- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:889.30-891.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯考察了动物等自致动者看似从静止开始运动的现象,指出它们仅在位置运动上能使自身运动,且其运动契机以及其他运动(消化、生长、变质)皆依赖于外在原因和周围环境,从而驳斥了运动从绝对不存在中产生的疑难。
" Ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ αὑτά, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος." Ἢ ἐκ παραλλήλου1 καλεῖ τὸ αὐτό, τὸ ζῷόν φημι καὶ τὸ ἔμψυχον, ἢ ἔμψυχα καλεῖ τὰ ζωΰφια. τὰ δ’ ἐντεῦθεν ὥσπερ μεταξυλογίαι εἰσί, λέγω δὲ ἐκ τοῦ ταῦτα δὲ δόξαν παρέχει μήποτε ἐνδέχεται κίνησιν ἐγγίνεσθαι μὴ οὖσαν ὅλως. ἐπεὶ γὰρ εἶπεν ὅτι ὁρῶμεν τὰ ποτὲ μὲν κινοῦντα ἑαυτά, ποτὲ δὲ ἠρεμίζοντα, ἅτινά ἐστι τὰ ζῷα, ἀνέμνησεν ἡμᾶς τῆς ἐν ἀρχῇ τοῦ βιβλίου τούτου ἀπορίας, ὅτι ἔνθεν ἠπορεῖτο μήποτε ἐνδέχεται κίνησιν γενέσθαι μηδαμῶς οὖσαν πρότερον. ἠρεμοῦντα γάρ, φησί, καὶ μὴ κινούμενα, ὡς δοκεῖ, ὕστερον κινεῖται, ὥσπερ ὅταν καθεύδοντα ἐγείρηται. καλῶς δὲ εἶπεν ὡς δοκεῖ· τῇ γὰρ ἀληθείᾳ ἀεὶ κινεῖταί τινα κίνησιν, εἰ καὶ μὴ τὴν κατὰ τόπον, ὡς ἐν ἐκείνοις ἐλέγετο.
“而且我们还清楚地看到有这样能使自身运动的事物,诸如有灵魂之物的属和动物的属。” 他要么是用并列的词称呼同一种事物,我指的是动物和有灵魂之物,要么是用有灵魂之物指小动物。从此处往后的论述可以说是插入性讨论,我指的是从“而这些事物提供了这样一种看法,即完全不存在的运动是否可能产生”开始的论述。因为既然他说我们看到那些时而使自身运动、时而使自身静止的事物,即动物,他便让我们回忆起本卷开篇处的疑难,即从这里曾产生出疑难:先前完全不存在的运动是否可能产生。因为他说,正如看起来的那样,处于静止且不被运动的事物在后来被运动了,正如从睡眠中醒来时那样。而他说“正如看起来的那样”是很妥当的;因为在真理上,即便不是在位置方面的运动,正如在那些章节中所说的,它也始终在作某种运动。
"Τοῦτο δὲ δεῖ λαβεῖν, ὅτι μίαν κίνησιν αὐτὰ κινεῖ." [Καὶ] βούλεται δεῖξαι ὅπερ ἔναγχος εἴπομεν, ὅτι οὐκ ἐπὶ πάσης κινήσεως ἑαυτοῖς ἐστιν αἴτια τὰ αὐτοκίνητα, ἀλλὰ μόνης τῆς κατὰ τόπον, καὶ ταύτης οὐ κυρίως οὐδὲ μόνα· δέονται γὰρ τῶν ἔξωθεν. ὑπό τε γὰρ τῶν ὀρεκτῶν κινεῖται ἔξωθεν ὄντων, καὶ τῆς τροφῆς πεττομένης μὲν καθεύδουσι, τῷ πληροῦν τοὺς πόρους2 δι’ ὧν αἱ αἰσθητικαὶ δυνάμεις φέρονται ἐκ τοῦ ἐγκεφάλου ἐπὶ τὸ λοιπὸν σῶμα (οὐδὲν γὰρ ἄλλο ἐστὶν ὁ ὕπνος ἢ ἠρεμία αἰσθήσεων, αὕτη δὲ γίνεται τῶν ἐκ τῆς πέψεως ἀτμῶν πληρούντων τοὺς πόρους, δι’ ὧν τὸ αἰσθητικὸν διικνεῖται πνεῦμα, καὶ κωλυόντων φέρεσθαι ἐπὶ τὸ σῶμα), ὅταν δὲ ἤδη διακρίνηται ἡ τροφὴ καὶ διαφορῆται μετὰ τὴν πέψιν τὰ περιττώματα, τότε γίνεται καὶ ἡ ἐγρήγορσις τῶν πόρων τοῦ αἰσθητικοῦ πνεύματος διαφορηθέντων. τῆς δὲ πέψεως αἰτίαι μὲν καὶ αἱ φυσικαὶ δυνάμεις, αἴτιον δὲ καὶ τὸ περιέχον τοιῶσδε διατιθὲν τὸ σῶμα· διὸ οὐδὲ συνεχῶς ταύτην ἑαυτὰ κινεῖ τὴν κίνησιν, ἅτε δεόμενα καὶ τῆς ἔξωθεν ῥοπῆς. κατὰ αὔξησιν μέντοι καὶ ἀλλοίωσιν προφανῶς οὐχ ὑφ’ ἑαυτῶν κινοῦνται τὰ ζῷα, ἀλλ’ ὑπό τε τῆς φυσικῆς δυνάμεως καὶ τοῦ περιέχοντος· διὸ καὶ μὴ κινούμενα τὴν ὑφ’ ἑαυτῶν κίνησιν, τουτέστι τὴν κατὰ τόπον, καὶ αὔξεται καὶ ἀλλοιοῦται.
“但这必须把握,即它们只以单一的运动使[自身]运动。” [而且]他想要表明我们方才所说的那一点,即自致动者并非就每一种运动而言都是自身的动因,而仅仅就位置方面的运动而言是动因,而且就此而言也并非在本真意义上,亦非单独地如此;因为它们需要外在之物。因为它们既被外在的欲望对象所运动,又在食物消化时入睡,这是由于感觉能力从大脑通向身体其余部分的孔道被充满了(因为睡眠无非是感觉的静止,而这是在消化产生的蒸气充满感觉精气所穿行的孔道并阻碍其通向身体时产生的);但当食物已经被分离、残余物在消化后消散时,随着感觉精气的孔道得以通畅,觉醒便发生了。而消化的原因固然既有自然的诸机能,但以特定方式处置身体的周围环境也是原因;因此它们也不会连续地以这种运动使自身运动,因为它们还需要来自外在的冲力。然而,就生长与变质而言,动物显然不是由自身所运动的,而是由自然机能与周围环境两者所运动的;因此,即使它们没有被自身所产生的运动——即在位置方面的运动——所运动时,它们也既生长又变质。
"Ἄλλο γὰρ τὸ κινοῦν αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων αὐτά.3" Ἄλλο ἐστί, φησί, τὸ κινοῦν τὸ ζῷον κινούμενον καὶ αὐτὸ καὶ μεταβάλλον πρὸς ἕκαστον ἀέρα ἢ καιρὸν ἢ τόπον τὸν κινοῦντα αὐτὰ τὰ ζῷα. εἴη δ’ ἂν τοῦτο τὸ ἔμφυτον θερμόν, ὅπερ τῇ τοῦ ἀέρος συμμεταβάλλον κράσει τοίως ἢ τοίως κινεῖ τὸ ζῷον. ἀλλ’ οὐκ ἔξωθεν τοῦτο, περὶ δὲ τοῦ ἔξωθεν αἰτίου ὁ λόγος. εἰ δὲ ἔχει ἡ λέξις αὐτά, οὕτω νοητέον· ἄλλο γάρ ἐστι τὸ κινοῦν τὰ ζῷα, οἷον ὁ ἀὴρ κινούμενος καὶ ἑαυτὸν μεταβάλλων καὶ ἐφαρμοζόμενος ἄλλως καὶ ἄλλως τοῖς αὐτοκινήτοις. καὶ συμπρεπόντως αὐτά, κἂν μὴ ἔχῃ τὸ ἐ, δασυντέον αὑτά· κρείττων γὰρ ἡ δευτέρα ἐξήγησις. ὁ δὲ Ἀλέξανδρος λέγει καὶ ἄλλως τὸ κυκλοφορητικὸν σῶμα, ὡς μετ’ ὀλίγον δείξει· τοῦτο γὰρ συνεχῶς ἐξ αὑτοῦ καὶ ἀεὶ κινούμενον πᾶσι τοῖς κινουμένοις αἴτιον γίνεται τῆς μεταβολῆς. καὶ δὴ καὶ τὰ προσπίπτοντα τοῖς ζῴοις ἔξωθεν καὶ κινοῦντα αὐτὰ τὰς φυσικὰς μὲν οὐκ ἐξ αὐτῶν δὲ κινήσεις, οἷον φέρε τὰς κατ’ ἀλλοίωσιν, ὑπ’ ἐκείνου κινούμενά τε καὶ μεταβάλλοντα προσπίπτοντα κινεῖ αὐτά, ποτὲ μὲν θερμαινόμενα ποτὲ δὲ ψυχόμενα καί τινα ἄλλην μεταβάλλοντα μεταβολήν, ὧν ἔνια, ἀποστροφῆς αἴτια γινόμενα, τῆς κατὰ τόπον τῶν αὐτοκινήτων κινήσεως τὴν πρώτην ἀρχὴν ἔχειν.4 ἐπεὶ τοίνυν καὶ τούτοις ἔξωθεν ἡ ἀρχὴ τῆς κινήσεως, διὰ τοῦτο οὐ συνεχῶς αὐτὰ κινεῖ. εἰ οὖν ἐν τῷ ἠρεμεῖν τὰ αὐτοκίνητα ἔξωθέν ἐστι τὸ κινοῦν αὐτὰ καὶ οὐ παντελῶς ἠρεμεῖ, οὐκ ἄρα οὐ παντελῶς ἐν τοῖς ζῴοις γίνεται κίνησις.
“因为那运动它者,自身亦被运动,且相对于致动它们的各事物而发生变化,乃是另一物。” 他说,那运动动物之物,自身亦被运动,且相对于致动动物自身的每一种空气、时令或处所而发生变化,乃是另一物。而这可能是生来之热,它随着空气的调和而共同变化,以此种或彼种方式运动动物。但这并不是外在的,而这里的讨论是关于外在原因的。如果文句作 αὐτά,则必须这样理解:因为致动动物者乃是另一物,例如空气,它被运动并改变自身,以不同方式适形于自致动者。而且相应地,即使没有 ἐ,αὐτά 也应当加上粗气符读作 αὑτά;因为第二种解释更好。但亚历山大以另一种方式说是作圆周运动的物体,正如他不久后将表明的那样;因为这物体由于自身而连续且恒常地被运动,成为一切被运动者变化的动因。并且,那些从外部触及动物并以自然的而非源于动物自身的运动——例如变质方面的运动——来致动动物的事物,也是被那[圆周运动的物体]所运动并变化着触及并致动动物的,它们时而被加热,时而被冷却,并发生某种其他的变化,其中有些事物成为回避的原因,从而掌握了自致动者在位置方面运动的第一原理。既然对这些事物而言,运动的原理也是来自外部的,因此它们并不连续地运动自身。所以,如果自致动者在静止时致动它们者是来自外部的,并且它们并非全然静止,那么就绝非在动物中产生出了先前完全不存在的运动。
- 12.5ἐκ παραλλήλου
意为“并列地”或“作为同义重复”的副词性表达。此处针对亚里士多德在引文中并提 τὸ τῶν ἐμψύχων 与 τὸ τῶν ζῴων γένος,提出两种可能:要么两词作为并列同义表达,要么“有灵魂之物”特指小动物。
- 12.6τῷ πληροῦν τοὺς πόρους
带定冠词中性单数与格 τῷ 的动词不定词(冠词不定词),表示原因(“由于充满孔道”)。能动不定词 πληροῦν 支配直接宾语 τοὺς πόρους,其施事即随后括号内所解释的消化所产生的蒸气。
- 12.7Ἄλλο γὰρ τὸ κινοῦν αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων αὐτά
引文的句法结构中,Ἄλλο 为表语,τὸ κινοῦν αὐτό(致动它者)为主语,κινούμενον 及之后的各分词修饰主语。注释者讨论的焦点在句末 αὐτά 的读法与句法:究竟是作顺气符(αὐτά,代词宾格复数,指动物们),还是作粗气符的反身代词 αὑτά(= ἑαυτά,意为“使自身运动者”),并明确主张后一种解释更佳。
- 12.7ὧν ἔνια, ἀποστροφῆς αἴτια γινόμενα, τῆς κατὰ τόπον τῶν αὐτοκινήτων κινήσεως τὴν πρώτην ἀρχὴν ἔχειν
间接引语结构,不定词 ἔχειν 承接上文的 λέγει(亚历山大说)。不定词的主语是 ὧν ἔνια,关系代词 ὧν 先行词为外部作用于动物的各种事物,其中某些事物引起回避(ἀποστροφή),从而构成自致动者位置运动的第一动因。
