- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:895.1-896.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德在《物理学》卷八第七章开头重新讨论运动优先性的论证结构,解析了位置运动(尤其是圆周运动)先于性质变化与增减的论据,并指出关于浓缩与稀薄的论证属于基于早期自然哲学家通行意见的辩证论证。
" Οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχὴν μᾶλλον ἔσται περὶ τούτου φανερόν." Ἐνταῦθα ἡ πρὸς τὸ ἀνωτέρω ἀπόδοσις ἔνθα ἔλεγεν “ἔστι δὲ τοῦτο δῆλον μέν”, ὡς ἐποίσων καὶ ἄλλο ἐπιχείρημα.1 ἐνταῦθα οὖν ἑτέρᾳ ἐπιχειρήσει κέχρηται πρὸς τὸ δεῖξαι ὅτι ἔστι τι ἀεὶ κινούμενον. καὶ ἄνω μὲν ἀρχὴν ἐλάμβανεν ὅτι ἔστι τι ἀΐδιον καὶ ἀμετάβλητον κινητικὸν αἴτιον, ᾧ ἕπεσθαι ἔλεγεν ἐξ ἀνάγκης τὸ εἶναί τι ἀϊδίως ὑπ’ αὐτοῦ κινούμενον, ἐνταῦθα δὲ πρῶτον ζητεῖ καὶ οἷον ἀρχὴν ποιεῖται τοῦ προβλήματος τίνα δεῖ πρώτην λέγειν τῶν κινήσεων (καὶ δείκνυσιν ὅτι τὴν κατὰ τόπον, καὶ ταύτης τὴν κυκλοφορητικήν), εἶτα οὕτως δείκνυσιν ὕστερον ὅτι ταύτην μόνην ἐνδέχεται συνεχῶς εἶναι καὶ ἀδιάκοπον· ὥστε ἐν μὲν τοῖς ἔμπροσθεν 〈ὅτι〉 ἔστι τι ἀΐδιος κίνησις ἔδειξεν, ἐνταῦθα μέντοι καὶ ὡρισμένως δείκνυσι ποία κίνησίς ἐστι συνεχὴς καὶ ἀΐδιος. ὅτι οὖν πασῶν τῶν κινήσεων πρώτη ἐστὶν ἡ κατὰ τόπον, δευτέρα δὲ ἡ κατὰ ἀλλοίωσιν, καὶ τρίτη ἡ κατὰ αὔξησιν καὶ φθίσιν, δείκνυσιν ἐκ τοῦ μὴ ἂν τὰς ἄλλας ὑποστῆναι δίχα τῆς κατὰ τόπον κινήσεως, ταύτην δὲ χωρὶς τῶν ἄλλων εἶναι δύνασθαι, καὶ πάλιν αὔξησιν μὲν καὶ φθίσιν μὴ ἄνευ ἀλλοιώσεως ὑποστῆναι, ἀλλοίωσιν δὲ χωρὶς ἐκείνων εἶναι δύνασθαι. ἐπί τε γὰρ τοῦ αὐξανομένου δεῖ πρότερον ἀλλοιωθῆναι τὴν τροφὴν ὑπὸ τοῦ τρεφομένου καὶ ἀλλοιωθεῖσαν ἐξομοιωθῆναι καὶ προσκριθῆναι τῷ τρεφομένῳ, ἵνα οὕτως ἡ αὔξησις γένηται (ἡ γὰρ τροφή, ὡς καὶ ἐν τῷ Περὶ γενέσεως λεχθήσεται, πρὶν μὲν προστεθῇ ἐναντία ἐστὶ τῷ τρεφομένῳ, δυνάμει δέ ἐστιν ὁμοία· παθοῦσα γὰρ καὶ μεταβληθεῖσα ἐξομοιοῦται τῷ τρεφομένῳ καὶ οὕτω προσκριθεῖσα αὐτῷ προσφύεται καὶ ποιεῖ τὴν αὔξησιν· ὥστε προηγήσατο τῆς αὐξήσεως ἡ ἀλλοίωσις), ἵνα δὲ γένηται ἀλλοίωσις ἀνάγκη συνελθεῖν τό τε ἀλλοιοῦν καὶ τὸ ἀλλοιούμενον, τουτέστι τὸ τρέφον καὶ τὸ τρεφόμενον (δεῖ γὰρ ἅψασθαι ἀλλήλων τὸ ποιοῦν καὶ τὸ πάσχον), ὥστε χρεία πρὸς τὴν ἀλλοίωσιν τῆς κατὰ τόπον μεταβολῆς. δεῖ γὰρ πλησιάσαι τὸ θερμαῖνον τῷ θερμαινομένῳ καὶ ἁπλῶς τὸ ποιοῦν τῷ πάσχοντι· οὐ γὰρ ἀεὶ ὁμοίως ἔχει τὸ ποιοῦν πρὸς τὸ πάσχον, ἀλλ’ ὁτὲ μὲν ἀφέστηκεν αὐτοῦ ὁτὲ δὲ πλησιάζει αὐτῷ, ὡς ὁ ἥλιος τοῖς τῇδε, τὸ δὲ ἀφεστηκέναι καὶ πλησιάζειν μεταβολή ἐστι κατὰ τόπον· χρεία ἄρα πρὸς τὴν ἀλλοίωσιν τῆς κατὰ τόπον μεταβολῆς. ὥστε χρεία πρὸς μὲν τὴν αὔξησιν τῆς ἀλλοιώσεως, πρὸς δὲ τὴν ἀλλοίωσιν τῆς κατὰ τόπον μεταβολῆς. πρωτίστη ἄρα τῶν κινήσεων ἡ κατὰ τόπον μεταβολή, εἴ γε ἀναιρουμένη μὲν συναναιρεῖ τὰς ἄλλας, οὐ συναναιρεῖται δὲ αὐταῖς· κἂν γὰρ μήτε αὔξησις ᾖ μήτε ἀλλοίωσις, οὐδὲν κωλύει τὴν κατὰ τόπον εἶναι κίνησιν, πρῶτον δὲ τῇ φύσει τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον.2 καὶ ἡ γένεσις δὲ καὶ ἡ φθορὰ ἀλλοιώσεως δεῖται, ὥστε οὐδ’ αὐτὴ ἄνευ τῆς κατὰ τόπον κινήσεως. δείκνυσι δὲ ὅτι τῆς κατὰ τόπον ἡ κύκλῳ προτέρα τῆς κατ’ εὐθεῖαν. ὥστε κινεῖ τὸ ἀκίνητον αἴτιον τὴν πρωτίστην πασῶν κίνησιν καὶ μὴ δεομένην ἄλλης κινήσεως.
“不仅如此,而且对于做出另一开端的人而言,关于此事将更加显明。” 此处是对上文所说的“而这一方面是显然的”之呼应,表明他将要再提出另一条论证。因此在这里,他使用了另一条论证来表明存在着某种永远被运动之物。在上面,他是把存在着某种永恒且不可变的致动动因作为前提,并说必然由此推导出存在着某种被它永恒运动之物;而在这里,他首先探讨并确立了作为论题前提的问题:究竟应当把哪一种运动称为第一运动(并且表明这是位置运动,且在其中是圆周运动),随后又证明唯有这种运动能够是连续不断且不可中断的;因此,在前文中他证明了存在着某种永恒运动,而在这里他进一步确定地表明了何种运动是连续且永恒的。因此,他在所有的运动中证明了位置运动是第一的,性质变化居于第二,增减居于第三,其根据在于:没有位置运动,其余运动便不能存立,而位置运动则能够独立于其余运动而存在;反之,没有性质变化,增减亦不能存立,而性质变化则能够脱离增减而存在。因为在被增长之物中,必须先由被滋养之物使养料发生性质变化,经过性质变化的养料再被同化并增补到被滋养之物中,从而使增长得以发生(正如在《论生成》中也将论述的那样,养料在被增补之前与被滋养之物是相反的,但在潜能上是相似的;因为它承受作用并发生改变,被同化于被滋养之物,如此被增补并附着于其上,从而造成增长;因此性质变化先行于增长);但为了使性质变化发生,致变者与受变者、即滋养者与受滋养者必须相聚(因为施动者与受动者必须互相接触),因此性质变化需要有位置变化。因为致热者必须临近受热者,简言之施动者必须临近受动者;施动者对受动者并非始终保持同样的状态,而是时而远离它,时而临近它,正如太阳对这里的事物一样,而远离与临近正是位置上的变化;因此性质变化需要有位置变化。所以增长需要性质变化,而性质变化需要位置变化。因此,如果位置变化被取消时便共同取消其余运动、而自身却不随它们被取消,那么它就是诸运动中最第一的运动;因为纵使既无增长亦无性质变化,也丝毫不妨碍位置运动的存在,而在本性上共同取消他物而自身不被共同取消者是第一的。并且生成与毁灭亦需要性质变化,从而它们自身离开位置运动亦不可能存在。他还表明在位置运动中,圆周运动优先于直线运动。因此不动动因所运动的是在一切运动中最第一且不需要其他运动的运动。
"Πρώτη δ’ ἥδε καὶ συνεχής, ὅτι τὸ πρῶτον κινοῦν κινεῖ ταύτην τὴν κίνησιν." Ἀνάγκη, φησί, τὴν ἀίδιον κίνησιν ταύτην καὶ πρώτην εἶναι καὶ συνεχῆ καὶ μίαν, διότι καὶ τὸ κινοῦν καὶ πρῶτόν ἐστι καὶ ἓν καὶ ἀμετάβλητον.
“而这一运动是第一且连续的,因为第一致动者运动此一运动。” 他说,这一永恒的运动必然是第一的、连续的且单一的,因为致动者亦是第一的、单一的且不可变的。
"Ἀνάγκη δὲ ἀλλοίωσιν εἶναι τὴν εἰς τὰ ἐναντία μεταβολήν." Ἡ γὰρ τροφὴ ἐναντία πως οὖσα τῷ τρεφομένῳ μεταβάλλει καὶ ἐξομοιοῦται αὐτῷ, ἡ δὲ εἰς τὰ ἐναντία μεταβολὴ ἀλλοίωσίς ἐστι, καὶ ἡ τροφὴ ἄρα δι’ ἀλλοιώσεως γίνεται.
“而向相反者的变化必然是性质变化。” 因为养料在某种程度上与被滋养之物相反,它发生变化并被同化于它,而向相反者的变化是性质变化,因此养料亦是通过性质变化而起作用的。
"Ἔτι δὲ πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις." Τοῦτο ὁμολογουμένως ἔνδοξον καὶ οὐκ αὐτῷ ἀρέσκον τὸ ἐπιχείρημα,3 ἀλλὰ τοῖς λέγουσι τὰ πρῶτα στοιχεῖα ἀμετάβλητα εἶναι κατ’ οὐσίαν διακρίσει πάντα αὐτῶν καὶ συγκρίσει ποιοῦσιν, ὧν ἦν καὶ Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς λέγων ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων. λέγει οὖν ὅτι κατ’ ἐκείνους πρώτη ἐστὶν ἡ κατὰ τόπον κίνησις· εἰ γὰρ πάντα τὰ πάθη πυκνώσει καὶ ἀραιώσει γίνονται, τουτέστι διακρίσει καὶ συγκρίσει, διάκρισίς τε καὶ σύγκρισις γίνεται συνιζανόντων ἢ διισταμένων τῶν σωμάτων, πᾶσα ἄρα μεταβολὴ δεῖται τῆς κατὰ τόπον κινήσεως. ὅτι δὲ οὐκ ἀρέσκει αὐτῷ ταῦτα, δηλοῦσιν αὐταὶ αἱ λέξεις· πυκνότητες γάρ φησι δοκοῦσι, καὶ πάλιν γένεσις λέγεται, ‘εἶναι’ δὲ οὐδαμοῦ εἶπεν.
“再者,一切受动状态的本原是浓缩与稀薄。” 公认这一论证是基于通行意见的论证,并不为他本人所赞同,而是属于那些主张最初的元素在实体上不可变、通过它们的结合与分离产生万物的人;其中有阿那克萨哥拉,以及声称“唯有混合以及被混合者的交替”的恩培多克勒。因此他说,依那些人的观点,位置运动是第一的;因为如果一切受动状态都是由浓缩与稀薄、即分离与结合产生的,而分离与结合是在物体聚集或分离时产生的,那么一切变化就都需要位置运动。至于这些说法并不为他所赞同,词句本身便已表明:因为他说致密“被认为”,又说“被称为”生成,却绝未在任何地方说过“是”。
- 12.16ὡς ἐποίσων καὶ ἄλλο ἐπιχείρημα
连词 ὡς 搭配将来时分词 ἐποίσων,表示前文亚里士多德文句(260a1 中的 μέν)所蕴含的意图或即将引入的内容。主格分词的主语是省略的亚里士多德(第三人称单数)。
- 12.16πρῶτον δὲ τῇ φύσει τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον
省去系词 ἐστί 的定义性句式:带冠词的分词短语 τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον 作主语,πρῶτον 作谓语。与格 τῇ φύσει 是表示视角的与格(“在本性上”)。
- 12.19Τοῦτο ὁμολογουμένως ἔνδοξον καὶ οὐκ αὐτῷ ἀρέσκον τὸ ἐπιχείρημα
省去系词 ἐστί 的句式:τοῦτο 为主语,τὸ ἐπιχείρημα 作同位语或谓词名词。ἔνδοξον 与分词短语 οὐκ αὐτῷ ἀρέσκον 并列充当表语,分词 ἀρέσκον 支配与格 αὐτῷ(“为他所赞同”)。
