πρότερα καὶ σαφέστερα ἡμῖν ὕστερά ἐστι καὶ ἀσαφέστερα, καὶ τὰ ἡμῖν πρότερά τε καὶ σαφέστερα τῇ φύσει ὕστερά ἐστι καὶ ἀσαφέστερα. διὰ τοῦτο οὖν δεῖ ἡμᾶς ἐκ τῶν σαφεστέρων καὶ προτέρων ἡμῖν, τῇ φύσει δὲ ὑστέρων καὶ ἀσαφεστέρων, ἄρξασθαι τῆς διδασκαλίας. ταῦτα δέ ἐστι, φησί, τὰ συγκεχυμένα· ταῦτα γὰρ ἡμῖν ἐστι γνωριμώτερα καὶ σαφέστερα, τῇ φύσει δὲ ἀγνωστότερα. συγκεχυμένα δέ ἐστι τὰ καθόλου· ὥστε ἐκ τῶν καθόλου ἀρκτέον τῆς διδασκαλίας. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης. Ζητοῦσι δὲ ἐνταῦθα, πῶς φησι τὰ καθόλου ὕστερα εἶναι τῇ φύσει καὶ ἀσαφέστερα, ἡμῖν δὲ πρότερα καὶ γνωριμώτερα (καίτοι ἀλλαχοῦ τὸ ἐναντίον δείκνυται, ὅτι τῶν καθόλου ἡ γνῶσις ἀσαφεστέρα τέ ἐστιν ἡμῖν καὶ ὑστέρα παραγίνεσθαι πέφυκεν· ἐπιστήμης γὰρ μόνης τὸ καθόλου ἑλεῖν,2 ἡ δὲ ἐπιστήμη ὑστέρα ἡμῖν παραγίνεται), καὶ τίνα λέγει καθόλου ἐνταῦθα.

“而自然的路径是从对我们更可知且更清楚的事物,走向在自然上更清楚且更可知的事物。” 他在前一个绪论中说过,除了在认识了自然的本原之外,我们不可能以其他方式拥有关于自然的科学(因为他说,自然事物具有本原或原因或元素;而一切具有本原或原因或元素的研究途径,都在本原被认识时被认知;因此,自然事物是在本原被认识时被认知的),现在他想要说明认识诸本原的方式究竟是什么。于是应当知道,他自己在《后分析篇》中说过,科学认识有两种方式:第一是论证的方式,第二是教学的方式,而这二者相互处于相反的关系中。因为论证的方式是从在自然上居先且更具本原性的事物来论证在后的事物,而教学的方式本身虽也是一种论证性的方式,却是按照论证的第二尺度,从在自然上居后的事物来论证居先的事物,他也称这种方式为推证性的。例如有人看见烟便说“这里有火”;因为他是从在自然上居后的事物确立了居先的事物。我们在某些事物上之所以采用教学的这种方式,是因为无法采用居先且更具论证性的方式,这或者是由于事物的本性往往如此,或者是由于事物并不具有更具本原性的东西,或者是由于虽然具有,但对我们而言更不清楚且更不可知。无论如何,他自己在《论天》中想要论证月亮的形状是何种形状时,正是从其受光的方式确立了它是球形的。因为月亮显现为两次呈蛾眉月、两次呈弦月、两次呈凸月、一次呈满月;而这些受光方式不可能属于除球形之外的任何其他形状。于是,他在这里推证性地从在自然上居后的事物(我指的是受光方式)论证了在自然上居先的形状,而原本应该通过指出月亮是由第五种实体构成的,由此表明它必然是球形的(因为永恒的物体不可能不是球形的),进而从月亮的物体是球形的出发,通过这一点来表明它完全必然如此受光。因为这样做本更符合从更具本原性的事物来确立在后的事物。但是,由于对我们而言月亮的受光方式比它的形状更可知,而其形状又比其实体更可知,所以他合乎情理地从更清楚的事物来确立更不清楚的事物。不仅如此,每当论及更普遍的属,从在自然上居后的事物来对它们进行讲授,给出它们的描述而非定义时,或者每当通过抽离来对质料进行讲授时,由于并不存在比它们更具本原特性的事物,就必然要从在自然上居后的事物来进行关于它们的讲授。既然现在所面临的任务也是认识自然事物的诸本原,就必然要通过这两种方式之一来进行认识。通过前一种方式是不可能的;因为如果我们希望始终从本原出发来确立诸本原,我们就会这样走向无穷,总是为所假定的本原寻求其他的本原。于是剩下的途径就是采用第二种方式来进行诸本原的讲授,并从在自然上居次的事物上升到对这些本原的认识。因为他说,在自然上居先且更清楚的事物,对我们而言始终是在后且更不清楚的;而在我们看来居先且更清楚的事物,在自然上却是在后且更不清楚的。因此,我们必须从对我们而言更清楚且居先、但在自然上居后且更不清楚的事物开始讲授。而他说,这些事物就是混淆的事物;因为这些事物对我们而言更可知且更清楚,但在自然上却更不可知。而混淆的事物就是普遍者;因此必须从普遍者开始讲授。以上就是亚里士多德的意思。但人们在此探究的是,他怎么会说普遍者在自然上居后且更不清楚,对我们而言却是居先且更可知的(尽管在其他地方表明了相反的结论,即普遍者的知识对我们而言更不清楚,并且本性上产生得更晚;因为唯独科学才能把握普遍者,而科学对我们而言是后来才产生的),以及他在这里所说的普遍者究竟是指什么。

语法注2 条
  1. 1.4δέον ἐκ τοῦ δεῖξαι

    δέον 是无人称动词 δεῖ 的绝对宾格(accusative absolute),带有转折或让步意味,表示“原本理应……然而”。随后的不定式短语 ἐκ τοῦ δεῖξαι ὅτι... εἶτα ἐκ τοῦ σφαιρικὸν τὸ σῶμα εἶναι... δεῖξαι 构成了 δέον 在意义上的补足语。

  2. 1.4ἐπιστήμης γὰρ μόνης τὸ καθόλου ἑλεῖν

    不定式 ἑλεῖν 用作主语,属格 ἐπιστήμης μόνης 则用作表语,表示所属或专属职能(“因为把握普遍者唯独属于科学”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:9.4-10.27