- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:897.1-898.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》260b15,列举“第一”的三种含义(时间、本性/共废性、实体/完全性),并依据天体永恒运动的优越性与因果性,证明位置运动在所有含义下均为第一运动。
" Ἔτι κἀντεῦθεν ἐπισκοποῦσιν ἔσται φανερὸν ὅτι ἡ φορὰ πρώτη." Ἄλλως ἐπιχειρεῖ ὅτι πρώτη τῶν ἄλλων κινήσεών ἐστιν ἡ κατὰ τόπον· δηλοῦντες, γάρ φησι, τὰ τοῦ πρώτου σημαινόμενα, εὑρήσομεν κατὰ πάντα τὰ σημαινόμενα τοῦ πρώτου πρώτην οὖσαν τὴν κατὰ τόπον κίνησιν. λέγεται γὰρ πρῶτον ἤτοι τῷ χρόνῳ, ὡς λέγομεν τοὺς γονεῖς εἶναι πρώτους τῶν παίδων καὶ τοὺς θεμελίους πρώτους εἶναι τῆς ὀροφῆς ἢ ἁπλῶς τὸ παλαιότερον τοῦ νεωτέρου, ἢ τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, ὡς λέγομεν τὸ ζῷον πρῶτον εἶναι τοῦ ἀνθρώπου, καὶ τὸ τῇ οὐσίᾳ πρῶτον καὶ τιμιώτερον, ὥσπερ λέγομεν τὰ τέλεια πρώτην τάξιν ἔχειν τῇ φύσει τῶν ἀτελῶν, οἷον τὰ λογικὰ τῶν ἀλόγων καὶ τὰ θεῖα τῶν θνητῶν. δείκνυσιν οὖν καθ’ ἕκαστον τῶν τοῦ πρώτου σημαινομένων πρώτην οὖσαν τὴν κατὰ τόπον κίνησιν, καὶ πρῶτόν γε δείκνυσιν ὅτι τὴν ἀίδιον κίνησιν ἀνάγκη εἶναι τὴν κατὰ τόπον·1 συμβάλλεται γὰρ αὐτῷ τοῦτο εἰς τὸ δεῖξαι ὅτι καὶ τῷ χρόνῳ προτέρα ἡ κατὰ τόπον. δείκνυσι δὲ τοῦτο οὕτως· δέδεικται, φησίν, ἀνωτέρω ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι (τοῦτο γὰρ ἐν ἀρχαῖς τοῦ βιβλίου τούτου κατεσκεύασεν), ἀεὶ δὲ ἔσται κίνησις, ἐὰν ἤτοι μία εἴη καὶ συνεχής, ἢ διάφορος μὲν ἐφεξῆς δὲ ἀλλήλαις, βέλτιον δὲ τὸ μίαν εἶναι καὶ συνεχῆ καὶ ἀίδιον καὶ ἁπλῆν (ἐγγὺς γὰρ τοῦτο τοῦ θείου), τὸ δὲ βέλτιον ἐὰν κινῆται ἐπιλέγεται ἡ φύσις καὶ ὁ δημιουργὸς πρὸ τῆς φύσεως2 (τὸ γὰρ δύνασθαί τι καλὸν καὶ μὴ ποιεῖν οὐ θεῖον· ἢ γὰρ φθονεροῦ τοῦτο ἢ ἀργοῦ), ἐνδέχεται δὲ εἶναι συνεχῆ κίνησιν, ὡς δείξει ἐφεξῆς, καὶ ταύτην οὐδεμίαν ἄλλην ἀλλ’ ἢ τὴν κατὰ τόπον· μόνη ἄρα ἡ κατὰ τόπον κίνησις καὶ συνεχὴς καὶ ἀίδιος. δέδεικται γὰρ ὅτι τὴν ἀίδιον δεῖ εἶναι καὶ συνεχῆ, εἴπερ ἐνδέχεται εἶναι συνεχῆ κίνησιν, ὅτι δὲ ἐνδέχεται εἶναι συνεχῆ καὶ ταύτην τὴν κατὰ τόπον ἐφεξῆς δείξει, ἡ κατὰ τόπον ἄρα συνεχὴς καὶ ἀίδιος. ὅτι μὲν οὖν ἀίδιος δῆλον ἐντεῦθεν, ὅτι δὲ καὶ πρώτη δείκνυσι, πρῶτον μὲν ὅτι συναναιρεῖ καὶ οὐ συναναιρεῖται· εἰ γὰρ γένεσις καὶ ἀλλοίωσις καὶ αὔξησις δέονται τῆς κατὰ τόπον, ὡς ἀνωτέρω εἴρηται (καὶ γὰρ καὶ πρὸς γένεσιν δεῖ συνελθεῖν τὰ σπείροντα καὶ γεννῶντα), δῆλον ὅτι ἀναιρεθείσης ταύτης ἀνῄρηνται καὶ αἱ λοιπαί, εἰ δὲ ὑπάρχει αὐτὴ τοῖς οὐρανίοις μηδεμίαν μεταβολὴν δεχομένοις, οὐκ ἄρα προσδεῖται τῶν ἄλλων, ὥστε οὐδὲ συναναιρεῖται αὐταῖς, πᾶσαι δὲ αὐτῆς δέονται, εἴπερ τῇ τοιαύτῃ τῶν οὐρανίων κινήσει τὰς πάσας μεταβολὰς ἔχουσι τὰ ἐν γενέσει, καὶ ὅτι, ὡς εἴρηται, δεῖ πρῶτον κατὰ τόπον κινηθῆναι τὸ ποιοῦν καὶ τὸ πάσχον. ἀλλὰ μὴν καὶ τῷ χρόνῳ πρώτη, εἴπερ μόνη ἀΐδιος δέδεικται· καὶ ὁρῶμεν αὐτὴν μόνην τοῖς ἀϊδίοις σώμασιν ὑπάρχουσαν, τὸ δὲ τοῖς ἀϊδίοις ὑπάρχον ἀΐδιον, τὸ δὲ ἀΐδιον πρότερον τῷ χρόνῳ τῶν γενητῶν.
“此外,对于从下述角度考察的人而言,位移是第一位的也是显而易见的。” 他以另一种方式论证了位置运动在其余诸运动中是第一位的;因为他说,如果我们阐明“第一”的诸种含义,就会发现在“第一”的所有含义上,位置运动都是第一位的。因为被称为“第一”的,或者是在时间上(正如我们说父母先于子女、地基先于屋顶,或简言之较古老者先于较年轻者),或者是在共同取消而自身不被共同取消的意义上(正如我们说动物先于人),或者是在实体上第一且更为高贵的意义上(正如我们说完全者在本性上排在不完全者之首,例如有理性者先于无理性者、神圣者先于会死者)。因此,他在“第一”的每一种含义下都证明了位置运动是第一位的,并且他首先证明了永恒的运动必然是位置运动;因为这有助于他证明位置运动在时间上也是在先的。他如此证明这一点:他说,上文已经证明运动必然永远存在(因为他在本书的开篇确立了这一点),而运动若永远存在,要么是单一且连续的,要么是不同而彼此相继的,但单一、连续、永恒且单纯的存在更为优良(因为这接近于神圣者);而本性以及在本性之先的创世主如果〔某物〕运动,必然选择更为优良者(因为能够做某件善事而不去做并非神圣所为;这要么是出于嫉妒,要么是出于怠惰);而连续运动的存在是可能的,正如他随后所将证明的,并且此运动非别,唯是位置运动;因此唯有位置运动既是连续的又是永恒的。因为已经证明永恒运动必然也是连续的,如果连续运动确实可能存在的话,而运动能够是连续的并且此即位置运动,这一点他将在后文证明,所以位置运动是连续且永恒的。因此,它是永恒的这一点由此已显明,而他证明它也是第一位的:首先是因为它共同取消[其余者]而自身不被共同取消;因为如果生成、性质变化和增长都需要位置运动,如上文所言(因为就生成而言,播种者和生育者亦必须相聚),显而易见,一旦这被取消,其余诸运动亦被取消,但如果它从属于不接受任何变化的属天物体,那么它就不需要其余运动,从而亦不随它们被共同取消,而所有运动都需要它,假若处于生成中的事物正是通过属天物体的这种运动而拥有一切变化的话,并且因为正如所说的那样,施动者与受动者必须首先在位置上发生运动。不仅如此,如果确实唯有它被证明是永恒的,那么它在时间上也是第一位的;并且我们看到唯有它属于永恒的物体,而属于永恒物体者是永恒的,永恒者在时间上是在先于被生成之物的。
- 12.20καὶ πρῶτόν γε δείκνυσιν ὅτι τὴν ἀίδιον κίνησιν ἀνάγκη εἶναι τὴν κατὰ τόπον
在由 ἀνάγκη εἶναι 支配的“带对格的不定式”结构中,出现了两个带冠词的对格:τὴν ἀίδιον κίνησιν 与 τὴν κατὰ τόπον。前者为逻辑主语(“永恒的运动”),后者为逻辑谓语(“是位置运动”)。这预先概括了下文要论证的论点,即永恒的运动必须是连续的,而唯一的连续运动就是位置运动。
- 12.20τὸ δὲ βέλτιον ἐὰν κινῆται ἐπιλέγεται ἡ φύσις καὶ ὁ δημιουργὸς πρὸ τῆς φύσεως
τὸ βέλτιον 是主要中动动词 ἐπιλέγεται(“选择”)的直接宾语。条件状语从句 ἐὰν κινῆται(中被动态)或补充不定主语(τι,“如果某物运动/被运动”),或作非人称被动理解为“如果有运动发生”。无论何种理解,均指最善的运动样态是自然与创世主选择的对象。
