← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§8.8-9.3

第一本原的两种解释与省略的结论

菲洛波庞论述了Bekker 184a12的引文,对“第一本原”提出了两种解释(或是从最高本原下行至邻近本原,或是指对各个具体事物而言的第一本原),随后阐明了184a14处所省略的结论及其句法结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2

" Τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων." Ἀρχὰς πρώτας φησὶ καὶ αἴτια ἤτοι ἵνα ἀπὸ τῶν πρωτίστων ἀρχῶν ἀρξώμεθα, καὶ οὕτω μέχρι τῶν προσεχεστάτων κατέλθωμεν (τῷ γὰρ ὄντι τότε ἀκριβῶς ἕκαστον γνωσόμεθα, ὅταν καὶ τὰς πρωτίστας ἀρχὰς αὐτοῦ γνῶμεν καὶ τὰς μέσας καὶ τὰς προσεχεῖς καὶ συγκατατεταγμένας, ὅπερ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καὶ μέχρι τῶν στοιχείων. καὶ γὰρ τὸ προσεχὲς ποιητικὸν αἴτιον τῶν φυσικῶν πραγμάτων, αὐτὴ λέγω ἡ φύσις, συγκατατέτακται τῷ πράγματι καὶ στοιχεῖον αὐτοῦ ἐστι δι’ ὅλου αὐτοῦ διήκουσα), ἢ ἀρχὰς πρώτας τὰς ἑκάστου πρώτας ἀκουστέον·1 τοῦτο γὰρ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· τότε γὰρ γνωσόμεθα ἕκαστον. γνωσόμεθα γὰρ τὰ ἐν μετεώροις συνιστάμενα, ὅταν τὰς αὐτῶν πρωτίστας ἀρχὰς ὡς μετεώρων γνῶμεν, ὅτι ὕλην μὲν ἔχει τήνδε, εἶδος δὲ τόδε, ποιητικὸν δὲ αἴτιον τόδε, καὶ τελικὸν ὁμοίως· τὸ γὰρ τὴν πρωτίστην ὕλην γνῶναι οὐκ ἔστιν ἁπλῶς ὡς μετεώρων ἀρχὰς γνῶναι, ἀλλ’ ἁπλῶς ὡς σωμάτων. ὅταν οὖν τὰς ἑκάστου ἰδιαζούσας ἀρχὰς γνῶμεν ποιητικάς τε καὶ τελικάς, ἀφικώμεθα δὲ καὶ μέχρι τῆς τῶν στοιχείων αὐτῶν γνώσεως, τῆς τε ἰδίας αὐτῶν φημι ὕλης καὶ τοῦ εἴδους, τότε τῷ ὄντι τὴν ἀκριβῆ ἑκάστου γνῶσιν ἕξομεν.

“因为我们认为,当我们认识了第一原因与第一本原,并且达到元素时,那时我们才认知每一事物。” 他说“第一本原与原因”,要么是为了让我们从最初始的本原开始,并由此下行至最邻近的本原(因为事实上,只有当我们既认识事物的最初始本原,又认识其中间的本原以及邻近且处于同一序列的本原时,我们那时才会精确地认知每一事物,他通过说“并且达到元素”指明了这一点;因为自然事物的邻近动力因,我指的是自然本身,乃是与事物同等序列的,并且通贯其全体而成为其元素),要么必须把“第一本原”理解为“对每一事物而言是第一的本原”;因为他自己也通过说“因为那时我们将认知每一事物”指明了这一点。因为当我们将处于气象范围内的构成物作为气象现象而认识其最初始的本原时——即它们具有此种质料、此种形式、此种动力因,目的因亦然——我们才会认知它们;因为认识最初始的质料并不是单纯认识作为气象现象的本原,而是单纯认识作为物体[一般]的本原。因此,当我们认识了每一事物特有的动力本原与目的本原,并且也达到了对其元素的认识,我指的是对其特有的质料与形式的认识时,那时我们才真正拥有对每一事物的精确认识。

§1.3

"Δηλονότι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσαι.2" Εἴπομεν ὅτι ὁ Ἀριστοτέλης τὸ συμπέρασμα τοῦ συλλογισμοῦ παρείς, ὅπερ ἦν ‘τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται ἐγνωσμένων τῶν ἀρχῶν’, τὸ ἀκόλουθον τῷ συμπεράσματι τίθησι. τοῦτο δέ ἐστιν ὅτι εἰ τὰ φυσικὰ γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων, πειρατέον δηλονότι διορίσασθαι περὶ τῶν φυσικῶν ἀρχῶν τοῖς γε ταῦτα γνῶναι βουλομένοις.

“显然,在关于自然的科学中也必须尝试加以界定。” 我们说过,亚里士多德略去了三段论的结论——即“因此,在认识了诸本原之后,自然事物便被认知” ——而置下了紧随该结论的内容。而这也就是说,如果自然事物是在认识了诸本原之后被认知的,那么显然,至少对于希望认识这些事物的人而言,必须尝试对自然本原加以界定。

语法注2 条
  1. 1.2ἤτοι ἵνα ἀπὸ τῶν πρωτίστων ἀρχῶν ἀρξώμεθα ... ἢ ἀρχὰς πρώτας τὰς ἑκάστου πρώτας ἀκουστέον

    相关结构 ἤτοι ἵνα ... 与 ἢ ... ἀκουστέον 构成了两个备选解释的对比。前者采用目的从句(ἵνα 带虚拟语气),而后者则通过句式转换(破格语法/anacoluthon)变为由动词形容词(ἀκουστέον)引导的非人称句。在含义上,二者保持并列:亚里士多德这样说,要么是为了让我们……,要么必须理解为……。

  2. 1.3Δηλονότι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσαι

    在亚里士多德原文的句法中,属格短语 τῆς περὶ φύσεως ἐπιστήμης 既可作领域/从属属格(“在关于自然的科学中”),也可暗指所省略的宾语(如菲洛波诺斯随后的释文 διορίσασθαι περὶ τῶν φυσικῶν ἀρχῶν 所阐明的那样,即界定该科学的本原)。各语言译文一致将其处理为指明该学科领域。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:8.8-9.3