← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§891.13-893.2

附带属性的运动与天球中的不动动因

斐洛庞奴斯注解了259b16–31,论证自致动者中的致动者因随身体运动而依附带属性被运动,故不能成为永恒运动的原因,第一动因必须是全然不动的。进而,他将依附带属性的运动区分为源于自身与源于他者两类,梳理了恒星天球、行星、本轮以及可毁灭的生物各个层级中不动动因的存在方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.8

" Ἐν πᾶσι δὲ τούτοις κινεῖται τὸ κινοῦν πρῶτον καὶ τὸ αἴτιον τοῦ αὐτὸ αὑτὸ κινεῖν ὑφ’ ἑαυτοῦ." Ἐντεῦθεν λοιπὸν ἡ πρὸς τὰ ἄνω συνέχεια τῶν ἄλλων μεταξὺ εἰρημένων, ὥστε μετὰ τὸ “ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ 〈αὑτά〉, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος” συντακτέον εὐθὺς τὸ ἐν πᾶσι δὲ τούτοις κινεῖται τὸ κινοῦν πρῶτον καὶ τὰ ἑξῆς.1 ἡ δὲ διάνοια ὅτι εἰ καὶ ἔστιν ἐν τοῖς αὐτοκινήτοις ἀκίνητόν τι αἴτιον, οὐ κυρίως ἐστὶν οὐδὲ παντελῶς ἀκίνητον· κινεῖται γὰρ κατὰ συμβεβηκὸς κινουμένου τοῦ σώματος, ὥσπερ τὰ διὰ μοχλείας κινοῦντά τι καὶ τῷ κινεῖν ἐκεῖνα συγκινούμενα * * * ὑπ’ αὐτῶν, ὡς οἱ θῆρες οἱ ἐν ζωγρείοις συγκεκλεισμένοι καὶ κινοῦντες ἑαυτούς. εἰ δὲ κινεῖται ὅλως ὁπωσοῦν καὶ μεταβάλλει, ἀδύνατον συνεχῆ καὶ ἀίδιον κίνησιν κινεῖν· οὐ γὰρ φυλάξει ἐν ταυτότητι τὰ κινούμενα τὸ κινητικὸν αἴτιον. οὐδὲν ἄρα τῶν τοιούτων αἰτίων ἀίδιον κινήσεως αἴτιον εἶναι δύναται. εἰ οὖν δέδεικται ἀίδιον εἶναι κίνησιν, ἀνάγκη ἄλλο τι εἶναι παντάπασιν ἀκίνητον αἴτιον ταύτης τῆς κινήσεως καὶ παντελῶς ἀμετάβλητον, μηδὲ κατὰ συμβεβηκὸς μεταβάλλον· τῆς γὰρ ἀρχῆς μενούσης τοιαύτης, ἀνάγκη καὶ τὸ πᾶν μένειν ὡς ἔχει, τῆς ἰδίας ἀρχῆς ἐξηρτημένον.

“而且在这一切之中,那首先致动且是自身致动之原因者,被自身所运动。” 从此往后是与上文的接续,在中间所说的其他内容之后;因此在“而且我们还清楚地看到有这样能使自身运动的事物,诸如有灵魂之物的属和动物的属”之后,必须直接连接上“而且在这一切之中,那首先致动者被运动”及其后继文字。其含义是,即使在自致动者中存在着某种不动的动因,它也并非本真地、亦非完全地不动;因为在身体被运动时,它是依附带属性而被运动的,正如那些通过杠杆运动某物、并因运动那些事物而一同被运动者 * * * 被它们所运动,又如被关在笼子里并运动自身的野兽。但如果它以任何方式根本上被运动且发生变化,它就不可能使之以连续且永恒的运动运动;因为致动的动因不能使被运动者保持在同一性中。因此,此类原因中没有一个能够成为运动的永恒动因。既然已经证明运动是永恒的,就必然存在着此种运动的另一种全然不动且完全不变的动因,它甚至不依附带属性而变化;因为原理保持如此,全体也必然保持其所是的状态,依附于其固有的原理。

§12.9

"Οὐκ ἔστι δὲ ταὐτὸ τὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ καὶ ὑφ’ ἑτέρου." Ὅτι μὲν οὐδὲ κατὰ συμβεβηκὸς ἡ ἐν τοῖς οὐρανίοις ἀκίνητος αἰτία 〈κινεῖται〉, δῆλον μὲν ἐξ ὧν τὰ οὐράνια οὐ καθ’ ὅλα ἑαυτὰ κινεῖται ἀλλὰ κατὰ μέρη τοῦ ὅλου ὄντος ἀκινήτου, ὥστε καὶ ἡ ἐν αὐτῷ κινητικὴ δύναμις ἀκίνητός ἐστι κινοῦσα τὸ ὅλον τοῖς μέρεσι καὶ μὴ τόπον ἐκ τόπου τὸ ὅλον μεταφέρουσα. οὐ γὰρ δὴ καὶ αὐτὴν τοῖς μέρεσιν ἑαυτῆς συγκινεῖσθαι φήσομεν κατὰ συμβεβηκός· ἀμερὴς γάρ ἐστιν ἀσώματος οὖσα. διὰ τοῦτο μὲν οὖν οὐδὲ κατὰ συμβεβηκὸς ἐκεῖνα κινεῖται, διὰ τὸ μηδὲ τὰ κινούμενα ὑπ’ αὐτῶν κατὰ ὅλα τοὺς τόπους ἀμείβειν, ἀλλὰ κατὰ μέρη. ἀλλ’ ἐπειδὴ καὶ ἐν τοῖς οὐρανίοις εἰσί τινα ἅπερ ὅλως ἀμείβει τοὺς τόπους, οἷον ἥλιος σελήνη καὶ τὰ λοιπὰ ἄστρα, ὡς ἐκ τούτου συμβαίνειν καὶ τὰς ἐν αὐτοῖς ἀκινήτους αἰτίας κατὰ συμβεβηκὸς κινεῖσθαι, διὰ τοῦτο διορίζει τὸ κατὰ συμβεβηκός. διττὸν γὰρ γίνεται τοῦτο, 〈τὸ〉 μὲν ὅταν ἑαυτό τι κινῇ κατὰ συμβεβηκός (ὡς αἱ ἀνθρώπιναι ζωαὶ ἑαυτὰς κινοῦσι κινοῦσαι τὰ σώματα ἐν οἷς εἰσι), τὸ δὲ ὅταν ὑφ’ ἑτέρου τι κινῆται κατὰ συμβεβηκός, ὅπερ καί τισι τῶν οὐρανίων προσήκει. ὁ γὰρ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα αὐτὰ μὲν περὶ τὰ ἴδια κέντρα κινεῖται μὴ ἀμείβοντα τὸν ὅλον τόπον ἐν ᾧ ἐστι τὸ ὅλον αὐτῶν σῶμα, ὑπὸ μέντοι τοῦ ἐπικύκλου, κινουμένου καὶ αὐτοῦ περὶ τὸ ἴδιον κέντρον καὶ συμπεριαγομένου ὑπὸ τῆς σφαίρας, συμπεριάγεται ὅλον δι’ ὅλου τὸ ἄστρον καὶ ἄλλον ἐξ ἄλλου τὸν ὅλον καταλαμβάνει τόπον, ὥσπερ ἀμέλει καὶ ὁ ἐπίκυκλος αὐτὸς μὲν κατὰ μόρια κινεῖται περὶ τὸ ἴδιον κέντρον κινούμενος, ὑπὸ δὲ τῆς σφαίρας ἐν ᾗ ἐστιν ὅλως συμπεριάγεται· ὥστε καὶ αἱ ζωαὶ αἱ ἐν τούτοις κατὰ συμβεβηκὸς ὑπ’ ἄλλων κινοῦνται οὐχ ὑφ’ ἑαυτῶν ὃν τρόπον 〈τὰ〉 ἐν γενέσει, ἡ μέντοι ἀπλανὴς καὶ ἑκάστη τῶν λοιπῶν σφαιρῶν οὐδὲ ὑφ’ ἑτέρου κινοῦνται. ὅταν δὲ λέγωμεν κινεῖσθαι τὰ ἀκίνητα, οὐ τοὺς νοῦς λέγομεν (οὐ γάρ εἰσιν οὕτως ἐν ὑποκειμένῳ τῷ σώματι ὥστε καὶ συγκινεῖσθαι αὐτῷ κατὰ συμβεβηκός), ἀλλὰ τὰς ἐν ὑποκειμένοις τοῖς σώμασιν ἀσωμάτους μὲν ἀλόγους δὲ ζωάς· ὁ γὰρ νοῦς ἔξωθεν ἐπιλάμπει τῷ σώματι.

“而依附带属性被自身所运动与被他者所运动并非同一回事。” 天体中不动的动因甚至不依附带属性[被运动],这一点显然是从天体并非就其自身整体而言运动、而是在整体不动的状态下就部分而言运动中看出的,从而其中的致动能力也是不动的,它通过诸部分运动整体,而并非将整体从一处转移至另一处。因为我们绝不会说它自身也依附带属性与自身的诸部分一同被运动;因为它是非肉体的,是没有部分的。因此之故,那些动因甚至不依附带属性被运动,这是因为被它们所运动的事物并非作为整体改变处所,而是就部分而言改变。但是,既然在天体中也有某些作为整体改变处所的事物,如太阳、月亮和其余星辰,以至于由此导致它们之中的不动动因也依附带属性被运动,因此之故他区分了依附带属性的情形。因为这是以两种方式产生的:其一,当某物依附带属性使自身运动时(正如人类的生命通过运动其所栖身之身体而使自身运动);其二,当某物依附带属性被他者所运动时,这同样适用于某些天体。因为太阳和其余星辰自身围绕其固有的中心运动,并不改变其整个身体所在的整个处所,然而由于本轮自身亦围绕其固有中心运动并被天球带动公转,整个星辰便完完全全地一同公转,并相继占据一个又一个整个处所,正如同本轮自身围绕其固有中心运动时虽然就部分而言被运动,却作为整体被其所在的天球带动公转一样;因此,在这些天体中的诸生命也是依附带属性被他者运动,而不是像生成中的事物那样被自身运动,然而恒星天球和其余各天球甚至不被他者所运动。当我们说不动者被运动时,我们并非指诸理智(因为它们并非以也会依附带属性与身体一同被运动的方式存在于作为载体的身体中),而是指作为载体的身体中的非肉体却非理性的诸生命;因为理智是从外部照耀身体的。

§12.10

"Ὅσα πλείους φέρεται φοράς." Τουτέστιν ὅσα κινοῦνται μὴ μόνον περὶ τὰ ἴδια κέντρα ὑφ’ ἑαυτῶν, ἀλλὰ καὶ περὶ ἄλλα ὑφ’ ἑτέρων, ὑπό τε τῶν ἰδίων ἐπικύκλων καὶ τῶν σφαιρῶν καὶ ἔτι τῆς ἀπλανοῦς. ταῦτα δέ ἐστι τά τε ἄστρα καὶ οἱ ἐπίκυκλοι.

“凡进行多种位移运动者。” 这就是说,凡不仅由于自身围绕固有中心运动,而且由于他者——即固有本轮、天球以及恒星天球——围绕其他[中心]运动的事物。这些就是星辰和本轮。

§12.11

"Θάτερον δὲ τοῖς φθαρτοῖς μόνον." Τουτέστι τὸ ὑφ’ ἑαυτῶν κινεῖσθαι. τὸ δὲ μόνον ἀντὶ τοῦ μόνοις·2 δύναται γὰρ ἡ ἐν ἀνθρώπῳ ζωὴ καὶ ὑφ’ ἑτέρου τοῦ βαστάξαντός τι ἢ ὠθήσαντος κινεῖσθαι κατὰ συμβεβηκός. δῆλον δὲ ὅτι ἐπὶ ἀνθρώπων οὐ τὴν λογικήν φαμεν ζωήν, ἀλλὰ τὴν ἐν ὑποκειμένῳ.

“而另一种则仅属于可毁灭之物。” 这就是说,被自身所运动。而 μόνον 是用来代替 μόνοις 的;因为人身上的生命也可以被搬动或推搡某物的他者依附带属性所运动。显然,关于人,我们所说的并非理性生命,而是存在于载体之中的生命。

语法注2 条
  1. 12.8συντακτέον εὐθὺς τὸ ἐν πᾶσι δὲ τούτοις κινεῖται τὸ κινοῦν πρῶτον καὶ τὰ ἑξῆς

    动词性形容词 συντακτέον(“必须连接”)构成非人称结构,支配由中性定冠词 τὸ 引导的亚里士多德原文引句(ἐν πᾶσι δὲ τούτοις...)作为其语法宾语。这向读者指示了文本的承接关系,即在259b1–15的插入讨论之后,应将259b16的引文直接与259b1的句末相衔接。

  2. 12.11τὸ δὲ μόνον ἀντὶ τοῦ μόνοις

    针对亚里士多德原文(259b31)中的副词或中性宾格形式 μόνον,斐洛庞奴斯判定它是用来替代(ἀντί)修饰 τοῖς φθαρτοῖς 的与格复数形容词 μόνοις(“仅属于……”)。这一语法判断使文义得以理顺:既然可灭之物也能被他者依附带属性所运动,则唯有“依附带属性被自身运动”才“仅仅”属于可灭之物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:891.13-893.2