← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§888.3-889.29

第一致动者的单一性与永恒性证明

由运动的连续性与单一性论证了第一致动者必然是单一、永恒且不动的,并对先前有关存在者在动静分类上的整个证明脉络进行了总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

" Φανερὸν δὲ ἐκ τοῦδε ὅτι ἀνάγκη εἶναι ἕν τι καὶ ἀίδιον τὸ πρῶτον κινοῦν." Εἰ δέδεικται ὅτι ἀνάγκη ἀεὶ εἶναι κίνησιν, οὐκ ἐνδέχεται ποτε μὴ εἶναι, εἰ δὲ τοῦτο, ἀνάγκη συνεχῆ εἶναι καὶ ἀίδιον (μηδεμιᾶς γὰρ οὔσης ἀιδίου ἐνδέχεται τὰς μερικὰς φθαρτὰς οὔσας πάσας φθαρῆναι καὶ διαλιπεῖν ἐν μέσῳ, οὕτω δ’ ἂν ἐφεξῆς μὲν ἦσαν συνεχεῖς δὲ οὔ), ἀιδίου δὲ οὔσης τῆς κινήσεως συνεχῆ εἶναι αὐτὴν ἀνάγκη, εἰ δὲ συνεχής, δῆλον ὅτι καὶ μία [μία γάρ ἐστιν, ὡς ἄνω εἴρηται], μιᾶς δὲ οὔσης τῆς συνεχοῦς καὶ ἀιδίου κινήσεως ἀνάγκη καὶ τὸ κινητικὸν αὐτῆς αἴτιον ἓν εἶναι καὶ ἀίδιον. μία γάρ ἐστι κίνησις, ὡς ἄνω εἴρηται, ἡ ἐν ἑνὶ ὑποκειμένῳ ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ γινομένη συνεχής· εἰ γὰρ ἡ τὸ αὐτὸ ὑπ’ ἄλλου καὶ ἄλλου ἢ διάφορα ὑπὸ τοῦ αὐτοῦ κινηθῇ,1 οὐ λέγεται συνεχὴς ἀλλ’ ἐφεξῆς. ὥστε καὶ οὕτως ἓν τὸ ἀιδίως κινοῦν καὶ ἀκίνητον, ἐπεὶ οὐδὲ κίνησις ἀίδιος ἂν ἦν, εἴ γε τὸ αἴτιον τῆς κινήσεως ἐκινεῖτο.

“由此显而易见,第一致动者必然是某种单一且永恒之物。” 如果已经表明运动必然始终存在,那么它就绝不可能不存在;如果如此,它就必然是连续且永恒的(因为如果没有任何永恒的运动,各个局部的运动既然都是可毁灭的,便有可能全部毁灭并在中途停顿,这样它们虽然是相继的,却不是连续的);而运动既然是永恒的,它就必然是连续的;如果它是连续的,显然它也是单一的[因为正如前文所说,它是单一的];而连续且永恒的运动既然是单一的,其动因也必然是单一且永恒的。因为正如前文所说,单一的运动乃是在单一基质中由同一动因所产生的连续运动;因为如果同一事物由不同的致动者所运动,或者不同事物由同一致动者所运动,便不能被称为连续的,而是相继的。因此即使这样,永恒致动者也是单一且不动的,因为如果运动的原因自身被运动,甚至永恒的运动也不会存在。

§12.2

"Πάλιν ἐπιβλέψας ἐπὶ τὰς ἀρχὰς τῶν κινούντων." Ὅτι εἰ, ὡς εἴρηται, συνεχής ἐστι καὶ ἀδιάκοπος ἡ τῶν κατὰ μέρος κίνησις γινομένων καὶ φθειρομένων, ἀνάγκη αἰτίαν εἶναί τινα καὶ ἀρχὴν ἀίδιον, ἥτις ἐστὶν αἰτία τοῖς γενητοῖς καὶ φθαρτοῖς τῆς συνεχοῦς μεταβολῆς. εἰ γὰρ μὴ ἦν τι ἀίδιον καὶ ἀμετάβλητον αἴτιον, οὐδ’ ἀεὶ τὰ κατὰ μέρος γινόμενα καὶ φθειρόμενα συνεχῶς καὶ ἀδιακόπως ἐγίνοντο καὶ ἐφθείροντο καὶ τὰς ἰδίας κινήσεις ἐκινοῦντό τε καὶ ἐκίνουν.

“再次着眼于致动者的诸原理。” 这就是说,如果正如所说的那样,生成与毁灭的个别事物的运动是连续且不间断的,就必然存在某种永恒的原因与原理,它乃是生灭之物连续变化的动因。因为如果不存在某种永恒且不可变的原因,那么个别生成与毁灭的事物就不会始终连续而不间断地生成与毁灭,也不会以它们特有的运动被运动以及去运动。

§12.3

"Τὸ μὲν δὴ εἶναί ἄττα τῶν ὄντων ἃ ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ἠρεμεῖ φανερόν." Τοῦτο γὰρ ἐκ τῆς ἐναργείας δῆλον· οὐ γὰρ ἀεὶ κινεῖται ἡ βῶλος οὐδ’ ἀεὶ ἠρεμεῖ. καὶ νῦν δὲ περὶ τῶν αὐτοκινήτων ἦν ὁ λόγος τῶν κινουμένων μὲν μὴ ἀιδίως δέ, οἷά ἐστι τὰ ζῷα.

“在存在者之中,有些事物时而运动时而静止,这确实是显而易见的。” 因为这从明了的事实来看是清楚的;土块既非始终被运动,也非始终静止。而方才的论述正是关于那些虽然被运动但非永恒运动的自致动者,诸如动物就是如此。

§12.4

"Καὶ διὰ τούτου γέγονε δῆλον ὅτι οὔτε πάντα κινεῖται οὔτε πάντα ἠρεμεῖ." Ἀναμιμνήσκει ἡμᾶς τῶν προλαβόντων, τῆς τε ὑποσχέσεως καὶ τῆς συνεχείας τοῦ λόγου, συνάγων τὰ διὰ πολλῶν εἰρημένα. προὔκειτο γὰρ δεῖξαι ὅτι τῶν ὄντων τὰ μὲν ἀκίνητά ἐστι τὰ δὲ ἀεικίνητα, τὰ δὲ ποτὲ μὲν ἠρεμοῦντα ποτὲ δὲ κινούμενα, καὶ οὔτε πάντα ἀκίνητα, οὔτε πάντα ἀεικίνητα, οὔτε τῶν πάντων τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται· ἔστι γὰρ καὶ τὰ ἐπαμφοτερίζοντα ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα. ἡ μὲν πρόθεσις αὕτη ἦν, ἀλλὰ τὸ μὲν εἶναί τινα ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα δῆλον ἦν, προήλθομεν δὲ λοιπὸν ἐπὶ τὸ δεῖξαι ὅτι ἔστι τινὰ τὰ μὲν ἀεικίνητα τὰ δὲ ἀκίνητα. πρὸς δὲ τούτοις ἐδεήθημεν δεῖξαι πρότερον ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἢ ὑπὸ κινουμένου καὶ αὐτοῦ ἢ ὑπὸ ἀκινήτου. εἶτα ἐδείξαμεν ὅτι τῆς μὲν τῶν ἑτεροκινήτων κινήσεως αἴτιον τὸ αὐτοκίνητον, τῶν δὲ αὐτοκινήτων τὸ ἐν αὐτοῖς ἀκίνητον, ὅπερ οὐ παντάπασίν ἐστιν ἀκίνητον· κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἡ ψυχὴ κινουμένου τοῦ σώματος. εἶτα ἐδείξαμεν ὅτι ἀνάγκη εἶναί τι αἴτιον καὶ ἀρχὴν πάντων τῶν κινουμένων κατὰ μέρος τὸ ἀεικίνητον, τούτου δὲ ὄντος καὶ δεδειγμένου εἶναί τι καὶ τὸ τοῦτο ἀεὶ κινοῦν παντάπασιν ὂν ἀκίνητον2 μηδὲ τὴν κατὰ συμβεβηκὸς κίνησιν κινούμενον. εἰ οὖν δέδεικται ὅτι ἔστιν ἀεὶ κινοῦν αἴτιον, ἔστι δὲ καὶ κινούμενον, ὁρῶμεν δὲ σαφῶς καὶ τὰ ποτὲ μὲν ἠρεμοῦντα ποτὲ δὲ κινούμενα, δῆλον ὅτι ἡ εἰρημένη ὑπόθεσις μόνη ἐστὶν ἀληθής.

“由此也已表明,既非一切都在运动,亦非一切都在静止。” 他让我们回忆起先前的内容,包括那个承诺与论述的连贯性,总结了通篇详述的观点。因为先前的宗旨在于表明:在存在者中,有些是不动的,有些是永恒运动的,有些则是时而静止时而运动的;既非一切都是不动的,亦非一切都是永恒运动的,也不是在万物中有些始终静止而另一些始终运动;因为还存在兼跨两端的事物,时而运动时而静止。宗旨固然是这一项,但某些事物时而运动时而静止既然已是显而易见的,我们接下来便着手证明:某些事物是永恒运动的,而另一些事物是不动的。除此以外,我们此前还需要表明:凡被运动者皆由某物所运动,或者由自身亦被运动者所运动,或者由不动者所运动。接着我们表明:在由他物运动的诸事物的运动中,自致动者是其原因;而在自致动者中,其内在的不动部分是其原因,但它并非全然不动(因为当身体运动时,灵魂偶性地被运动)。接着我们表明:必然存在某种事物作为一切个别被运动者的原因和原理,即那永恒运动者;而既然这一事物存在且已被证明,那始终致动此物者也必然存在,且它是全然不动的,甚至不作偶性运动。因此,如果已经证明存在着永恒致动的原因,也存在着被运动者,而我们也清楚地看到那些时而静止时而运动的事物,那么显而易见,唯有所述的假说是真实的。

语法注2 条
  1. 12.1εἰ γὰρ ἡ τὸ αὐτὸ ὑπ’ ἄλλου καὶ ἄλλου ἢ διάφορα ὑπὸ τοῦ αὐτοῦ κινηθῇ

    条件从句在承接前文运动(κίνησις)这一主题的背景下,构成了由被动不定过去时虚拟式 κινηθῇ 统辖的双重析取结构:“无论是同一事物(τὸ αὐτό)被不同的动因所运动,还是不同事物(διάφορα)被同一动因所运动”。尽管部分抄本中冠词 ἡ 可能是析取连词 ἤ(“或者”)的讹误,但构成分词性/被动性论元与述谓的结构逻辑在全语言中保持一致。

  2. 12.4τούτου δὲ ὄντος καὶ δεδειγμένου εἶναί τι καὶ τὸ τοῦτο ἀεὶ κινοῦν παντάπασιν ὂν ἀκίνητον

    τούτου δὲ ὄντος καὶ δεδειγμένου 为属格独立结构,指涉前文已确立的永恒运动者(τὸ ἀεικίνητον)。其后的 εἶναί τι 则重回由主句动词 ἐδείξαμεν 所支配的带不定词的宾格结构,其逻辑主语为 καὶ τὸ τοῦτο ἀεὶ κινοῦν,并由作表语的分词 ὂν ἀκίνητον 所修饰。理清属格独立从句与受支配的不定词从句的界限是把握整句长结构的骨骼关键。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:888.3-889.29