← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§10.27-12.16

将普遍者视作不定个别者的解释与认识次序

斐洛波诺斯将亚里士多德所说的“普遍者”解释为作为不定个别事物的“部分者”,说明了对其认识的次序,并驳斥了将其解释为“在多之中者”的另一种观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

λέγομεν οὖν ὅτι καθόλου ἐνταῦθά φησιν ἤτοι τὸ μερικόν, ὅπερ τοῦ καθ’ ἕκαστα διενήνοχεν, ὡς αὐτὸς ἐν τῷ Περὶ ἑρμηνείας φησί, τῷ τὸ μὲν καθ’ ἕκαστον ὡρισμένον εἶναι, αὐτὸ δὲ ἀόριστον.1 οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ μερικὸν ἢ καθ’ ἕκαστα ἀόριστον δυνάμενον πλείοσιν ἐφαρμόζειν.2 τοῦτο οὖν, δι’ αὐτὸ τοῦτο τὸ ἀόριστον εἶναι, καὶ συγκεχυμένον εἰκότως ἐκάλεσε καὶ καθόλου. καθόλου μὲν διὰ τὸ δύνασθαι πλείοσιν ἐφαρμόζειν, τοῦ καθ’ ἕκαστα ἑνὶ μόνῳ ἐφαρμόζοντος, συγκεχυμένον δὲ διότι ἀορίστως καὶ ἀδιαρθρώτως ἐφαρμόζει οἷς ἂν ἐφαρμόζῃ. τὰ γὰρ καθ’ ἕκαστα κατὰ τὸ καθόλου μὲν γινώσκοντες σαφῆ καὶ διηρθρωμένην αὐτῶν ἔχομεν τὴν γνῶσιν· ὅταν γὰρ εἴπω, ὅτι ὁ Σωκράτης ζῷόν ἐστιν ἢ ἄνθρωπός ἐστιν, ὡρισμένην ἔχω καὶ διηρθρωμένην τὴν τοῦ ἀνθρώπου καὶ τὴν τοῦ ζῴου φύσιν· κατὰ τὸ μερικὸν δὲ γινώσκοντες τὰ καθ’ ἕκαστα, ὡς ὅταν λέγωμεν ὅτι τὶ ζῷόν ἐστι καὶ τὶς ἄνθρωπός ἐστιν, οἷον ὅτι τὸ προσιὸν τι ζῷόν ἐστιν ἢ τις ἄνθρωπός ἐστιν, ἀδιαρθρώτως καὶ συγκεχυμένως αὐτὸ γινώσκομεν. τὸ γὰρ τὶ ζῷον δύναται εἶναι καὶ ἄνθρωπος καὶ ἵππος καὶ τῶν λοιπῶν ἕκαστον· ὁμοίως καὶ ὁ τὶς ἄνθρωπος Πλάτων εἶναι ἢ Ἀλκιβιάδης ἢ ἕτερός τις. πρώτη οὖν ἡ τῶν συγκεχυμένων ἡμῖν γίνεται γνῶσις. τὸν γὰρ Σωκράτην ἰδὼν πόρρωθεν, πρότερον γινώσκω ὅτι ἔστι τι ζῷον, καὶ ταύτῃ συγκεχυμένη αὐτοῦ ὡς ζῴου ἐστὶν ἡ γνῶσις· δύναται γὰρ τὸ τὶ ζῷον τῶν ἄλλων ὁτιοῦν εἶναι· εἶτα καί τις ἄνθρωπος, καὶ ταύτῃ πάλιν, εἰ καὶ τῶν ἄλλων ζῴων διακέκριται, συγκεχυμένην καὶ οὕτως οὐδὲν ἧττον ἔχομεν αὐτοῦ τὴν γνῶσιν· δύναται γὰρ εἶναι τῶν ἄλλων ἀνθρώπων ὁστισοῦν. τῇ δὲ συγκεχυμένῃ ταύτῃ γνώσει προσθεὶς τὰς ἰδίας τοῦ Σωκράτους ἰδιότητας, οὕτως ἀκριβεστάτην αὐτοῦ ποιοῦμαι τὴν γνῶσιν. οὕτω γοῦν, φησί, καὶ τὰ παιδία τὸ μὲν πρῶτον συγκεχυμένην τὴν τῶν πατέρων γνῶσιν ἔχοντα, οὐχ ὡς πατέρας ἀλλ’ ὡς ἀνθρώπους γινώσκουσι· διὸ καὶ πάντας ἀνθρώπους πατέρας νομίζει· ὕστερον δέ, ὅταν λοιπὸν δυνηθῶσι ταῖς ἰδιότησι τοῦ πατρὸς ἐπιστῆσαι, τότε διηρθρωμένην αὐτοῦ τὴν γνῶσιν ἔχοντα τῶν ἄλλων ἀφορίζει ἀνθρώπων. Καὶ ἑτέραν δὲ ἐξήγησιν τούτων τινὲς φέρουσιν. ἵνα γάρ, φασί, κυρίως τὴν τοῦ καθόλου ἔννοιαν σώσωμεν, ῥητέον καθόλου λέγειν αὐτὸν τὸ ἐν τοῖς πολλοῖς· τό τε γὰρ πρὸ τῶν πολλῶν σαφὲς ἡμῖν ἀλλ’ ὀψέ ποτε γινωσκόμενον, τό τε ἐπὶ τοῖς πολλοῖς καὶ ὑστέροις μετὰ τὴν τελείωσιν τοῦ λόγου παραγίνεται, ὅταν λοιπὸν οἷοί τε ὦμεν ἐκ τῶν κατὰ μέρος τὴν κοινῶς ὑπάρχουσαν αὐτοῖς φύσιν ἀπομάξασθαι.3 ἄλλως τε τὸ μὲν περὶ τοῦ πρὸ τῶν πολλῶν διαλέγεσθαι θεολόγου μᾶλλον, τὸ δὲ περὶ τοῦ ὑστερογενοῦς διαλεκτικοῦ· φυσιολόγῳ δὲ προσῆκον περὶ τοῦ ἐν τοῖς πολλοῖς διαλέγεσθαι. τοῦτο οὖν, φασί, πρότερον ἡμῖν εἶναι λέγεται καὶ σαφέστερον καὶ συγκεχυμένον. ὅταν γὰρ προσιόντα τινὰ ἴδωμεν, κατὰ τὰ καθόλου καὶ συγκεχυμένα πρῶτον αὐτὸν γινώσκομεν· πρότερον γὰρ ἁπλῶς ὅτι σῶμά ἐστι νοοῦμεν, εἶτα ὅτι ζῷον, εἶτα ὅτι ἄνθρωπος· ποῖον μέντοι σῶμα ἢ ποῖον ζῷον ἢ ποῖος ἄνθρωπος, οὐκέτι. φημὶ δὲ ἐγὼ τὴν δευτέραν ἐξήγησιν οὔτε τῇ Ἀριστοτελικῇ διδασκαλίᾳ συνᾴδειν, οὔτε τῇ φύσει αὐτῇ τῶν πραγμάτων. πρῶτον μὲν γὰρ τὰ παραδείγματα ἃ προφέρουσιν οὐ τοῦ γένους ἐστὶ τοῦ ἐν τοῖς πολλοῖς, ἀλλὰ τοῦ μερικοῦ καὶ ἀορίστου. τί γάρ ἐστιν ἄλλο τὸ ἐν τοῖς πολλοῖς γένος, εἰ μὴ ἡ ἄθροισις πάντων τῶν κατὰ μέρος, ἤγουν τὸ κοινῶς πάντων τῶν κατὰ μέρος κατηγορούμενον; ὅταν δὲ τὸ προσιὸν εἴπω ζῷον εἶναι ἢ ἄνθρωπον εἶναι, οὐ τοῦτο νομίζω ὅτι ὁ προσιὼν τὸ ἄθροισμά ἐστι τῶν ζῴων, ἢ τὸ ζῷόν ἐστι τὸ πάντων τῶν κατὰ μέρος κατηγορούμενον, ἀλλὰ τὸ καθ’ ἕκαστον ζῷον ὑπολαμβάνω τὸ προσεχῶς ὑπὸ τὸ εἶδος τεταγμένον. ἀόριστον δὲ τοῦτό ἐστι, διότι μὴ ἔχω ἐρεῖσαι τὴν διάνοιαν ποῖόν τί ἐστι τῶν καθ’ ἕκαστα τῶν ὑπὸ τὸ εἶδος τεταγμένων. διὰ τοῦτο καὶ μερικόν φημι τὸ τὶ ζῷον καὶ οὐ καθ’ ἕκαστα, [διότι ἀόριστον ὂν δύναται ἐπὶ πλειόνων καθ’ ἕκαστα ἐφαρμόζειν καὶ ταύτῃ καθολικώτερον αὐτῶν εἶναι] τῷ τὸ μὲν καθ’ ἕκαστα ὡρισμένον ὂν μηδαμῶς ἄλλῳ τινὶ ἐφαρμόζειν δύνασθαι, τοῦτο δὲ διὰ τὸ ἀόριστον εἶναι δύνασθαι πλείοσιν ἐφαρμόζειν.

因此我们说,他在这里所谓的普遍者,乃是指与个别事物不同的部分者;正如他自己在《解释篇》中所说,其区别在于:个别事物是确定的,而它是不定的。因为部分者无非就是能够适用于多数事物的不定个别事物。因此,正因其是不定的,他合乎情理地称其既是混淆的,又是普遍的:称为普遍者,是因为它能够适用于多数事物,而个别事物仅适用于单一事物;称为混淆的事物,是因为无论它适用于何物,都是不定且未加区分地适用的。因为当我们按照普遍者来认识诸个别事物时,我们便拥有关于它们清楚且区分明确的知识;因为每当我断言“苏格拉底是动物”或“是人”时,我便拥有对人的本性和动物的本性确定且区分明确的认识;但是,当我们按照部分者来认识诸个别事物时——如同我们断言“是某种动物”和“是某个人”那样,例如当断言走近来的是某种动物或某个人时——我们则是未加区分且混淆地认识它的。因为“某种动物”既可以是人,也可以是马,还可以是其余各种动物;同样,“某个人”也可以是柏拉图,或是阿尔基比亚德,或是其他某个人。因此,对混淆事物的认识在我们这里是最先产生的。因为远远看见苏格拉底,我首先认识到“存在某种动物”,在这个层面上关于他作为动物的认识是混淆的;因为“某种动物”可以是其余任何一种动物;接着又认识到他“也是某个人”,在这个层面上,即使他已经与其他动物区分开来,我们关于他的认识依然同样是混淆的;因为他可以是其余任何人。但是,将苏格拉底固有的诸特质加于这种混淆的认识之上,我由此便形成了关于他最为精确的认识。无论如何,他说,年幼的孩子们起初也是拥有关于父亲们的混淆认识,不是作为父亲们而是作为人来认识他们;因此孩子也认为所有人都是父亲;但后来,当他们终于能够注意父亲的特质时,那时便拥有关于他区分明确的认识,并把他与其他人分别开来。 还有一些人对此提出了另一种解释。因为他们说,为了让我们确切地保留普遍者的概念,应当说他所谓普遍者乃是指“在多之中的普遍者”。因为“在多之先者”对我们而言虽是清楚的,却认识得很晚;而“在多之上者”即后生物,则是在理性达于完满之后才出现的,也就是当我们终于能够从各个部分事物中抽取出共同属于它们的本性之时。此外,讨论“在多之先者”更多属于神学家的任务,讨论“后生物”属于辩证学家的任务,而适于自然哲学家的则是讨论“在多之中的普遍者”。因此他们说,这就是被说成对我们而言居先、更清楚且混淆的事物。因为每当我们看见有人走近时,首先是按照普遍且混淆的事物来认识他;因为我们首先只是单纯地想到“这是物体”,接着想到“是动物”,接着想到“是人”;至于究竟是何种物体、何种动物或何种人,则不再想到了。 但我主张,第二种解释既不符合亚里士多德的教义,也不符合事物本身的本性。因为首先,他们所举出的例子并不是“在多之中的属”,而是“部分且不定的事物”。因为在多之中的属,若不是所有各个部分事物的集合,即共同述说所有各个部分事物的东西,又会是什么呢?但当我断言走近来的是动物或人时,我并不认为走近来的是动物的集合,或者是在所有各个部分事物上被述说的动物,而是假定为直接排列在种之下的个别动物。而这是不定的,因为我的思想无法确定它究竟是排列在种之下的诸个别事物中的哪一种。因此我也将“某种动物”称为部分者而非个别事物,[因为由于它是不定的,所以能够适用于较多数的个别事物,并在此意义上比它们更为普遍,]这乃是因为个别事物作为确定的事物决不可能适用于任何其他事物,而它由于是不定的,所以能够适用于多数事物。

语法注3 条
  1. 1.4τῷ τὸ μὲν καθ’ ἕκαστον ὡρισμένον εἶναι, αὐτὸ δὲ ἀόριστον

    带定冠词与格的动词不定式结构 τῷ ... εἶναι 在此表示前述动词 διενήνοχεν(“区别于”)的差异依据或原因(表示差异或原因的与格)。

  2. 1.4τῷ τὸ μὲν καθ’ ἕκαστα ὡρισμένον ὂν μηδαμῶς ἄλλῳ τινὶ ἐφαρμόζειν δύνασθαι, τοῦτο δὲ διὰ τὸ ἀόριστον εἶναι δύνασθαι πλείοσιν ἐφαρμόζειν

    句末的与格定冠词不定式短语 τῷ ... δύνασθαι 构成了括号插入句前主句断言(διὰ τοῦτο καὶ μερικόν φημι τὸ τὶ ζῷον καὶ οὐ καθ’ ἕκαστα)的论据与理由,形成了确定的个别事物与不定的部分者之间的对比结构。

  3. 1.4ἀπομάξασθαι

    中动态不定式 ἀπομάξασθαι 意为“印取、模印、抽取出”。在此指理智从具体的个别事物中抽取或把握共同本性的活动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:10.27-12.16