← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§87.25-89.2

同质部分论与阿那克西曼德的分离说

菲洛波诺斯阐释了阿那克萨戈拉的种子比喻与同质部分学说,以及恩培多克勒关于四元素经由爱争发生分离的理论,并指出阿那克西曼德主张从中间物中分离生成的说法实质上与上述观点相同,从而瓦解了他自己设定单一第一本原的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.59#2

ὥσπερ οὖν εἴ τις ἀπὸ τῆς πανσπερμίας κρυπτομένας κριθὰς δι’ ὀλιγότητα ἐξαγάγῃ καὶ ποιήσει1 σωρείαν κριθῶν, οὐ γένεσιν κριθῶν οὗτος ἐποίησεν, ἀλλ’ ἔκφανσιν μόνον καὶ ἔκκρισιν, οὕτως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν πραγμάτων· ὅταν γὰρ ἐκ σαρκὸς ὀστοῦν γίνηται ἤ τι ἕτερον, οὐκ ἔστι τοῦτο γένεσις κυρίως, ἀλλ’ ἔκφανσις μόνον καὶ ἔκκρισις τοῦ πρὶν κρυπτομένου. πλὴν ἐπὶ μὲν τοῦ σωροῦ τῆς πανσπερμίας ἔστιν ἕν τι εἶδος εἰλικρινὲς ἐκκρῖναι, οἷον κριθάς, ἐπὶ δὲ τῶν ὁμοιομερειῶν τοῦτο ἀδύνατον· οὐκ ἐνδέχεται γὰρ οὐδέποτε σάρκα εἰλικρινῆ ἐκκριθῆναι ἢ λίθον ἢ χρυσὸν ἢ ἄλλο τι, ἀλλ’ ἀεὶ ἐν παντὶ τῷ ἐκκρινομένῳ ὁπηλίκον ἂν ᾖ πάντα ἔνεστι, καλεῖται δὲ ἐκ τοῦ πλεονάζοντος. ταῦτα οὖν τὰ μικρὰ σαρκία συναγόμενα ἢ τὰ λιθάρια ποιεῖ σάρκα ἢ λίθον ἤ τι τοιοῦτον, ἡ δὲ τῶν ὁμοιομερῶν σύνθεσις ποιεῖ τὰ ἀνομοιομερῆ. Οὕτω μὲν οὖν ὁ Ἀναξαγόρας. ὁ δὲ Ἐμπεδοκλῆς τέσσαρα ὑπετίθετο τὰ ὑλικὰ αἴτια· ταῦτα δὴ τὰ πολυθρύλητα στοιχεῖα (διὸ καὶ ῥιζώματα πάντων αὐτὰ ἐκάλει, “τέσσαρα” λέγων “τῶν πάντων ῥιζώματα”), ποιητικὰ δὲ αἴτια τὸ νεῖκος καὶ τὴν φιλίαν· ἀλλ’ οὐχ ἅμα, ἀλλ’ ἀνὰ μέρος. τῆς μὲν γὰρ φιλίας ἐπικρατούσης συνάγεσθαι καὶ συγκρίνεσθαι τὰ στοιχεῖα καὶ ποιεῖν τὸν νοητὸν κόσμον, ὃν σφαῖρον ἐκάλει, ὅταν δὲ πάλιν κατά τινα περίοδον ἐπικρατήσῃ τὸ νεῖκος, διακρίνεσθαι τὸν σφαῖρον ἐκεῖνον καὶ ποιεῖν τὰ τέσσαρα στοιχεῖα καὶ τοῦτον τὸν κόσμον. ἐπεὶ οὖν ἑώρα τά τε ἄλλα πάντα καὶ ἐκ τῶν τεσσάρων στοιχείων γινόμενα καὶ αὐτὰ ἐξ ἀλλήλων, τὰ μὲν σύνθετα σώματα μόνῃ τῇ συγκρίσει τῶν στοιχείων ἔλεγε γίνεσθαι (ἀμετάβλητα γὰρ ὑπετίθετο), ὅταν δὲ γίνηται ἐξ ὕδατος ἀὴρ ἢ ἐξ ἀέρος πῦρ ἢ καὶ ἔμπαλιν, οὐ μεταβάλλοντος τοῦ ὕδατος ἢ τοῦ ἀέρος γίνεσθαι τὰ λοιπά, ἀλλ’ ἐνυπάρχειν ἐν ἀλλήλοις κατ’ ἐνέργειαν τὰ στοιχεῖα. ἐπειδὰν οὖν μανωθῇ ὁ ἀήρ, τὸ ἐνυπάρχον πῦρ καὶ συνεχόμενον χώραν εὑρηκὸς ἐκκρίνεσθαι, πάλιν δὲ ὅταν πυκνωθῇ ὁ ἀήρ, τὰ ὑδάτια τὰ ἐνυπάρχοντα καὶ διεσπαρμένα ἐν αὐτῷ τῇ θλίψει τῇ ἐκ τῆς πυκνώσεως ἐξακοντίζεσθαι ἐκπυρηνιζόμενα, οἷόν τι πάσχουσι καὶ οἱ διὰ τῶν δακτύλων ἐκθλιβόμενοι πυρῆνες· ἐνυπάρχοντες γὰρ καὶ κεκρυμμένοι ὑπὸ τοὺς δακτύλους, ὅταν πυκνωθῶσιν οἱ δάκτυλοι, τῇ θλίψει ἐξακοντίζονται, οὐ γινόμενοι τότε, ἀλλ’ ἐκκρινόμενοι μόνον καὶ ἐκφαινόμενοι. Ὃν τρόπον οὖν, φησίν, οἱ περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα ἐκκρίσει τὴν γένεσιν γίνεσθαι2 λέγουσιν, οὕτω καὶ ὁ Ἀναξίμανδρος ἐκ τοῦ κατ’ αὐτὸν στοιχείου (ὅπερ ἐστὶ τὸ μεταξὺ πυρὸς καὶ ἀέρος ἢ ἀέρος καὶ ὕδατος), ἀπείρου ὄντος καὶ πάντα ἐν ἑαυτῷ περιέχοντος, τὰ ἄλλα γίνεσθαι, μᾶλλον δὲ ἐκκρίνεσθαι· τὴν γὰρ γένεσιν οὐδὲν εἶναι ἄλλο ἢ ἔκκρισιν καὶ ἔκφανσιν. καὶ δῆλον ὅτι ταῦτα λέγων ὁ Ἀναξίμανδρος αὐτὸς τὰς ἑαυτοῦ θέσεις ἀνῄρει· οὐ γὰρ ἂν ἔτι εἴη μία ἡ κοινὴ τῶν πάντων ἀρχὴ τὸ μεταξύ, εἴ γε μὴ αὐτὸ ἐκεῖνο ὑπόκειται τοῖς γινομένοις, εἰ μή τις καὶ τοὺς ἐντὸς τοῦ οἴκου πάντας ἐξ ἑνὸς στοιχείου εἶναι λέγοι τοῦ περιέχοντος οἴκου. μᾶλλον οὖν εἰς τὴν Ἀναξαγόρου δόξαν ἐκπίπτει ταῦτα λέγων.

因此,正如某人若从混杂的种子里将由于数量稀少而被掩盖的大麦取出并聚成一堆大麦,他并不是造成了大麦的生成,而仅仅是造成了大麦的显现与分离一样,在自然事物上也是如此;因为每当从肉中生成骨或某种别的东西时,这并不是严格意义上的生成,而只是先前被掩盖者的显现与分离。不过,在混杂种子的堆里,分离出某种纯粹的单一物种(例如大麦)是可能的,但在同质部分上这却是不可能的;因为纯粹的肉、石头、黄金或任何其他东西绝不可能被分离出来,而是在每一个被分离出来的东西中,无论其体积有多大,始终都含有一切,并且它是根据其中居多的成分来命名的。因此,这些聚集起来的碎肉块或小石子便构成了肉或石头或诸如此类的东西,而同质部分的组合则构成了非同质部分。阿那克萨戈拉的情况便是如此。而恩培多克勒则假设了四种质料原因——即那些广为人知的元素(因此他也称它们为万物的根,称“万物的四个根”)——作为动力原因的则是争吵与友爱;但并非同时作用,而是轮流起作用。因为在友爱占优势时,诸元素聚集并结合起来,构成他称之为球体的可知宇宙;而每当按照某种周期争吵再次占优势时,那个球体就被分离开来,构成四种元素以及这个宇宙。因此,由于他看到一切其他事物既由四种元素生成,而这四种元素本身也彼此生成,他便说复合的物体仅仅是通过诸元素的结合而生成的(因为他假设元素是不可改变的),但每当由水生成气或由气生成火,或者反过来时,其余的事物并不是由于水或气的改变而生成的,而是诸元素在现实活动中互存于彼此之中。因此,每当气变稀疏时,其中固存并被约束的火找到了空间便分离出来;反之,每当气变凝聚时,其中固存并分散的微小水滴便因凝聚带来的压迫而被挤压并弹射出来,正如从手指间被挤出的果核所遭遇的情形一样;因为果核固存并隐藏在手指下,当手指合拢收紧时,便因压迫而被弹射出来,它们并非在那时生成,而只是被分离并显现出来。因此,他[亚里士多德]说,正如阿那克萨戈拉和恩培多克勒等人说生成是通过分离发生的一样,阿那克西曼德也同样说其他事物是从他所谓的元素(即火与气之间或气与水之间的中间物)中生成的,或者不如说是分离出来的,因为这一元素是无限的并把万物包摄于自身之中;因为生成无非就是分离与显现。显然,阿那克西曼德说出这些话,本身就在摧毁他自己的论点;因为倘若那个中间物本身并不作为基质垫底于生成物之下,那么万物的共同本原就绝不再会是单一的中间物了,除非有人竟会说屋里的所有人都是由包摄他们的房子这单一元素构成的。因此,他说出这些话,毋宁说是倒向了阿那克萨戈拉的见解。

语法注3 条
  1. 1.59ἐξαγάγῃ καὶ ποιήσει

    不定过去时虚拟式 ἐξαγάγῃ 与将来时直陈式(或同化形式)ποιήσει 在 εἴ τις 引导的条件从句中并列,在构文上共同构成将来/泛指假设条件的前件。

  2. 1.59Ὃν τρόπον οὖν, φησίν ... οὕτω καὶ ὁ Ἀναξίμανδρος ... τὰ ἄλλα γίνεσθαι

    插入语 φησίν(“他[亚里士多德]说”)标示整个关联句 ὃν τρόπον ... οὕτω ... 出自亚里士多德的论述,而后半句的主格 ὁ Ἀναξίμανδρος 承前文 λέγουσιν 省去了 λέγει,统辖带宾格的不定式 τὰ ἄλλα γίνεσθαι。

  3. 1.59συνάγεσθαι καὶ συγκρίνεσθαι ... ἐκκρίνεσθαι ... ἐξακοντίζεσθαι

    在阐述恩培多克勒学说的语境中,这一连串现在时不定式(συνάγεσθαι、συγκρίνεσθαι、ποιεῖν、διακρίνεσθαι、ἐκκρίνεσθαι、ἐξακοντίζεσθαι)均受主动词 ἔλεγε 或间接引语结构所统辖,客观转述恩培多克勒的主张。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:87.25-89.2