← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§885.17-887.12

第一不动致动者与自致动者的结构

本节探讨借由工具传递的运动以及被运动致动者无限后退之不可能(论证第一致动者是不动的),进而分析自致动者各部分的相互关系及其第一致动者的不动性,并附带解释了无理性灵魂之非时间性的生成与消灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.19

Συμμεταβάλλει τὸ ὄργανον ἅμα καὶ κατὰ ταὐτὸν τῷ κινουμένῳ ὄν, κἄν τε φυσικὸν ᾖ, ὡς ἡ χείρ, κἄν τε ἔξωθεν, ὡς ἡ βακτηρία, ἐπειδὴ ἅμα ἐστὶ καὶ συνεχὲς καὶ κατὰ τὴν ἁφὴν τῷ κινουμένῳ, ἀνάγκη συγκινεῖσθαι αὐτῷ· ἅπτεται γὰρ ἡ χεὶρ τῆς βακτηρίας, ἡ δὲ τῆς θύρας. τὸ δὲ μέχρι τινὸς πρόσκειται, ἐπειδὴ οὐ δι’ ὅλου συμπαρομαρτεῖ τῷ κινουμένῳ, ὡς ἡ χεὶρ μετὰ τὸ ῥῖψαι τὸν λίθον οὐκέτι κινεῖται, ὅτι μηδὲ ἅπτεται αὐτοῦ, ὁ δ’ ἀὴρ ἅπτεται, ὅτι καὶ φέρει αὐτόν.

工具与被运动者同时且在同一处而一同转变;不论它是自然生长的,如手,还是外在的,如杖,既然它与被运动者同时存在且因接触而相连续,就必然与之一同被运动;因为手接触杖,而杖接触门。而之所以补充“直到某一点”,是因为它并非通贯始终地伴随被运动者,正如手在掷出石块之后便不再运动,因为它甚至不再接触石块,而空气却接触石块,因为它实际上承载着石块。

§11.20

Πανταχοῦ κτλ. (p. 833,2. 13).

“在各处”,等等(p. 833,2. 13)。

§11.21

Ἐπεὶ τὰ τῆς κινήσεως εἴδη ὡρισμένα εἰσὶ καὶ οὐκ ἄπειρα, τὸ δ̄ κινοῦν τὸ γ̄ ἢ οὐ κινήσεται, καὶ ἔχω τὸ ζητούμενον ὅτι τὸ πρώτως κινοῦν ἀκίνητόν ἐστιν, ἢ εἰ κινεῖται καὶ ἀεὶ ὑπὸ κινουμένου κινεῖται, τὸ κινούμενον ἀεὶ ἀνακάμπτει, καὶ τὸ δ̄ κινηθήσεται τὴν κατὰ τόπον πάλιν κίνησιν ἥνπερ καὶ τὸ ᾱ. ὥστε τὸ δ̄ κινούμενον τὴν κατὰ τόπον κίνησιν κινήσει τὸ ᾱ̄ τὴν κατὰ τόπον κίνησιν διὰ μέσων τῶν β̄γ̄· ὥστε πάλιν ἥξομεν εἰς τὴν προτέραν ὑπόθεσιν, καὶ κινήσει τὸ κινοῦν ἥνπερ κινεῖται κίνησιν·1 ὥστε τὸ διδάσκον καθὸ διδάσκει διδαχθήσεται. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον ἄρα πᾶν τὸ κινοῦν κινούμενον αὐτὸ κινεῖν οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός.

既然运动的种是有限的而非无限的,那么致动 γ̄ 的 δ̄ 要么不被运动——于是我就得到了所求之物,即第一致动者是不动的——要么,如果它被运动且始终由被运动者所运动,被运动者就会始终循环往复,而 δ̄ 也将转而作 ᾱ 所作的同一位置运动。因此,作位置运动的 δ̄ 将通过中介 β̄γ̄ 使 ᾱ 作位置运动;于是我们又将回到先前的假设,致动者将作它自身被运动的同一运动来致动;因此,施教者就其施教而言将被施教。但如果这是不可能的,那么凡致动者自身作为被运动者而致动,无论就自身而言还是偶性而言,就都是不可能的。

§11.22

Ἢ ὅλον ὅλον κινεῖν κτλ. (p. 834, 10. 15).

“或者全体运动全体”,等等(p. 834, 10. 15)。

§11.23

Ὃ λέγει συντόμως τοῦτ’ ἐστίν, ὅτι τὸ κινούμενον ἔτι ἐστὶν ἐν τῷ δυνάμει καὶ οὔπω κτλ. (p. 834, 17. 21) καὶ τέλειον καὶ ἀτελές.

他简短所说的就是这:被运动者仍处于潜能之中,并且尚未……等等(p. 834, 17. 21)既是完全的又是不完全的。

§11.24

Τουτέστιν εἰς συνώνυμον αὑτῷ ἄγειν τὸ κινούμενον ὑπ’ αὐτοῦ, οἷον τὸ θερμαῖνον θερμὸν ὂν θερμὸν ποιεῖν τὸ θερμαινόμενον. τοῦτο δὲ λέγει ἐπεὶ μὴ πάντα τὰ ποιοῦντα ὅμοια ἑαυτοῖς ποιοῦσι· ἡ γὰρ μάστιξ μώλωπας ποιεῖ οὐκ οὖσα μώλωψ, καὶ ἡ παράτριψις θερμαίνει οὐκ οὖσα θερμότης, κινεῖ δὲ καὶ ἡ ψυχὴ καὶ οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ ἐνεργείᾳ εἰς ὅπερ κινεῖ εἶδος, τοῦτο καὶ ἔχει·2 οὐδὲ γὰρ ὅλως φυσικήν τινα κίνησιν κινεῖται. ὅλως δὲ ἐπὶ τῶν κατὰ τόπον κινούντων οὐκ ἔστιν ἀληθὴς ὁ λόγος.

也就是说,将由它被运动者引导至与自身同名同义者,例如致热者作为热的事物使被加热者成为热的。他说这话是因为并非一切作用者都产生与自身相似之物;因为鞭子产生瘀痕,自身却并非瘀痕,摩擦使之变热,自身却并非热,灵魂虽然致动,自身却不是运动,甚至在现实态中它也不具有它所致动进入的那个形式;因为灵魂完全不作任何自然运动。一般而言,在按位置致动的事物上,这一说法并不真确。

§11.25

Ἐφ’ ἑτέραν ὑπόθεσιν μεταβέβηκε, μήποτε ἀντικινεῖται τὰ μόρια τοῦ αὐτοκινήτου ὑπ’ ἀλλήλων.

他转入了另一个假设,即自致动者的各部分是否可能相互反向致动。

§11.26

Δείξας ὅτι ἀδύνατον οὕτω λέγεσθαι τὸ αὐτοκίνητον, διότι τὰ μέρη αὐτοῦ ἀντικινεῖ ἄλληλα (συνέβαινε γὰρ ἕκαστον ἣν κινεῖται κίνησιν ταύτην κινεῖν, καὶ οὕτω τὴν ἀντίφασιν συναληθεύειν), νῦν δείκνυσιν ὅτι μὴ ἐνδέχεται τοῦ πρώτως αὐτοκινήτου μήτε πλείω μήτε 〈ἓν〉 ἕκαστον καθ’ αὑτὸ εἶναι αὐτοκίνητον, ἀλλ’ οὐδὲ τὸ ὅλον καθὸ ὅλον κινεῖν τε ἑαυτὸ καὶ κινεῖσθαι. καὶ πρόεισιν αὐτῷ ἡ δεῖξις, πῶς; δῆλον ἐκ τοῦ κειμένου. πλὴν εἰ τὸ ὅλον...... κατὰ πάντα......... καὶ κινεῖται τὰ μέρη αὐτοῦ...... κατὰ συμβεβηκός.......................................................... Ἀπορίαν τινὰ κτλ. (p. 837,4. 23).

在指出了自致动者不可能因其各部分相互反向致动而被如此称呼之后(因为其结果将是每一部分都作它自身被运动的同一运动来致动,从而矛盾将同时为真),他现在表明,第一自致动者的较多部分或每一个部分不可能就其自身而言成为自致动者,全体作为全体也不可能既致动自身又被运动。那么他的证明是如何展开的呢?这从文本中是显而易见的。除非全体……在一切方面……而它的各部分……偶性地被运动…… “某个疑难”,等等(p. 837,4. 23)。

§11.28

Κἄν τε μὴ εὐθύς, φησίν, εἰς τὸ ἀκίνητον σταίη, ἀλλ’ εἰς τὸ αὐτοκίνητον, ὥσπερ ἡ θύρα ὑπὸ τοῦ ἀνθρώπου κινουμένη εἰς κινούμενον ἵσταται τὸν ἄνθρωπον, ἀμφοτέρως, φησί, τὸ πρώτως κινοῦν ἀκίνητόν ἐστιν.

他说,即便不是立刻止步于不动者,而是止步于自致动者,正如门由人所运动而止步于被运动的人,他说,无论在哪种方式下,第一致动者都是不动的。

§11.29

Τοῦτο περὶ τῶν ἀλόγων λέγει ψυχῶν, μὴ ἀιδίους εἶναι τοιαύτας, πάλιν εἰς τὸ εἶναι καὶ μὴ εἶναι παράγεσθαι μὴ διὰ γενέσεως καὶ φθορᾶς καὶ ἐν χρόνῳ· ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ τῶν μεριστῶν ἐστιν· εἰ γὰρ ὅλως γίνοιτο ἐν χρόνῳ, δῆλον ὅτι ἐν ἑκάστῳ τῶν τοῦ χρόνου μορίων γένεσις αὐτοῦ, οὕτω δὲ οὐκ ἂν εἴη ἀμερές, ἀλλὰ μερισταί.3

这是他关于无理性灵魂所说的话,即此类灵魂不是永恒的,并且再次被引向存在与非存在,并非通过生成和毁灭,也并非在时间之中;因为生成和毁灭属于有部分之物;因为如果它完全是在时间中生成的,显然在时间的每一部分中都会有它的生成,而这样一来它就不是无部分的,而是有部分的了。

语法注3 条
  1. 11.21κινήσει τὸ κινοῦν ἥνπερ κινεῖται κίνησιν

    动词 κινήσει 与同源宾语搭配,关系代词 ἥνπερ 在从句中作被动语态 κινεῖται(被运动)的同源宾语。整句表达了归谬论证中的荒谬推论:“致动者将促成它自身所被运动的同一运动”。

  2. 11.24ἀλλ’ οὐδὲ ἐνεργείᾳ εἰς ὅπερ κινεῖ εἶδος, τοῦτο καὶ ἔχει

    先行词 εἶδος 被吸收进关系从句(εἰς ὅπερ κινεῖ εἶδος)中,并在主句中由指示代名词 τοῦτο 复指,作为动词 ἔχει 的直接宾语(倒装结构/hyperbaton)。整句意为“它在现实态中甚至也不具有它所致动进入的那个形式”。

  3. 11.29ἐν ἑκάστῳ τῶν τοῦ χρόνου μορίων γένεσις αὐτοῦ, οὕτω δὲ οὐκ ἂν εἴη ἀμερές, ἀλλὰ μερισταί

    条件句中的单数形式(αὐτοῦ, ἀμερές)将无理性灵魂作为单数抽象主体处理,而在末尾的谓语形容词 μερισταί(可分的)中,性与数切换回最初出现的阴性复数 τῶν ἀλόγων ψυχῶν(构象交替/constructio ad sensum)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:885.17-887.12