← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§893.3-894.30

第一被运动者的永恒性与天球对生灭的中介

斐洛庞诺阐明亚里士多德从第一推动者推导第一永恒被运动者的论证并非循环论证,并解释为何要解释生成与毁灭,除了不动动因之外还必然需要自身亦受运动的永恒天体作为中介。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.12

" Ἀλλὰ μὴν εἴ γέ ἐστί τι τοιοῦτο ἀεὶ κινοῦν μέν τι ἀκίνητον δ’ αὐτὸ καὶ ἀΐδιον, ἀνάγκη καὶ τὸ πρῶτον ὑπὸ τούτου κινούμενον ἀΐδιον εἶναι." Δοκεῖ δὲ διάλληλος ἡ δεῖξις·1 ἄνω μὲν γὰρ ἐκ τοῦ εἶναί τι ἀϊδίως κινούμενον τὸ ἀϊδίως κινοῦν ὅπερ ἀκίνητόν ἐστι κατεσκεύασεν, ἐνταῦθα δὲ ἐκ τοῦ ἀϊδίως κινοῦντος τὸ ἀϊδίως κινούμενον εἰσφέρει. οὐ μὴν ἀλόγως τοῦτο ἐποίησεν, ἀλλ’ ἐπειδὴ τῆς ἀϊδίως τῶν γενητῶν διαδοχῆς ἀνάγκη εἶναι ἕν τι καὶ ἀΐδιον αἴτιον,2 τοῦτο δὲ ὁ μὲν ἴσως ἂν εἴποι κινούμενον εἶναι ὁ δὲ ἀκίνητον, διὰ τοῦτο δείκνυσιν ὅτι εἴτε κινούμενον εἴη τοῦτο τὸ ἀΐδιον, ἀνάγκη καὶ ἀκίνητον εἶναί τι ἀΐδιον ἀφ’ οὗ τὸ κινούμενον ἀϊδίως κινεῖται, ὡς προείρηται, εἴτε ἀκίνητον εἴη, πάντως δεῖ τι εἶναι τὸ ἀιδίως κινούμενον ὃ προσεχῶς κινήσει δι’ ἑαυτοῦ τὰ μὴ ἀιδίως κινούμενα. εἰ γὰρ τὸ πανταπασιν ἀκίνητον μὴ δι’ ἀιδίως κινουμένου ἀλλ’ ἀμέσως κινήσει ἅπαντα, οὐδὲν ἔσται γενητὸν καὶ φθαρτόν, ἀλλὰ πάντα ἀεικίνητα καὶ ὡσαύτως ἔχοντα, ὥστε ἀναιρεθήσεται γένεσις καὶ φθορά. οὐκ ἄρα τὸ ἀκίνητον αἴτιον προσεχῶς κινήσει, ἀλλ’ ἕτερόν τι ἀίδιον καὶ αὐτό, ἵνα σῴζῃ τὴν ἐν τῇ γενέσει καὶ φθορᾷ ἀιδιότητα, οὐκ ἀκίνητον δὲ οὐδὲ ἀμετάβλητον, ἵνα τῇ τροπῇ ἑαυτοῦ καὶ μεταβολῇ τὰς διαφόρους μεταβολὰς ἐργάζηται, τάς τε κατὰ γένεσιν λέγω καὶ φθορὰν καὶ τὰς λοιπάς. ἀμετάβλητον γὰρ ὂν μίαν ἂν εἰργάσατο καὶ μονοειδῆ καὶ ἀίδιον κίνησιν, νῦν δέ, ὡς μὲν ὑπὸ ἀκινήτου κινούμενον, ἀεὶ καὶ ὡσαύτως κινεῖται (καὶ διὰ τοῦτο τῆς ἀιδίου τοῖς μερικοῖς μεταβολῆς αἴτιον γίνεται), ὡς δὲ κατὰ τὴν κίνησιν τῶν μερῶν ἄλλην καὶ ἄλλην σχέσιν ἴσχον πρὸς τὰ ὑπ’ αὐτοῦ κινούμενα, εἰκότως διαφόρως αὐτὰ κινεῖ ποτὲ μὲν γένεσιν ποιοῦν ποτὲ δὲ φθοράν (οἷον ὁ ἥλιος προσιὼν θερμαίνει καὶ ποιεῖ φθορὰν μὲν ὕδατος, ἀέρος δὲ γένεσιν ἢ πυρός, ἀπιὼν δὲ τὸ ἐναντίον), ὅπερ οὐχ οἷόν τε ἦν ἐπὶ τοῦ ἀκινήτου αἰτίου γενέσθαι.

“然而,若确有某种始终致动某物、而自身却不动且永恒的事物,那么首先被此物所运动者也必然是永恒的。” 这一证明似乎是循环的;因为在上面,他是从存在着某种被永恒运动之物确立了永恒致动且不动者,而在这里,他则是从永恒致动者引出被永恒运动者。但他并非无理地这样做;相反,既然在生成之物的永恒相继中必然存在着单一且永恒的动因,而对此有人或许会说是被运动的,另有人则会说是不动的,因此之故他表明,无论这一永恒者是被运动的,如前所述,就必然也存在着某种不动且永恒者,被运动者永恒地从其发端被运动;抑或它是不可动的,就绝对必须存在某种被永恒运动之物,它将直接通过自身运动那些并非永恒被运动的事物。因为如果全然不动者不是通过被永恒运动之物而是直接地运动万物,那么就没有任何可生成与可毁灭之物,而是一切事物都将永远运动并保持同样的状态,从而生成与毁灭将被取消。因此,不动的动因并非直接致动,而是由自身亦永恒的另一种事物直接致动,以便在生成与毁灭中保持永恒性;但它并非不动亦非不变,以便通过自身的转向与变化产生各种不同的变化,我指依生成与毁灭而言的变化以及其余的变化。因为如果是不可变的,它就会产生单一、均质且永恒的运动;但现在,一方面作为被不动者所运动的事物,它始终以同样的方式被运动(并因此之故成为个别事物永恒变化的原因),另一方面依照诸部分的运动,它对其所运动的事物具有相继不同的关联,从而合理地以不同方式运动它们,时而产生生成,时而产生毁灭(例如太阳临近时变热并产生水的毁灭与空气或火的生成,远离时则产生相反的结果),而这在不动动因的情形下是不可能产生的。

§12.13

"Ἔστι δὲ τοῦτο δῆλον μέν." Ὁ ‘μέν’ σύνδεσμος δηλοῖ ὡς ἄλλῃ χρήσεται ἐπιχειρήσει, ἐπάξει δὲ αὐτὴν μετὰ πολλά, ἧς ἡ ἀρχὴ “οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχήν”.

“而这一方面是显然的。” 连词 μέν 表明他将使用另一种论证,并且他将在许多文字之后引入它,其开端是“不仅如此,而且对于做出另一开端的人而言”。

§12.14

"Ἅτε οὐδὲ αὐτὸ οὐδὲν μεταβάλλον πρὸς τὸ κινούμενον." Τουτέστι τὴν αὐτὴν σχέσιν ἀεὶ φυλάττον πρὸς τὸ κινούμενον.

“因其自身对被运动者亦毫无变化。” 这就是说,对被运动者始终保持相同的关系。

§12.15

"Τὸ δὲ κινούμενον ὑπὸ τοῦ ἀκινήτου δὲ κινουμένου ἤδη, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα, οὐ τῆς αὐτῆς ἔσται κινήσεως αἴτιον." Πολλαχῶς ἐστι τὰ ἀιδίως κινούμενα, τὰ μὲν αὐτόθεν ὑπὸ ἀκινήτου, ὡς ἡ ἀπλανής, τὰ δὲ καὶ ὑπὸ κινουμένου, ὡς τὰ ἄστρα κινούμενα ὑπὸ τῶν ἐπικύκλων καὶ τῶν σφαιρῶν. εἰ δὲ γράφοιτο ὑπὸ τοῦ κινουμένου μέν, ὑπὸ τοῦ ἀκινήτου δὲ κινουμένου, περὶ τῶν ἄστρων λέγει, ἃ κινοῦνται ὑπὸ τῶν σφαιρῶν τῶν ὑπὸ ἀκινήτων κινουμένων. τὰ οὕτως οὖν κινούμενα ἄλλοτε ἄλλην σχέσιν ἔχοντα πρὸς τὰ τῇδε οὐκ ἀεὶ τῆς αὐτῆς ἐστι κινήσεως αἴτια. ἀλλὰ διὰ τὸ ἐναντίοις εἶναι τόποις ἢ εἴδεσιν ἐναντίως παρέξεται κινούμενον ἕκαστον τῶν ἄλλων, καὶ ὁτὲ μὲν ἠρεμοῦν ὁτὲ δὲ κινούμενον. πρὸς βορρᾶν γὰρ γινόμενος ὁ ἥλιος ἢ πρὸς νότον, ἢ ψύχει ἢ θερμαίνει τὰ ἐνταῦθα, τῷ εἰς ἐναντίους τόπους γίνεσθαι ἐναντίας καὶ τὰς ἐνεργείας ποιούμενος.3 εἶτα ἐπειδὴ οὐκ εἰσὶν οὗτοι κυρίως ἐναντίοι τόποι, τὸ βοριαῖον λέγω καὶ τὸ νοτιαῖον, ἀλλὰ τὸ ἄνω καὶ τὸ κάτω, διὰ τοῦτο ἐπιδιορθούμενος εἴδη αὐτὰ ἐναντία καλεῖ, ὡς ἐναντίων εἰδῶν ποιητικά, θερμότητος καὶ ψύξεως. εἶτα ἐπειδὴ αἱ ἐναντίαι κινήσεις ἠρεμίᾳ διαλαμβάνονται, ὡς δείξει, εἰκότως καὶ τῆς ἠρεμίας τῶν τῇδε τὰ οὐράνια αἰτιᾶται. Ἔχομεν οὖν ἐκ τῶν εἰρημένων τὸ προτεθὲν ἐξ ἀρχῆς πρόβλημα καὶ ἀπορούμενον, ὅτι τῶν ὄντων τὰ μὲν ἀκίνητά ἐστι, τὰ δὲ ἀεικίνητα, τὰ δὲ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ. τοῦτο δὲ δέδεικται διὰ τοῦ δειχθῆναι ὅτι ἔστι τι ἀκίνητον αἴτιον, καὶ ὅτι τὸ ὑπὸ τούτου κινούμενον ἀεικίνητόν ἐστιν ἐξ ἀνάγκης, διὰ τὸ καὶ τὸ αἴτιον τῆς κινήσεως ἀμετάβλητον εἶναι, τὰ δὲ ὑπὸ τοῦ ἀεικινήτου κινούμενα μὴ ἀεὶ εἶναι κινούμενα, διότι καὶ τὸ αἴτιον τῆς κινήσεως μεταβλητόν.

“而被那已被不动者所运动的被运动者所运动之物,由于对事物处于相异的关系,将不是同一运动的原因。” 被永恒运动之物是多样的:有的直接被不动者所运动,如恒星天球;有的也被被运动者所运动,如被本轮和天球所运动的星辰。若异文作“被那被运动者、然而被不动者所运动之物”,他是指那些被受不动动因所运动的天球所运动的星辰。因此,以这种方式被运动的事物,由于在不同时刻对这里的事物具有不同的关系,并不始终是同一运动的原因。而是由于处于相反的处所或形式,它们将使得其余各个事物以相反的方式被运动,并且时而静止,时而被运动。因为太阳居于北方或居于南方,要么使这里的事物变冷,要么使其变热,通过进入相反的处所而使其活动亦成为相反的。其次,由于这些并非本真意义上的相反处所(我指北方与南方),而上与下才是,因此之故他加以修正,称它们为相反的形式,意即作为产生相反形式——冷与热——的原因。其次,由于相反的运动被静止所间隔,如他将要表明的那样,天体合理地亦被视为这里的事物之静止的原因。因此,从所论述的内容中,我们得到了最初提出且被作为疑难的问题:即在存在者中,有的是不动的,有的是永远运动的,有的则时而运动时而静止。而这一点得到证明,是由于已证明:存在着某种不动的动因,并且被此动因所运动者由于运动的动因亦不可变而必然是永远运动的,而被永远运动者所运动的事物由于运动的动因亦可变而并非始终被运动。

语法注3 条
  1. 12.12Δοκεῖ δὲ διάλληλος ἡ δεῖξις

    διάλληλος 为逻辑学术语,意为“循环的”或“互证的”。上文从永恒运动的事实推导出永恒的不动动因,而此处又从永恒动因推出被永恒运动之物,菲洛庞诺在此指出了表面上的循环论证疑难。

  2. 12.12ἐπειδὴ τῆς ἀϊδίως τῶν γενητῶν διαδοχῆς ἀνάγκη εἶναι ἕν τι καὶ ἀΐδιον αἴτιον

    副词 ἀϊδίως 在语义上修饰名词短语 τῶν γενητῶν διαδοχῆς(“生成之物的永恒相继”),对表示继承/延续的名词发挥状语性修饰作用。

  3. 12.15τῷ εἰς ἐναντίους τόπους γίνεσθαι ἐναντίας καὶ τὰς ἐνεργείας ποιούμενος

    定冠词与格不定式 τῷ... γίνεσθαι 作手段/原因状语(“因处于相反的处所”),后接与主语(ὁ ἥλιος)一致的主格分词 ποιούμενος(“使……成为相反的”),表述太阳处所的相反导致其作用相反的因果结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:893.3-894.30