← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§898.4-899.11

宇宙中位置运动的优先性及其第一性的证明

针对在单个个体上生成似乎在时间上先于位置运动的反驳,注释者指出在整个宇宙中先在的原因和属天运动先于个体的生成,并证明从实体、完全性、非毁灭性以及自行运动的角度来看,位置运动同样是第一位的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.20#2

λέγω δὲ οὐ κοινῶς πάντων ἁπλῶς τῶν γενητῶν, ἀλλ’ ἑκάστου ἰδίᾳ· οὐδὲ γὰρ γενικῶς δεῖ παραβάλλειν τὰ γενητὰ πρὸς αὐτὴν τὴν κίνησιν ἄτομον οὖσαν, ἀλλ’ ἄτομον γένεσιν πρὸς ἄτομον κίνησιν. εἰ δέ τις εἴποι, φησίν, ὅτι ὑστέρα γενέσεως καὶ ἀλλοιώσεως καὶ αὐξήσεώς ἐστιν ἡ κατὰ τόπον, διότι δεῖ πρῶτον γενέσθαι τὸ ζῷον, εἶτα ἀλλοιωθῆναι καὶ αὐξηθῆναι, καὶ τέλειον γινόμενον κατὰ τόπον κινηθῆναι, ἰστέον ὅτι ἐπὶ ἑνός, φησιν, ἀτόμου μὲν τῶν γενητῶν τῷ ὄντι 〈συμβαίνει〉 ὑστέραν εἶναι1 τὴν κατὰ τόπον, ἀλλ’ ἡμεῖς οὐ ζητοῦμεν τὸ ἐπὶ ἑνὸς ἀτόμου συμβαῖνον, ἀλλ’ ἐν τῷ παντὶ τίς ἐστι πρώτη κίνησις, ἔστι δὲ πάντως πρὸ τῆς τοῦδε γενέσεως κίνησις, εἰ καὶ μὴ αὐτοῦ, ἀλλὰ τῶν σπειράντων καὶ γεννησάντων, καὶ πάλιν τῆς ἐκείνων γενέσεως προϋπάρχει ἡ τῶν ἐκείνους σπειράντων κατὰ τόπον κίνησις, καὶ πρό γε τῆς ἑκάστου τῶν γινομένων γενέσεως ἡ τῶν οὐρανίων ὑπάρχει ἀΐδιος κίνησις, ἥτις οὐ δεῖται ἄλλης μεταβολῆς, ἀλλ’ αὐτὴ ποιεῖ τὰς ἄλλας μεταβολάς. εἰ τοίνυν ἀλλοίωσις μὲν καὶ αὔξησις γενέσεως ὕστεραι (ἐν γὰρ τοῖς γενητοῖς μόνοις ὑπάρχουσι), πρὸ δὲ τῆς γενέσεως ἡ κατὰ τόπον, καὶ αἱ λοιπαὶ ἄρα τῆς κατὰ τόπον ὕστεραι. καὶ κατ’ οὐσίαν δὲ καὶ φύσει πρώτη ἡ κατὰ τόπον. τὸ γὰρ τέλειον τοῦ ἀτελοῦς πρότερον τῇ φύσει, ὥσπερ λέγομεν καὶ τὰ θεῖα τὰ ἀεὶ ἐν τέλει ὄντα πρῶτα εἶναι τῶν ἐν γενέσει, ἔστι δὲ τελεία μὲν ἡ κατὰ τόπον (τοῖς γὰρ τετελειωμένοις παραγίνεται), ἀτελεῖς δὲ αἱ λοιπαί. τὸ γὰρ ἔτι γινόμενον ζῷον ἀτελὲς ὂν οὐ μόνον γίνεται ἀλλὰ καὶ ἀλλοιοῦται καὶ αὔξει, κατὰ τόπον δὲ οὐ κινεῖται, εἰ μὴ γένηται τέλειον καὶ ἀπολάβῃ τὸ τοῦ ζῴου εἶδος. διὸ τὰ μὴ ἐξισχύοντα τὴν τοιαύτην τελειότητα ἀπολαβεῖν ἀκίνητα μένει, τά τε φυτὰ καὶ τὰ ζωόφυτα· ἡ γὰρ τῶν ζωοφύτων κίνησις συστολὴ καὶ διαστολὴ καὶ διάχυσις μόνον ἐστίν, οὐ μέντοι τόπου μετάβασις. ὅτι γὰρ ἀτελέστερά ἐστι τῶν ζῴων δῆλον ἐκ τοῦ πάντα μὲν τὰ ὑπάρχοντα αὐτοῖς ὑπάρχειν καὶ τοῖς ζῴοις,2 οἷον αἴσθησιν τὴν κατὰ ἁφὴν γεῦσιν καὶ τὰς φυσικὰς ζωάς, μὴ πάντα δὲ τὰ ὑπάρχοντα τοῖς ζῴοις ὑπάρχειν καὶ αὐτοῖς· οὔτε γὰρ ὄψιν ἢ ἀκοὴν ἢ τὴν κατὰ τόπον ἔχουσι κίνησιν. ἔπειτα εἰ αἱ μὲν ἄλλαι κινήσεις ἐκστατικαί εἰσιν ἢ τῆς οὐσίας ἢ τοῦ ποιοῦ ἢ τοῦ ποσοῦ [αὐτῆς] καὶ φθαρτικαί, ἡ δὲ κατὰ τόπον οὐδὲν τοῦ σώματος φθείρει ἀλλ’ ἄφθαρτον διασῴζει, καὶ διὰ τοῦτο τιμιωτέρα τῶν ἄλλων (πρῶτον δὲ φύσει τὸ τιμιώτερον), μόνη δὲ διὰ τοῦτο καὶ τοῖς ἀϊδίοις προσήκει (ὡς μηδὲν τοῦ ὑποκειμένου ἀλλοιοῦσα), ἅπερ ὁμολογουμένως πρῶτα τῇ φύσει ἐστὶ τῶν γενητῶν, τὸ δὲ τῷ πρώτῳ μᾶλλον προσῆκον μᾶλλόν ἐστι πρῶτον τῶν μὴ προσηκόντων,3 ἡ ἄρα κατὰ τόπον μᾶλλον τῶν ἄλλων ἐστὶ πρώτη. πρὸς δὲ τούτοις ἐδείχθη τῶν κινουμένων πρῶτον εἶναι τὸ αὐτοκίνητον, αὐτοκίνητον δέ ἐστι τὸ δυνάμενον αὐτὸ ἑαυτὸ κινεῖν κατὰ τόπον, 〈πρώτη ἄρα ἡ κατὰ τόπον〉, εἴπερ τὸ ταύτην ἔχον πρῶτόν ἐστι τῶν κινουμένων.

但我并不是就一切被生成之物普遍且单纯而言,而是就每一个个体而言;因为人们绝不应当将普遍意义上的被生成之物与自身作为个体的运动相对比,而应当将个别的生成与个别的运动相对比。他说,如果有人说,位置[运动]后于生成、性质变化和增长,因为动物必须首先生成,然后性质变化和增长,在达到完全后才发生位置运动,那么人们必须知晓,他说,在被生成之物的单个个体上,位置[运动]后于[生成]确实〈发生〉,但我们探究的并非单个个体上发生的情形,而是在宇宙中哪一种运动是第一位的;无论如何,在这一个体的生成之前必定存在运动,即便不是它自身的运动,也是播种者和生育者的运动,而在他们生成之前,播种他们的人的位置运动又先行存在,尤为重要的是,在每一个生成之物的生成之前,属天物体的永恒运动就已经存在,这运动不需要任何其他变化,而是自身产生其他诸变化。因此,如果性质变化和增长后于生成(因为它们仅从属于被生成之物),而位置[运动]在生成之先,那么其余诸运动也就后于位置[运动]。并且在实体上和本性上,位置[运动]也是第一位的。因为完全者在本性上先于不完全者,正如我们说始终处于完全状态的神圣者先于处于生成中的事物一样,位置[运动]是完全的(因为它临在于已被完成的事物中),而其余诸运动则是不完全的。因为仍在生成过程中的动物是不完全的,不仅在生成,而且在性质变化和增长,但除非它已变得完全并获得了动物的形式,否则不在位置上运动。因此,那些无力获得此种完全性的事物保持不动,即植物和植虫类;因为植虫类的运动仅仅是收缩、舒张和弥散,绝非位置的转移。它们比动物更为不完全,这从下述事实显明:凡属于它们的一切亦属于动物,例如触觉的感觉、味觉以及自然的生命功能,但属于动物的并非一切都属于它们;因为它们既无视觉、听觉,亦无位置运动。再者,如果其他诸运动要么使实体、要么使[其]性质或数量发生偏离且具有毁灭性,而位置[运动]绝不毁损物体的任何部分,反而使之不朽地得以保全,并因这一缘故比其他运动更为尊贵(而在本性上更为尊贵者是第一位的),又因此唯有它适合于永恒者(因为它丝毫不改变底层基质),而公认永恒者在本性上先于被生成之物,且与第一者更为适合的事物比不适合者更为第一,那么位置[运动]就比其他运动更加是第一位的。除这些之外,在被动者中第一位的是自行运动者,这一论点已被证明,而自行运动者就是能够自身在位置上运动者;如果拥有此运动者确实在被动者中居于首位,〈那么位置运动便是第一位的〉。

语法注3 条
  1. 12.20τῷ ὄντι 〈συμβαίνει〉 ὑστέραν εἶναι

    抄本缺少 συμβαίνει,但采纳校勘者维泰利补入的动词 〈συμβαίνει〉,其后的宾格加不定式短语 ὑστέραν εἶναι τὴν κατὰ τόπον(位置运动是后在的)作其主语。即使视为省略而不补入动词,其句法含义仍为“后于……确实发生/成真”。

  2. 12.20ἐκ τοῦ πάντα μὲν τὰ ὑπάρχοντα αὐτοῖς ὑπάρχειν καὶ τοῖς ζῴοις

    介词短语 ἐκ τοῦ 引领带冠词的不定式短语 ὑπάρχειν,并与随后的 μὴ πάντα δὲ τὰ ὑπάρχοντα τοῖς ζῴοις ὑπάρχειν καὶ αὐτοῖς 构成 μέν...δέ 的并列结构,整体作 δῆλον 的根据说明(“从……这一事实中显明”)。

  3. 12.20τὸ δὲ τῷ πρώτῳ μᾶλλον προσῆκον μᾶλλόν ἐστι πρῶτον τῶν μὴ προσηκόντων

    τῶν μὴ προσηκόντων 为比较属格,从属于比较级短语 μᾶλλόν ἐστι πρῶτον(“更加是第一位的”)。主语是中性分词短语 τὸ τῷ πρώτῳ μᾶλλον προσῆκον(“与第一者更为适合的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:898.4-899.11